Источник

Ήχος βαρύς

ΚΥΡΙΑΚΗ ΒΑΡΥΣ ΗΧΟΣ

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος βαρὺς

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῷ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες· Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοι.

Ἦχος βαρὺς

Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν διˊ ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας· διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι.

Ἦχος βαρὺς

Ἀπόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθὼν διˊ ἡμᾶς, Κύριε δόξα σοι.

Δογματικόν.

Ἦχος βαρὺς

Φρικτὸν καὶ ἄρρητον ὄντως, τὸ ἐπὶ σοὶ πεπραγμένον, μυστήριον Ἀμίαντε! Λόγον γὰρ τῶν πάντων αἴτιον, ὑπὲρ αἰτίαν καὶ λόγον, τῷ ἁγίῳ Πνεύματι σωματωθέντα τέτοκας, ἐκ σοῦ τὴν σάρκα ἀνειληφότα, τῆς οἰκείας φύσεως, ἀμεταβλήτου μεινάσης· συνδραμόντων γὰρ ἑκατέρων, αὐθυπάρκτως καθˊ ὑπόστασιν ἑνικήν, διπλοῦς τῇ φύσει προέρχεται ὅλος Θεός, καὶ ὅλος ἄνθρωπος, τὴν ἐπˊ ἀμφοῖν ὁλότητα, ἐνεργητικοῖς ἰδιώμασιν ἐνδεικνύμενος· πεπονθὼς γὰρ ἐν Σταυρῷ σαρκικῶς, ἀπαθὴς διέμεινεν ὁ αὐτὸς θεϊκῶς, ὥσπερ βροτὸς τεθνηκώς, ἀνεβίω ὡς Θεὸς τριήμερος, τὸ κράτος τοῦ θανάτου καθελών, καὶ φθορᾶς ῥυσάμενος τὸ ἀνθρώπινον. Αὐτὸν ὡς Λυτρωτήν, καὶ Σωτῆρα τοῦ γένους ἡμῶν, Θεομῆτορ αἴτησαι, καταπέμψαι ἡμῖν, τῶν οἰκτιρμῶν αὐτοῦ, τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.

Ἦχος βαρὺς

Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου, Κύριε δόξα σοι.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Καὶ Στιχηρὰ τῆς Θεοτόκου.

Ἦχος βαρὺς

Καταφρονήσαντες πάντων

Ἀνατολὴ τοῦ Ἡλίου, τοῦ νοητοῦ Παρθένε γέγονας, ἐπὶ δυσμῶν τῆς καθˊ ἡμᾶς γενομένου φύσεως, ἀλλˊ ὡς ἔχουσα παρρησίαν, αὐτὸν ἐκδυσώπησον Θεοτόκε πανύμνητε, ἀμετρήτων πταισμάτων ἐλευθερῶσαι, τὰς ψυχὰς ἡμῶν.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου.

Ἦχος βαρὺς

Ῥάβδος ῥίζης Παρθένε, τοῦ Ἱεσσαὶ σαφῶς ἐβλάστησας, τὸν τὰ φυτὰ τῆς ἀπάτης, ἐκ ῥίζης ἀφανίσαντα, ἀλλˊ ὡς ἔχουσα παρρησίαν, ἀπαύστως ἱκέτευε, ἐκριζῶσαι Πανύμνητε, τὰ τῆς καρδίας μου πάθη, καὶ τὸν αὐτοῦ ἐμφυτεῦσαι φόβον, καὶ σῶσαί με.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἦχος βαρὺς

Πύλη Θεοῦ Παναγία, ἐκ τῶν πυλῶν τοῦ ᾅδου ῥῦσαί με, καὶ μετανοίας τὴν ὁδόν, κᾀμοὶ καθυπόδειξον, διˊ ἧς εὑρήσω πύλην, τὴν πρὸς ζωὴν εἰσάγουσαν, ὁδηγὲ πλανωμένων, πιστῶν ἀνθρώπων τὸ γένος φρούρησον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Ἦχος βαρὺς

Ἐκ σοῦ παναγία Θεοτόκε Παρθένε, ἀφράστως ἐτέχθη Χριστὸς ὁ Θεὸς ἡμῶν, ἀληθῶς ὑπάρχων Θεὸς προαιώνιος, καὶ ἄνθρωπος πρόσφατος, τὸ μέν, ὢν αΐδιος, τὸ δέ, διˊ ἡμᾶς γενόμενος· σῴζει γὰρ ἐν ἑαυτῷ, ἑκατέρας φύσεως τὴν ἰδιότητα, τὴν μέν, διαλάμπων θαύμασι, τὴν δέ, πιστούμενος πάθεσιν· ὅθεν εἷς καὶ ὁ αὐτός, καὶ θνῄσκει ὡς ἄνθρωπος, καὶ ὡς Θεὸς ἀνίσταται, ὃν ἱκέτευε, σεμνὴ Ἀπειρόγαμε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον

Ἦχος βαρὺς

Άυτόμελον

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος βαρὺς

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῷ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες· Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοι.

Ἦχος βαρὺς

Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν διˊ ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας· διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι.

Ἦχος βαρὺς

Ἀπόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθὼν διˊ ἡμᾶς, Κύριε δόξα σοι.

Ἕτερα Στιχηρά, Ἀνατολικά. – Ὀκτώηχος

Ἦχος βαρὺς

Κἂν συνελήφθης Χριστέ, ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι, ἐμαστίχθης τὸν νῶτον, οὐκ ἀρνοῦμαι. Σταυρῷ προσηλώθης, καὶ οὐ κρύπτω· εἰς τὴν Ἔγερσίν σου καυχῶμαι· ὁ γὰρ θάνατος σου ζωή μου. Παντοδύναμε καὶ φιλάνθρωπε, Κύριε δόξα σοι.

Ἦχος βαρὺς

Δαυϊτικὴν προφητείαν ἐκπληρῶν, Χριστὸς μεγαλειότητα, ἐν Σιών, τὴν οἰκείαν Μαθηταῖς ἐξεκάλυψεν, αἰνετὸν δεικνὺς ἑαυτόν, καὶ δοξαζόμενον ἀεί, σὺν Πατρὶ τε καὶ Πνεύματι ἁγίῳ, πρότερον μὲν ἄσαρκον ὡς Λόγον, ὕστερον δὲ διˊ ἡμᾶς, σεσαρκωμένον, καὶ νεκρωθέντα ὡς ἄνθρωπον, καὶ ἀναστάντα κατˊ ἐξουσίαν ὡς φιλάνθρωπον.

Ἦχος βαρὺς

Κατῆλθες ἐν τῷ ᾍδῃ Χριστὲ ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, καὶ ἀνέστης τριήμερος, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῶν τοῦ ᾍδου δεσμῶν καὶ τῆς φθορᾶς, κραυγάζοντα καὶ λέγοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

Ἦχος βαρὺς

Ἐν τάφῳ κατετέθης, ὡς ὁ ὑπνῶν Κύριε, καὶ ἀνέστης τριήμερος, ὡς δυνατὸς ἐν ἰσχύϊ, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ὡς παντοδύναμος.

Δόξα... Καὶ νῦν...

Θεοτοκίον – Ὀκτώηχος

Ἦχος βαρὺς

Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου, Κύριε δόξα σοι.

Στίχ.Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. – Ὀκτώηχος

Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ φωτίσαντα τὰ πάντα, δεῦτε προσκυνήσωμεν· ἐκ τῆς τοῦ ᾍδου γὰρ τυραννίδος, ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὐτοῦ τριημέρου Ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Ὑπὸ τὸν ᾍδην κατελθὼν Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας, δοξάζοντας τὴν σὴν παντοδύναμον Ἔγερσιν, Κύριε φιλάνθρωπε.

Στίχ.Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Φοβερὸς ὤφθης Κύριε, ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνῶν, ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ συνανέστησας κραυγάζοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

Δόξα... Καὶ νῦν...

Θεοτοκίον τοῦ ῆχου αˊ Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλˊ ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλˊ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου βˊ Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, διˊ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δˊ Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, διˊ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατˊ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον

Ἦχος βαρὺς

Άυτόμελον

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς· Αἰνῶ, Τριάς, σὲ τὴν μοναρχικὴν φύσιν ᾨδὴ αˊ

Ἦχος βαρὺς

Νεύσει σου πρὸς γεώδη

Ἄνοιξόν μου τὸ στόμα, τὸ νοερὸν τῆς καρδίας, καὶ χείλη τὰ ἔνυλα, πρὸς αἴνεσίν σου τρίφωτε, μία Θεότης ἁπάντων ᾄδειν σοι ᾠδήν, φωτουργὲ χαριστήριον. Ἵνα τὸ ὑπερβάλλον, τῆς σῆς χρηστότητος δείξῃς, διέπλασας ἄνθρωπον, Τριὰς ἀπειροδύναμε, μόνην εἰκόνα πηλίνην, σοῦ τῆς ἀρχικῆς, πλαστουργὲ κυριότητος. Νοῦς ὁ ἄναρχος Λόγον, συναϊδίως γεννήσας, καὶ Πνεῦμα συνάναρχον, ἐκλάμψας κατηξίωσεν, ἕνα Θεὸν κατˊ οὐσίαν, σύμμορφον ἡμᾶς, προσκυνεῖν τρισυπόστατον. Θεοτοκίον. Ὤφθης ἐπὶ τῆς βάτου, τῷ Μωϋσῇ Θεοῦ Λόγε, ὡς πῦρ καθαρτήριον, μὴ φλέγον δὲ τὸ σύνολον, τὴν ἐκ Παρθένου προτυπῶν σου, σάρκωσιν διˊ ἧς, τους βροτοὺς ἀνεμόρφωσας.

ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ κατˊ ἀρχὰς τοὺς οὐρανοὺς

Τὸν ἑνικὸν καὶ τριλαμπῆ, καὶ παντουργόν σε Δεσπότην, ἀνυμνοῦντες τῶν ἁμαρτιῶν, καὶ τῶν πειρασμῶν αἰτοῦμεν λύτρωσιν, ἀπειροδύναμε Θεέ· μὴ οὖν παρίδῃς τούς πίστει, σοῦ τὴν ἀγαθότητα δοξάζοντας. Ῥάδαμνος ὤφθης ἐκ Πατρός, ὡς ἀπὸ ῥίζης ἀνάρχου, Θεὸς Λόγος καὶ ἰσοσθενής, σὺν τῷ συμφυεῖ καὶ θείῳ Πνεύματι, καὶ διὰ τοῦτο οἱ πιστοί, τριαδικὴν τοῖς προσώποις, μίαν Κυριότητα δοξάζομεν. Ἰσοκλεῆ καὶ συμφυῆ, τὴν τρισυπόστατον φύσιν, ἀμερίστως καὶ διαιρετῶς, καὶ μοναρχικὴν Τριάδα πάντες σε, δοξολογοῦμεν οἱ πιστοί, καὶ προσκυνοῦντες αἰτοῦμεν, τῶν πλημμελημάτων τὴν συγχώρησιν. Θεοτοκίον. Ἀναλλοιώτως τοῖς βροτοῖς, ὁμοιωθεὶς κατὰ πάντα, Θεοῦ Λόγε Κόρης ἐξ ἁγνῆς, προῆλθες σαφῶς, καὶ πᾶσιν ἔδειξας, τὴν θεαρχίαν τριλαμπῆ, καὶ ἑνικὴν τῇ οὐσίᾳ, τῶν ἀπαραλλάκτων ὑποστάσεων.

Κάθισμα

Ἦχος βαρὺς

Ὁ διˊ ἐμὲ ἀνασχόμενος

Ἡμαρτηκότας ἐλέησον, Τριὰς ἁγία τοὺς δούλους σου, οὓς δέξαι μετανοοῦντάς σοι Εὔσπλαγχνε, καὶ συγχωρήσεως ἀξίωσον. Δόξα. Καὶ νῦν. Θεοτοκίον. ὅμοιον Τὰς κακωθείσας ψυχὰς ἡμῶν, ταῖς ἁμαρτίαις ἀγάθυνον, πάναγνε Θεοτόκε, καὶ λύτρωσαι πταισμάτων, τοὺς σὲ ὑμνοῦντας Θεονύμφευτε.

ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Πατρικοὺς κόλπους

Συνεκτικὴ τρίφωτε Μονάς, θεαρχικὴ καὶ σωστικὴ τῶν ὅλων τοὺς σοὺς ὑμνῳδοὺς νῦν περιφρούρησον, καὶ σῶσον ἐκ θλίψεων, καὶ παθῶν καὶ πάσης κακώσεως. Σημαντικῶν λέξεων τῆς σῆς, ἀκαταλήπτου τριφαοῦς Θεότητος, ἀποροῦντες ἀνυμνοῦμέν σε, φιλάνθρωπε Κύριε, καὶ δοξάζομέν σου τὴν δύναμιν. Ἐπὶ τῆς γῆς ὡς ἐν οὐρανοῖς, σὺν Ἀσωμάτων τοῖς χοροῖς, Μονάς, Τριάς, ἀμερίστως σε μερίζομεν, καὶ πόθῳ δοξάζομεν, ὡς τῶν ὄντων πάντων δεσπόζουσαν. Θεοτοκίον. Τῆς Πατρικῆς δόξης οὐκ ἐκστάς, εἰς τὴν ἡμῶν ἐσχατιὰν κατῆλθες ἑκών, σαρκωθεὶς ὁ Ὑπερούσιος, καὶ πάντας ἀνύψωσας, πρὸς τὴν θείαν δόξαν ὡς εὔσπλαγχνος.

ᾨδὴ εˊ

Ἦχος βαρὺς

Οἱ ὀρθρίζοντες

Ἡ ἀρχίφωτος φύσις, Τριὰς τοῖς χαρακτῆρσι, καὶ Μονὰς ἐν βουλήσει, καὶ δόξῃ καὶ τιμῇ, κραταίωσον ἡμᾶς, εἰς τὴν σὴν ἀγάπησιν. (Δίς) Νοῦν καὶ Λόγον καὶ Πνεῦμα, τὴν μίαν θεαρχίαν, καὶ τρισήλιον φύσιν, δοξάζοντες αἰτοῦμεν, ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων θλίψεων. Θεοτοκίον. Μορφωθεὶς Θεοῦ Λόγε, τὴν φύσιν τῶν ἀνθρώπων, ἐξ ἁγίας Παρθένου, Τριάδα ἐν Μονάδι ἐδίδαξας ὑμνεῖν, σύμμορφον καὶ σύνθρονον.

ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ναυτιῶν τῷ σάλῳ

Ὁμοδόξῳ κράτει, τὴν μοναρχικὴν θεαρχίαν, τρισὶν ὑποστάσεσι πεφυκυῖαν, ἀπαραλλάκτως ἀλλήλαις δοξάζομεν, τὴν διαφορὰν ἐχούσαις μόνην, τῆς ὑπαρκτικῆς ἑκάστης ἰδιότητος. (Δίς) Νοεραί σε τάξεις, τῶν Ἀγγελικῶν διακόσμων, αἰνοῦσι τρισήλιε Μοναρχία, μεθˊ ὧν καὶ ἡμεῖς, ἐν πηλίνοις στόμασιν, ὡς ποιητικὴν ἁπάντων μόνην, ἀνυμνολογοῦμεν καὶ πιστῶς δοξάζομεν. Θεοτοκίον. Ἀπορρήτῳ λόγῳ, Λόγος γεννηθεὶς ἐξ Ἡλίου Πατρός, ἄλλος Ἥλιος πρὸ αἰώνων, ἐκ τῆς Παρθένου ἐσχάτως ἀνέτειλε, καὶ μοναδικὸν τρισὶ προσώποις, τὸν ἀπερινόητον Θεὸν ἐδίδαξε.

Κάθισμα

Ἦχος βαρὺς

Πυρὸς φωτεινότερον

Τριὰς ὁμοούσιε, Μονὰς τρισυπόστατε, ἐλέησον οὓς ἔπλασας Ἀθάνατε, καταφλέγουσα κακίας τῶν πταιόντων, καὶ φωτίζουσα καρδίας τῶν ὑμνούντων, τὴν εὐσπλαγχνίαν σου, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα. Καὶ νῦν. Θεοτοκίον. ὅμοιον Πυρὸς φωτεινότερον, φωτὸς ἐναργέστερον, τὸ ἔλεος τῆς χάριτός σου Δέσποινα, καταφλέγον ἁμαρτίας τῶν ἀνθρώπων, καὶ δροσίζον διανοίας αἰνούντων, τὰ μεγαλεῖά σου, Θεοτόκε πανάμωμε.

ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Οἱ ἐν καμίνῳ τοῦ πυρὸς

Ῥήσεσι θείων Προφητῶν, πειθαρχοῦντες ἕνα σε μόνον, Θεὸν τῶν ὅλων δοξάζομεν, ἐν τρισὶ χαρακτῆρσιν, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. (Δίς) Χοϊκοῖς χείλεσιν ἡμεῖς, σὺν ἀΰλοις τάξεσιν ὕμνοις, Τριὰς ἁγία σὲ μέλπομεν, ἐν μονάδι οὐσίας ἀναβοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Θεοτοκίον. Ἵνα ὁ πλάσας τὸν Ἀδάμ, ἀναπλάσῃ Πάναγνε πάλιν, ἐκ σοῦ σαφῶς ἐνηνθρώπησε, τοὺς ἀνθρώπους θεώσας, οὕτω βοῶντας· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ἀφλεκτος πυρὶ

Κρατεῖς τοῦ παντός, ἡ τριττὴ καὶ ἑνιαία, Κυριαρχία ἄναρχε, καὶ διϊθύνεις οὐρανὸν καὶ τὴν γῆν· διό με φίλτρῳ τῷ σῷ, καταθελγόμενον ἀεί, φύλαξον ψάλλειν σοι. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἡλίου βολαῖς, τριλαμποῦς καταυγασθῆναι, φωτουργικαῖς ἀξίωσον, τῶν ὑμνῳδῶν σου τὰς καρδίας, καὶ νῦν ὁρᾷν τὸ κάλλος τὸ σόν, Τριὰς Μονὰς ὡς ἐφικτόν, δώρησαι πάντοτε, πᾶσι τοῖς πίστει πρεπούσῃ, τὴν σὴν μεγαλωσύνην, ἀνυμνολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Ναόν με τῆς σῆς, τριφαοῦς ποίησον αἴγλης, ἀγαθουργὲ φιλάνθρωπε, καὶ μετουσίας καὶ μεθέξεως, ἀπρόσιτον τοῖς ἐχθροῖς τοῖς ἀοράτοις, καὶ σαρκὸς πάθεσι, Δέσποτα, δεῖξον μονάρχα Θεέ μου, καὶ Κύριε τῆς δόξης, τοῦ ὑμνολογεῖν σε, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Φῶς θεαρχικόν, ἐκ γαστρός σου ἀνατεῖλαν, Παρθενομῆτορ ἄχραντε, πάντα τὸν κόσμον τρισηλίῳ φωτὶ κατηύγασε, καὶ τὴν γῆν, καθάπερ ἄλλον οὐρανὸν ἔδειξε ψάλλουσαν. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ

Ἦχος βαρὺς

Μήτηρ Θεοῦ καὶ Παρθένος

Ὑψηγορεῖν καὶ ὑμνεῖν ἀξίως σε, ὃν ἐν ὑψίστοις ἀπαύστως, Σεραφεὶμ ἀνυμνοῦσιν, οὐκ ἐξισχύομεν οἱ πήλινοι, πλὴν ὡς Δεσπότην τῶν ὅλων τολμῶντες, καὶ φιλανθρωπότατον Θεὸν μεγαλύνομεν. Σωματικῆς ἀλγηδόνος λύτρωσαι, καὶ ψυχικῆς ἐμπαθείας, τοὺς πιστοὺς ὑμνῳδούς σου, μοναδικὴ Τριὰς ἀχώριστε, καὶ διαφυλάττεσθαι ἀτρώτους, ἐκ πάντων τῶν βιοτικῶν, πειρατηρίων ἀξίωσον. Ἰσοσθενὴς θεαρχία τρίφωτε, προϊσχομένη τὸ κράτος, ἀπαράλλακτον κάλλος, τῆς οὐσιώδους ἀγαθότητος, δὸς τῶν πταισμάτων τὴν λύσιν σοῖς δούλοις, καὶ τῶν πειρασμῶν, καὶ παθῶν ἀπολύτρωσιν. Θεοτοκίον. Νοῦν καὶ ψυχὴν καὶ σαρκὸς τὸ φύραμα, προσειληφὼς Θεοτόκε, ἐκ σῆς μήτρας ἀχράντου, ὁ Θεὸς Λόγος κατˊ ἀλήθειαν, ἄνθρωπος ὤφθη, καὶ θείας οὐσίας, κοινωνόν τὸν ἄνθρωπον, σαφῶς ἐναπέφηνε.

Ὑπακοή

Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

ΕΝ Τῼ ΟΡΘΡῼ

Ἀπολυτίκιον

Ἦχος βαρὺς

Άυτόμελον

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος βαρὺς

Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα... Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι. Θεοτοκίον Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς διˊ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος. Δόξα... Ἐπὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον· Παντοδύναμε Κύριε, δόξα σοι. Θεοτοκίον Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.

Ἡ Ὑπακοὴ Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. Οἱ Ἀναβαθμοὶ, Ἦχος βαρὺς Ἀντίφωνον Α΄ – Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας. – Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος, αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος. Ἀντίφωνον β΄ – Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται. – Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων. Ἀντίφωνον Γ΄ – Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ. – Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῷ· λατρευτὸν γάρ. Προκείμενον Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου...

ᾨδὴ αˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Νεύσει σοῦ πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἁβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον». Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται. ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος. Θεοτοκίον Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.

ᾨδὴ αˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Πόντῳ ἐκάλυψε

Δύο πηγὰς ἡμῖν, ἐν Σταυρῷ ἀνέβλυσεν, ὁ Σωτὴρ ζωηφόρους, ἐκ τῆς αὐτοῦ νυγείσης πλευρᾶς, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται. Τάφον οἰκήσας, καὶ ἀναστὰς τριήμερος, ἀφθαρσίας παρέσχεν, ἀπεκδοχὴν Χριστὸς τοῖς θνητοῖς, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται. Θεοτοκίον Μόνη Παρθένος, καὶ μετὰ τόκον ἐδείχθης· τὸν γὰρ Κτίστην τοῦ κόσμου σεσαρκωμένον τέτοκας· Χαῖρέ σοι· διὸ πάντες κραυγάζομεν.

ᾨδὴ αˊ, Κανὼν τῆς Θεοτόκου, κατˊ Ἀλφάβητον. – Ὀκτώηχος

Ἦχος βαρὺς

Νεύσει σου πρὸς γεώδη

Ἄβυσσον ἡ τεκοῦσα, τῆς εὐσπλαγχνίας Παρθένε, ψυχήν μου καταύγασον, τῇ φωτοφόρῳ λάμψει σου, ὅπως ἀξίως ὑμνήσω, τῶν σῶν θαυμασίων, σὺν πόθῳ τὴν ἄβυσσον. Βέλει τῆς ἁμαρτίας, κατατρωθέντας ὁ Λόγος, ἡμᾶς θεασάμενος, ὡς εὐεργέτης ᾤκτειρεν· ὅθεν ἀφράστως ἑνοῦται, Πάναγνε σαρκί, τῇ ἐκ σοῦ ὁ Ὑπέρθεος. Γέγονε τῷ θανάτῳ, κατασχεθεῖσα ἡ φύσις, φθαρτὴ καὶ ἐπίκηρος, ἡ τῶν ἀνθρώπων Πάναγνε, σὺ δὲ ζωὴν συλλαβοῦσα, ταύτην ἐκ φθορᾶς, πρὸς ζωὴν ἐπανήγαγες.

ᾨδὴ γˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ὁ κατˊ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον». Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, διˊ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι. Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντείῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾍδην, καταβεβηκώς με συνανέστησας. Θεοτοκίον Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.

ᾨδὴ γˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ οὐρανοὺς τῷ λόγῳ

Ὁ ἐν Σταυρῷ τὰ πάθη ὑπομείνας, καὶ τῷ Λῃστῇ τὸν Παράδεισον ἀνοίξας, ὡς εὐεργέτης καὶ Θεός, στερέωσόν μου τὸν νοῦν, εἰς τὸ θέλημά σου μόνε Φιλάνθρωπε. Ὁ ἀναστὰς τριήμερος ἐκ τάφου, καὶ τὴν ζωὴν τῷ κόσμῳ ἀνατείλας, ὡς ζωοδότης καὶ Θεός, στερέωσόν μου τὸν νοῦν, εἰς τὸ θέλημά σου μόνε Φιλάνθρωπε. Θεοτοκίον Ἡ τὸν Θεὸν ἀσπόρως συλλαβοῦσα, καὶ τῆς ἀρᾶς τὴν Εὔαν ῥυσαμένη, Παρθενομῆτορ Μαριάμ, δυσώπησον τὸν ἐκ σοῦ, σαρκωθέντα Θεὸν σῶσαι τὴν ποίμνην σου.

ᾨδὴ γˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ κατˊ ἀρχὰς τοὺς οὐρανούς

Δράκων ἑρπύσας ἐξ Ἐδέμ, ἐμὲ θεώσεως πόθῳ, δελεάσας ἔρριψεν εἰς γῆν, ἀλλˊ ὁ συμπαθὴς καὶ φύσει εὔσπλαγχνος, κατοικτειρήσας θεουργεῖ, ἐν τῇ γαστρί σου σκηνώσας, καὶ ὁμοιωθεὶς μοι Μητροπάρθενε. Εὐλογημένος ὁ καρπός, της σῆς κοιλίας Παρθένε, Θεοτόκε πάντων ἡ χαρά· χαρὰν γὰρ παντὶ τῷ κόσμῳ τέτοκας, καὶ εὐφροσύνην ἀληθῶς, διασκεδάζουσαν λύπην, τήν τῆς ἁμαρτίας Θεονύμφευτε. Ζωὴν αἰώνιον καὶ φῶς, Θεογεννῆτορ Παρθένε, καὶ εἰρήνην τέτοκας ἡμῖν, τὴν τὸν παλαιὸν ἀνθρώπων πόλεμον, πρὸς τὸν Πατέρα καὶ Θεόν, καταπραΰνουσαν πίστει, καὶ ὁμολογίᾳ τῇ σῆς χάριτος.

ᾨδὴ δˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε». Τὸν ἑαυτοῦ νῶτον δεδωκώς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα. Παρεστηκὼς βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν. Θεοτοκίον Ὡς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος.

ᾨδὴ δˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Κατανοῶν ὁ Προφήτης

Ὁ μὴ εἰδώς, ἁμαρτίαν, καὶ διὰ ταύτην γεγονὼς Κύριε, ὃ οὐκ ᾖσθα, μορφοῦσαι λαβὼν τὸ ἀλλότριον, ἵνα σώσῃς τὸν κόσμον, καὶ κτείνῃς δελεάσας τὸν τύραννον. Ἐπὶ Σταυροῦ ἀνηρτήθης, καὶ τοῦ προπάτορος Ἀδάμ, λύσας τὴν ἁμαρτίαν, χαρᾶς τὴν προμήτορα, Κύριε ἐνεπλήσω, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας. Θεοτοκίον Σὺ γεννηθεὶς ἐκ Παρθένου, θνῄσκεις, ζωοῖς δὲ τὸν Ἀδάμ, γνώμῃ τὸν πλανηθέντα· καὶ γὰρ κατέπτηξε θάνατος τὴν ἰσχύν σου, ὅτε πάντας τοῦ σῶσαι, τοὺς φθαρέντας ἐλήλυθας.

ᾨδὴ δˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ Πατρικοὺς κόλπους

Ἡ ἐκλεκτὴ ὅλη καὶ καλή, ἀναφανεῖσα τῷ Θεῷ πρὸ κτίσεως, τῇ λαμπρότητι Πανύμνητε, τῆς φωτοχυσίας σου, τοὺς ὑμνοῦντάς σε καταφαίδρυνον. Θεὸν βροτοῖς τέτοκας Ἁγνή, σεσαρκωμένον ἐξ ἁγνῶν αἱμάτων σου, τὸν λυτρούμενον πταισμάτων πολλῶν, τοὺς πόθῳ γεραίροντας, καὶ ὑμνοῦντάς σε Μητροπάρθενε. Ἱερουργεῖ φύσις λογική, τῷ ἀνατείλαντι, ἐκ σοῦ Πανύμνητε, τὸ μυστήριον τὸ ἄφραστον, τῆς κυοφορίας σου, μυηθεῖσα νῦν παμμακάριστε.

ᾨδὴ εˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου· διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα». Ὑπὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσί σοι· Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα. Τῇ θεϊκῇ σου δυνάμει Χριστέ, διˊ ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητήν με θανάτου Σῶτερ, διˊ Ἀναστάσεως ἀνέδειξας. Θεοτοκίον Θεὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς πανύμνητε, ἐπεὶ οὐκ ἔγνως ἄρρενος εὐνήν, ἀλλˊ ἐξ ἁγίου κύεις Πνεύματος.

ᾨδὴ εˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Κύριε ὁ Θεός μου

Ὅτε ἐν τοῖς ἀνόμοις, λογισθεὶς ὑψώθης ἐν τῷ Κρανίῳ, φωστῆρες ἐκρύπτοντο, καὶ διεκλονεῖτο ἡ γῆ, καὶ ναοῦ φαιδρότης ἐρράγη, Ἑβραίων δηλοῦσα τὴν ἔκπτωσιν. Σὲ τὸν ἐξανελόντα, τοῦ τυράννου πᾶσαν τὴν δυναστείαν, ἰσχύϊ Θεότητος, τῆς ἀκαταλήπτου σου, καὶ νεκροὺς τῇ σῇ Ἀναστάσει, ἐγείραντα, ὕμνοις δοξάζομεν. Θεοτοκίον Μήτηρ τοῦ Βασιλέως, καὶ Θεοῦ πανύμνητε Θεοτόκε, τοῖς πίστει καὶ πόθῳ σε, ὕμνοις εὐφημοῦσιν ἀεί, ἱλασμὸν ταῖς σαῖς ἱκεσίαις, τῶν παραπτωμάτων κατάπεμψον.

ᾨδὴ εˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος βαρὺς

Κύριε ὁ Θεός μου

Κλίμακα θεωρήσας, Ἰακώβ, πρὸς ὕψος ἐστηριγμένην, εἰκόνα μεμύηται, τῆς Ἀπειρογάμου σου· διὰ σοῦ γὰρ Θεὸς ἀνθρώποις, ὡμίλησε πάναγνε Δέσποινα. Λύτρωσιν αἰωνίαν, διὰ σοῦ Παρθένε νῦν εὑρηκότες, προθύμως βοῶμέν σοι, τό, Χαῖρε Θεόνυμφε, καὶ τῷ σῷ φωτὶ γεγηθότες, πανύμνητε ὕμνοις σε μέλπομεν. Μόνην σε ὁ Νυμφίος, ἀκανθῶν ἐν μέσῳ κρίνον Παρθένε, εὑρὼν διαλάμπουσαν, ἁγνείας στιλπνότητι, καὶ φωτὶ τῷ τῆς παρθενίας, Πανάμωμε νύμφην προσήκατο.

ᾨδὴ ςˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε». Ἐμνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν Δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο, ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος. Πρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν, ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν, ἀλλˊ ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον, πανταχοῦ ἐκήρυξε. Θεοτοκίον Τοῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε Θεόνυμφε, τοῦ διˊ ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο.

ᾨδὴ ςˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ Ἰωνᾶς ἐκ κοιλίας

Ἐν τῷ Σταυρῷ ὑψωθείς, Σωτὴρ ἑκουσίως, τὸ τοῦ ἐχθροῦ ἠχμαλώτευσας κράτος, ἐν τούτῳ προσηλώσας, τῆς ἁμαρτίας Ἀγαθὲ τὸ χειρόγραφον. Ἐκ τῶν νεκρῶν ἀναστάς, Σωτὴρ ἐξουσία, συνήγειρας τῶν ἀνθρώπων τὸ γένος, ζωὴν καὶ ἀφθαρσίαν, δωρησάμενος ἡμῖν ὡς φιλάνθρωπος. Θεοτοκίον Ὃν ἔτεκες Θεοτόκε ἀνερμηνεύτως, Θεὸν ἡμῶν, δυσωποῦσα μὴ παύσῃ, ῥυσθῆναι ἐκ κινδύνων, τοὺς ὑμνοῦντάς σε ἁγνὴ Ἀειπάρθενε.

ᾨδὴ ςˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ναυτιῶν τῷ σάλῳ

Νομικοί σε τύποι, καὶ τῶν Προφητῶν αἱ προρρήσεις, σαφῶς προεμήνυον, τεξομένην τὸν εὐεργέτην Ἁγνὴ πάσης κτίσεως, τὸν πολυμερῶς καὶ πολυτρόπως, εὐηργετηκότα τοὺς πιστῶς ὑμνοῦντάς σε. Ξενωθέντα πάλαι, ἐξ ἐπιβουλῆς βροτοκτόνου, Ἀδὰμ τὸν πρωτόπλαστον, τῆς ἐνθέου τοῦ Παραδείσου τρυφῆς Ἀπειρόγαμε, αὖθις ἐπανήγαγες τεκοῦσα, τὸν ἐκ παραβάσεως ἡμᾶς ῥυσάμενον. Ὁ βουλήσει θείᾳ, δημιουργικῇ τε δυνάμει, τὸ πᾶν συστησάμενος ἐκ μὴ ὄντων, ἐκ τῆς γαστρός σου Ἁγνὴ προελήλυθε, καὶ τοὺς ἐν τῷ σκότει τοῦ θανάτου, θεαρχικωτάταις ἀστραπαῖς κατέλαμψεν.

Κοντάκιον

Ἦχος βαρὺς

Οὐκ έτι φλογίνη ῥομφαία

Οὐκ έτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ, δεσμεῖται ὁ ᾍδης, Προφῆται συμφώνως ἀγάλλονται. Ἐπέστη λέγοντες Σωτήρ, τοῖς ἐν πίστει, ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. Ὁ Οἶκος Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον ὁ ᾍδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος, ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾍδου ἰδόντες σε ἔπτηξαν, ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ. Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

ᾨδὴ ζˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος». Ξύλῳ νεκροῦται, Ἀδὰμ ἑκουσίως, παρακοὴν ἐργασάμενος, ὑπακοῇ δὲ Χριστοῦ ἀναπέπλασται· διˊ ἐμὲ σταυροῦται γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὑπερένδοξος. Σὲ ἀναστάντα, Χριστὲ ἐκ τοῦ τάφου, ἡ κτίσις πᾶσα ἀνύμνησε· σὺ γὰρ ζωὴν τοῖς ἐν ᾅδῃ ἐξήνθησας, τοῖς νεκροῖς ἀνάστασιν, τοῖς ἐν σκότει τὸ φῶς, ὁ ὑπερένδοξος. Θεοτοκίον Χαῖρε Θυγάτηρ, Ἀδὰμ τοῦ φθαρέντος, χαῖρε ἡ μόνη Θεόνυμφος, χαῖρε διˊ ἧς ἡ φθορὰ ἐξωστράκισται, ἡ Θεὸν κυήσασα, ὃν δυσώπει Ἁγνή, σωθῆναι πάντας ἡμᾶς.

ᾨδὴ ζˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Οἱ ἐν καμίνῳ τοῦ πυρός

Ὁ ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ἁμαρτίας κέντρον ἀμβλύνας, καὶ τῆς Ἀδὰμ παραβάσεως, τὸ χειρόγραφον λύσας, λόγχῃ πλευρᾷ σου, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ὁ τὴν πλευρὰν διανυγείς, καὶ ῥανίσιν αἵματος θείου, τὴν γῆν καθάρας τοῖς αἵμασι, τῆς εἰδωλομανίας καταχρανθεῖσαν, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Τὸν πρὸ ἡλίου φωτισμόν, ἀνατέλλεις κόσμῳ Θεοκυῆτορ, Χριστὸν τοῦ σκότους ῥυσάμενον, καὶ φωτίζοντα πάντας, Θεογνωσίᾳ, εὐλογητὸς εἶ κράζοντας· ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ζˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος βαρὺς

Κάμινον Παῖδες

Πεποικιλμένον διάχρυσον κόσμον, σὲ κεκτημένην ἠγάπησεν, ὁ πλαστουργός σου Παρθένε καὶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος. Ῥύπτεται Κόρη τὸν ἄνθρακα πάλαι, ὁ Ἡσαΐας δεξάμενος, συμβολικῶς τὸν σὸν τόκον θεώμενος, τὸν ὑπερυψούμενον, τῶν Πατέρων Θεόν, καὶ ὑπερένδοξον. Σύμβολα πάλαι τοῦ θείου σου τόκου, θεῖοι Προφῆται θεώμενοι, χαρμονικῶς ἀνυμνοῦντες ἐκραύγαζον· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

ᾨδὴ ηˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». Ἄχραντος, Ἀμνός, λογικὸς ὑπὲρ τοῦ κόσμου, σφαγιασθεὶς κατέπαυσε, τὰ κατὰ νόμον προσφερόμενα, καθάρας τοῦτον χωρὶς παραπτωμάτων ὡς Θεός, τὸν ἀεὶ κράζοντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἄφθαρτος οὐκ οὖσα, πρὸ πάθους ἡ ληφθεῖσα, ὑπὸ τοῦ Κτίστου σάρξ ἡμῶν, μετὰ τὸ πάθος καὶ τὴν ἔγερσιν, ἀπρόσιτος τῇ φθορᾷ, κατεσκευάσθη, καὶ θνητοὺς καινουργεῖ κράζοντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Σοῦ τὸ καθαρόν, καὶ πανάμωμον Παρθένε, τὸ ῥυπαρὸν καὶ ἔμμυσον, τῆς οἰκουμένης ἀπεκάθηρε, καὶ γέγονας τῆς ἡμῶν, πρὸς τὸν Θεὸν καταλλαγῆς αἰτία Πάναγνε· πάντες διό σε, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ηˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Τὸν μόνον ἄναρχον

Τὸν ὑπομείναντα ἑκουσίως τὰ πάθη, καὶ ἐν Σταυρῷ προσηλωθέντα βουλήσει, καὶ λύσαντα τὰς τοῦ ᾅδου δυνάμεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας. Τὸν καταργήσαντα τοῦ θανάτου τὸ κράτος, καὶ ἀναστάντα ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ σώσαντα τῶν ἀνθρώπων τὸ γένος, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Τὸν μόνον εὔσπλαγχνον καὶ προαιώνιον Λόγον, τὸν ἐπˊ ἐσχάτων ἐκ Παρθένου τεχθέντα, καὶ λύσαντα τὴν ἀρχαίαν κατάραν, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ηˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ἄφλεκτος πυρί

Τῷ φέγγει τοῦ σοῦ τοκετοῦ, τὴν οἰκουμένην, ξενοπρεπῶς ἐφώτισας, Θεογεννῆτορ· τὸν γὰρ ὄντως Θεόν, ἀγκάλαις φέρεις ταῖς σαῖς, καταλαμπρύνοντα πιστούς, τούς ἀεὶ κράζοντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὑμνοῦμεν Ἁγνή, εὐσεβῶς τὴν σὴν γαστέρα, τὴν τὸν Θεὸν χωρήσασαν, ἀνερμηνεύτως σωματούμενον, τὸν δόντα πᾶσι πιστοῖς, θεογνωσίας φωτισμόν, τοῖς ἀεὶ κράζουσι· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Φωτός σου ταῖς μαρμαρυγαῖς, τοὺς σὲ ὑμνοῦντας, φωτοειδεῖς ἀπέργασαι, φωτογεννῆτορ Θεοτόκε ἁγνή· φωτὸς γὰρ ὤφθης σκηνή, καταφαιδρύνουσα φωτὶ τοὺς ἀεὶ κράζοντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν». Οἱ τῇ Θεότητι πάθη προσεφαρμόζοντες, ἐπιστομίζεσθε πάντες ἀλλοτριόφρονες· Κύριον δόξης γάρ, σαρκὶ ἐσταυρωμένον, ἀσταύρωτον δὲ φύσει, τῇ θείᾳ, ὡς ἐν δύο, ἕνα φύσεσι μεγαλύνομεν. Οἱ τῶν σωμάτων τὴν ἔγερσιν ἀθετήσαντες, πρὸς τὸ Χριστοῦ πορευθέντες μνῆμα διδάχθητε, ὅτι νενέκρωται, καὶ ἐγήγερται πάλιν, ἡ σάρξ τοῦ ζωοδότου, εἰς πίστωσιν ἐσχάτης, Ἀναστάσεως, ἣν ἐλπίζομεν. Τριαδικὸν Οὐ θεοτήτων Τριάδα, ἀλλˊ ὑποστάσεων, οὐδὲ Μονάδα προσώπων, ἀλλὰ Θεότητος, σέβοντες, τέμνομεν, τοὺς ταύτην διαιροῦντας, συγχέομεν δὲ πάλιν, τοὺς σύγχυσιν τολμῶντας, κατὰ ταύτης, ἣν μεγαλύνομεν.

ᾨδὴ θˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος βαρὺς

Μήτηρ Θεοῦ καὶ Παρθένος

Φῶς ἐκ φωτός, Πατρικῆς ἀπαύγασμα δόξης, ἀχρόνως ἐκλάμψαν, ὡς ἐν σκότει τῷ βίω, τῷ ἀνθρωπίνῳ Χριστὸς ἔλαμψε, καὶ τὸ διῶκον ἀπήλασε σκότος, ὃν ἀκαταπαύστως οἱ πιστοὶ μεγαλύνομεν. Πάθη σαρκός, καὶ ἰσχὺν Θεότητος, ἐν Χριστῷ καθορῶντες, οἱ φρονοῦντες τὴν μίαν, σύνθετον φύσιν αἰσχυνέσθωσαν· ὁ γὰρ αὐτὸς ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ τοῦ παντὸς Δημιουργὸς ἐξανίσταται. Θεοτοκίον Πλήν σου Θεόν, οὐ γινώσκω ἕτερον, ἡ Ἐκκλησία βοᾷ σοι, ἐξ ἐθνῶν με ἀπίστων, οἰκείαν νύμφην ἐκλεξάμενον· δίδου οὖν Λόγε πιστοῖς σωτηρίαν, σὲ τῆς κυησάσης πρεσβείαις, ὡς εὔσπλαγχνος.

ᾨδὴ θˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος βαρὺς

Μήτηρ Θεοῦ καὶ Παρθένος

Χαρᾶς ἡμῖν αἰωνίου πρόξενος, καὶ εὐφροσύνης ἐδείχθης, ἀειπάρθενε Κόρη, τὸν Λυτρωτὴν κυοφορήσασα, τὸν ἀληθείᾳ καὶ Πνεύματι θείῳ, τοὺς αὐτὸν τιμῶντας, ὡς Θεὸν ἐκλυτρούμενον. Ψάλλων Δαυῒδ σὸς προπάτωρ Πάναγνε, σὲ κιβωτὸν ὀνομάζει, ἁγιάσματος θείου, ὑπερφυῶς Θεὸν χωρήσασαν, τὸν ἐν πατρῴοις καθήμενον κόλποις, ὃν ἀκαταπαύστως οἱ πιστοὶ μεγαλύνομεν. Ὡς ἀληθῶς ὑπερτέρα πέφυκας, πάσης τῆς κτίσεως Κόρη· τὸν γὰρ κτίστην τῶν ὅλων, σωματικῶς ἡμῖν ἐγέννησας· ὅθεν ὡς Μήτηρ τοῦ μόνου Δεσπότου, φέρεις κατὰ πάντων ἀρχικῶς τὸ ἐκνίκημα.

ΑΙΝΟΙ

Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος βαρὺς

Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

ΨΑΛΜΟΣ ΡΝˊ (150) Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ἦχος βαρὺς

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ἦχος βαρὺς

Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἦχος βαρὺς

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, διˊ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωμεν, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἕτερα Στιχηρά, Ἀνατολικά.

Ἦχος βαρὺς

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ θανάτου τὸ κράτος κατήργησας, τῇ κραταιᾷ δυνάμει σου, καὶ συνήγειρας νεκρούς, τοὺς ἀπˊ αἰῶνος ἐν σκότει καθεύδοντας, τῇ θείᾳ καὶ ἐνδόξῳ Ἀναστάσει σου, ὡς Βασιλεὺς τοῦ παντός, καὶ Θεὸς παντοδύναμος.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἦχος βαρὺς

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, καὶ εὐφρανθῶμεν ἐν τῇ Ἀναστάσει αὐτοῦ ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσατο τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Ἦχος βαρὺς

Ἐξαστράπτων Ἄγγελος, ἐν τῷ λίθῳ ἐκάθητο τοῦ Ζωοδόχου μνήματος, καὶ Γυναιξὶ Μυροφόροις εὐηγγελίζετο λέγων· Ἀνέστη ὁ Κύριος, καθὼς προεῖπεν ὑμῖν, ἀπαγγείλατε τοῖς Μαθηταῖς αὐτοῦ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, τῷ δὲ κόσμῳ παρέχει, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Ἦχος βαρὺς

Τί ἀπεδοκιμάσατε τὸν λίθον τὸν ἀκρογωνιαῖον, ὦ παράνομοι Ἰουδαῖοι; Οὗτός ἐστιν ὁ λίθος, ὃν ἔθετο ὁ Θεὸς ἐν Σιών, ὁ ἐκ πέτρας πηγάσας ἐν ἐρήμῳ τὸ ὕδωρ, καὶ ἡμῖν ἀναβλύζων ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀθανασίαν, οὗτός ἐστιν ὁ λίθος, ὁ ἐξ ὄρους Παρθενικοῦ ἀποτμηθείς, ἄνευ θελήματος ἀνδρός, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἐρχόμενος ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, πρὸς τὸν Παλαιὸν τῶν ἡμερῶν, καθὼς εἶπε Δανιήλ, καὶ αἰώνιος αὐτοῦ ἡ Βασιλεία.

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Ἦχος βαρὺς Οἱ Μακαρισμοὶ Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστὀς ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ἐν τῷ Σταυρῷ ὑψωθεὶς οἰκτίρμον, τοῦ Ἀδὰμ τὸ χειρόγραφον, τῆς πάλαι ἁμαρτίας ἐξήλειψας, καὶ ἔσωσας ἐκ πλάνης, ἄπαν τὸ γένος τῶν βροτῶν· ὅθεν ἀνυμνοῦμέν σε, εὐεργέτα Κύριε. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Προσήλωσας ἐν Σταυρῷ Οἰκτίρμον, τὰς ἡμῶν ἁμαρτίας Χριστέ, καὶ τῷ σῷ θανάτῳ, τὸν θάνατον ἐνέκρωσας, ἐγείρας τοὺς τεθνεῶτας ἐκ νεκρῶν· ὅθεν προσκυνοῦμέν σου, τὴν σεπτὴν Ἀνάστασιν. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐξέχεε τὸν ἰὸν ὁ ὄφις, ἀκοαῖς ταῖς τῆς Εὔας ποτέ, Χριστὸς δὲ ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ἐπήγασε τῷ κόσμῳ, τῆς ζωῆς τὸν γλυκασμόν. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἐν μνήματι ὡς θνητὸς ἐτέθης, ἡ ζωὴ τῶν ἁπάντων Χριστέ, καὶ ἔθλασας τοῦ ᾅδου τοὺς μοχλούς, καὶ ἀναστὰς ἐν δόξῃ, τριήμερος ὡς δυνατός, πάντας κατεφώτισας. Δόξα τῇ ἐγέρσει σου. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ὁ Κύριος ἀναστὰς τριήμερος ἐκ νεκρῶν, ἐδωρήσατο εἰρήνην τὴν ἰδίαν τοῖς μαθηταῖς, καὶ τούτους εὐλογήσας, ἐξαπέστειλεν εἰπών· Πάντας προσαγάγετε, εἰς τήν Βασιλείαν μου. Δόξα... Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱὸς καὶ Λόγος, φῶς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλˊ ἓν φῶς τὰ τρία· εἷς γὰρ Θεός, ἐν τρισὶ μὲν προσώποις, μιᾷ δὲ φύσει καὶ ἀρχῇ, ἄτμητος, ἀσύγχυτος, πέλων προαιώνιος. Καὶ νῦν... Θεοτοκίον Ἐκύησας τὸν Υἱὸν καὶ Λόγον τοῦ Πατρός, ἐν σαρκὶ ἐπὶ γῆς, ὡς οἶδε Θεοτόκε ὁ αὐτός· διὸ Παρθενομῆτορ, οἱ θεωθέντες διὰ σοῦ· Χαῖρέ σοι κραυγάζομεν, τῶν Χριστιανῶν ἡ ἐλπίς.

ΔΕΥΤΕΡΑ ΒΑΡΥΣ ΗΧΟΣ

Στιχηρὰ Κατανυκτικὰ Δεσποτικά, Ἦχος βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Ἆρόν σου ὦ ψυχή μου τὸ ὄμμα, καὶ Θεοῦ ἐνατένισον, τῇ οἰκονομίᾳ, καὶ τῇ εὐσπλαγχνίᾳ, πῶς οὐρανοὺς κλίνας, ἦλθεν ἐπὶ γῆς, ἵνα ὑψώσῃ σε ἐκ τῆς ταλαιπωρίας σου, τῶν παθῶν, καὶ στήσῃ σε, ἐν πέτρᾳ τῆς πίστεως, βαβαὶ φρικτοῦ θαύματος! Δόξα τῇ κενώσει σου Φιλάνθρωπε.

Βλέψον σου τὰ παράνομα ἔργα, ὦ ψυχή μου, καὶ θαύμασον, πῶς σε γῆ βαστάζει, καὶ σκηπτὸς οὐ φλέγει; πῶς ἄγριοι θῆρες οὐκ ἐσθίουσί σε; πῶς δὲ καὶ ὁ Ἥλιος ὁ ἄδυτος, ἐλλάμπων σοι, ἀεὶ οὐκ ἐπαύσατο; ἀνάστα, μετανόησον, βόησον πρὸς Κύριον. Ἥμαρτόν σοι ἥμαρτον, ἐλέησόν με.

Ἔχοντες ἐπὶ σοὶ τὰς ἐλπίδας, παντοδύναμε Κύριε, σὲ ἐκδυσωποῦμεν, παντοίων κινδύνων, παθῶν τε τῆς ζάλης ἡμᾶς ἐκλυτροῦσθαι, ὅπως τὴν ζωὴν ἡμῶν εἰρηνικῶς διάγωμεν, καὶ ἐν καθαρότητι, βιώσαντες, εὕρωμεν, ἐν ἡμέρᾳ κρίσεως, εὐμενῆ σε Δεσπότην καὶ ἵλεων.

Στιχηρά τῶν Ἀσωμάτων, Ἦχος βαρὺς

Φλόγα πυρὸς τοὺς Ἀγγέλους (Πρὸς τὸ ξύλον ζωῆς)

Φλόγα πυρὸς τοὺς Ἀγγέλους, Χριστὲ ἀπειργάσω, τούτων ἡμῖν τὸ θερμὸν ὑπεμφαίνων, καὶ πνεῦμα πάλιν τὸ ταχὺ διαγράφων. Παντοδύναμε Κύριε, δόξα σοι.

Σῶσον ἡμᾶς προστασίαις, Κύριε τῶν Ἀγγέλων, πλῦνον ἡμῶν τῶν πταισμάτων τὸν ῥύπον, τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξαλείφων, ἵνα κράζωμεν, Κύριε δόξα σοι.

Τὰ Σεραφείμ, Χερουβείμ, Ἄγγελοι καὶ Δυνάμεις, θρόνοι, Ἀρχαί, Κυριότητες πᾶσαι, σὺν Ἀρχαγγέλοις καὶ λαμπραῖς Ἐξουσίαις, σοὶ κραυγάζουσι, Κύριε δόξα σοι.

Θεοτοκίον, Ἦχος βαρὺς

Φλόγα πυρὸς τοὺς Ἀγγέλους (Πρὸς τὸ ξύλον ζωῆς)

Σοὶ τῇ Μητρὶ τοῦ Θεοῦ, Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἀναβοᾷ, γηγενῶν πᾶσα φύσις, ὡς σωτηρίας τῆς αὐτῶν γενομένη, Θεοτόκε προξένῳ τῷ τόκῳ σου.

Ἀπόστιχα Κατανυκτικά, Ἦχος βαρὺς

Ὡς ὁ ἄσωτος Υἱός, ἦλθον κᾀγὼ Οἰκτίρμον, δέξαι με προσπίπτοντα, ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ὡς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κᾀγὼ περιέπεσα, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω ὁ ὑπεύθυνος ἐγώ, εἰμὴ πρὸς σὲ τὸν Εὔσπλαγχνον, τῶν ψυχῶν τὸν ἰατρόν. Ἐπίχεε ἐπˊ ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν, Ἦχος βαρὺς

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.

Θεοτοκίον, Ἦχος βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Τάγματα ὑπερέβης Ἀγγέλων, ὡς Θεὸν σωματώσασα, ἐγὼ δὲ τοὺς πάντας νικήσας ἁμαρτίαις, οἴμοι! δέδοικα, καὶ τρέμω· ὅθεν οὐδαμῶς ἀποτολμῶ παρακαλέσαι σε, Θεοτόκε Δέσποινα· σὺ οὖν μὴ παρίδῃς με, ἀλλὰ σπεῦσον σῶσόν με, ὁδὸν εἰς εὐθεῖαν ὁδηγοῦσά με.

Μετὰ τὴν αˊ Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ

Ἦχος βαρὺς

Ἔχουσα ψυχή μου, τὸ ἰατρεῖον τῆς μετανοίας, πρόσελθε προσπίπτουσα, ἐν στεναγμοῖς κραυγάζουσα, τῷ ἰατρῷ ψυχῶν τε καὶ σωμάτων. Ἐλευθέρωσόν με φιλάνθρωπε, ἐκ τῶν ἐμῶν πλημμελημάτων, συναρίθμησόν με τῇ Πόρνῃ, καὶ τῷ Λῃστῇ καὶ τῷ Τελώνῃ, καὶ δώρησαί μοι ὁ Θεός, τῶν ἀνομιῶν μου τὴν συγχώρησιν, καὶ σῶσόν με. Τοῦ Τελώνου τὴν μετάνοιαν οὐκ ἐζήλωσα, καὶ τῆς Πόρνης τὰ δάκρυα οὐ κέκτημαι· ἀπορῶ γὰρ ἐκ πωρώσεως, τῆς τοιαύτης διορθώσεως, ἀλλὰ τῇ σῇ εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεός, σῶσόν με ὡς Φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου, δυσώπει, σὺν ταῖς ἄνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοῖς πιστῶς σε δοξάζουσι.

Μετὰ τὴν βˊ Στιχολογίαν ἕτερα Καθίσματα

Ἦχος βαρὺς

Ὁ τοῦ Πέτρου τὴν ἄρνησιν, τοῖς δάκρυσι καθαρίσας, καὶ τοῦ Τελώνου τὰ πταίσματα, ἐν στεναγμῷ συγχωρήσας, φιλάνθρωπε Κύριε ἐλέησόν με. Ἑτοιμάζου ψυχή, μου ἐν τῇ ζωή σου, πρὸς τὴν μέλλουσαν ζωὴν μὴ ταραχθῆναι· ἐκεῖ γὰρ οὐδεὶς ὁ βοηθῶν, οὐ πλοῦτος, οὐ δύναμις, οὐ φίλοι οὐκ ἄρχοντες, ἀλλˊ ἡ τῶν ἔργων ἐπίδειξις, καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τιμιωτέρα τῶν ἐνδόξων Χερουβεὶμ ὑπάρχεις, Παναγία Παρθένε· ἐκεῖνα γὰρ τὴν θείαν, μὴ φέροντα ἔλλαμψιν, πτέρυξι κεκαλυμμένῳ προσώπῳ, τὴν λειτουργίαν ἐπιτελοῦσιν, αὐτὴ δὲ σεσαρκωμένον τὸν Λόγον, αὐτόπτως ὁρῶσα φέρεις, ὃν ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα ἕτερα

Ἦχος βαρὺς

Ὁ τοῦ Πέτρου προσδεξάμενος τὰ δάκρυα, καὶ Τελώνην στενάξαντα ἐκ βαθέων δικαιώσας, κᾀμὲ ἐν μετανοίᾳ προσπίπτοντα, οἰκτείρησον Σωτήρ, καὶ σῶσόν με. Μαρτυρικὸν Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δωρηθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὑπερέβης τὰς Δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Κανὼν Κατανυκτικὸς Ποίημα Ἰωσὴφ ᾨδὴ αˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τῷ συνεργήσαντι Θεῷ, Μωϋσῇ ἐν Αἰγύπτω, ἐξαγαγεῖν τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Ἐν τῷ πελάγει τῶν δεινῶν, ἐμπεσὼν ἐκβοῶ σοι· Χεῖρά μοι ἔκτεινον, Οἰκτίρμον καὶ σῶσόν με, ὡς τὸν Πέτρον φιλάνθρωπε. Μετανοοῦντά με Χριστέ, ὡς τὴν Πόρνην, πταισμάτων πολλῶν ἀπόπλυνον, ῥοπῇ τοῦ ἐλέους σου, ἵνα πίστει δοξάζω σε. Μαρτυρικὰ Ὁ τοὺς Ἁγίους σου Χριστέ, τῇ χωνείᾳ λαμπρύνας, πολυειδῶν αἰκισμῶν, αὐτῶν παρακλήσεσι, σκοτασμοῦ παθῶν ῥῦσαί με. Ὑπομονῇ τῶν αἰκισμῶν, καθαρθέντες ἡλίου, πλέον ἐξέλαμψαν, οἱ ἅγιοι Μάρτυρες, καὶ τὴν πλάνην ἠμαύρωσαν. Θεοτοκίον Ἡ προστασία τῶν πιστῶν, ἡ τῶν ἁμαρτανόντων, ἐπιστροφὴ πρὸς Θεόν, Παρθένε πανάμωμε, τῇ πρεσβείᾳ σου σῶσόν με.

Κανὼν τῶν Ἀσωμάτων, οὗ ἡ Ἀκροστιχὶς Ἀσωμάτοις ἔπαινον ἕβδομον φέρω Ποίημα Θεοφάνους ᾨδὴ αˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τῷ ἐκτινάξαντι Θεῷ, τὸν Φαραὼ ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται. Ἀπειροδύναμε Χριστέ, τῷ σῷ φωτὶ καταυγάσας μου τὸν νοῦν, τοὺς Ἀγγέλους σου ὑμνεῖν ἔμπνευσον, ὅτι δεδόξασαι. Σταθηρὰν ἔχοντες αὐγήν, θεαρχικῆς προϊοῦσαν ἐκ πηγῆς, ἐπουράνιοι Χοροί, ᾄσμασι Χριστὸν γεραίρουσιν. Θεοτοκίον Ὡραιωθεῖσάν σε Ἁγνή, ταῖς θεϊκαῖς ἀγλαΐαις οἱ πιστοί, ἐπιστάμενοι σαφῶς, Χαῖρέ σοι πάντες κραυγάζομεν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὁ στερεώσας τῷ λόγῳ σου τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται, στερέωσον καὶ ἡμῶν τὴν διάνοιαν, εἰς τὸν φόβον σου Κύριε. Νυκτὶ ἀτόπων κατεσχέθην ἁμαρτημάτων, φωτὶ μετανοίας με νῦν καταύγασον, Φωτοδότα φιλάνθρωπε, ἵνα πίστει δοξάζω σε. Αἱ τρίβοι πᾶσαι, ἃς διώδευσα ἐν τῷ βίῳ, ἐν βαράθροις ἡδονῶν με κατεκρήμνισαν, Ἰησοῦ μετανοίας μοι, θείας τρίβους ὑπόδειξον. Μαρτυρικὰ Γενναιοφρόνως διανύσαντες τὸν ἀγῶνα, ἐπάθλων οὐρανίων ἠξιώθητε, παναοίδιμοι μάρτυρες, ὑπὲρ πάντων πρεσβεύοντες. Μυρίους πόνους ὑπομείναντες ἀθλοφόροι, μυρίων ἀγαθῶν ἠξιώθητε, μυριάσιν ἑνούμενοι, ἀσωμάτων Δυνάμεων. Θεοτοκίον Μόνη τεκοῦσα τὸν οὐράνιον Βασιλέα, Παρθένε ἐν ἐμοὶ τὴν βασιλεύουσαν, ἁμαρτίαν κατάβαλε, καὶ οἰκτείρασα σῶσόν με.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ἐστερεώθη τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ ἀπαύστως ἐν ὕμνοις, βοᾷ μελῳδοῦσα· Ἅγιος εἶ Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. Μεσῖται θείας χρηματίζοντες ἐκφαντορίας, χοροὶ Ἀγγέλων ἀΰλως, κραυγάζετε πάντες· Ἅγιος εἶ Κύριε, ὁ μόνος παντοδύναμος. Ἀγάπης νόμῳ τὰς θείας, Ἀρχάγγελοι ἐμφάσεις, διαδιδόντες εὐρύθμως, Χριστῷ μελῳδεῖτε· Ἅγιος εἶ Κύριε, ὁ μόνος παντοδύναμος. Τῆς πρώτης αἴγλης, δευτέρας λαμπρότητος ζηλοῦντες, οἱ εὐσεβοῦντες συμφώνως, Χριστῷ μελῳδοῦσιν· Ἅγιος εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Ὁ ἐκ μὴ ὄντων τὰ πάντα, παραγαγὼν βουλήσει, ἐκ σοῦ Παρθένε τὴν σάρκα, δανείζεται Λόγος, ἄνθρωπος γενόμενος, διˊ οἶκτον ὁ φιλάνθρωπος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ἐκάλυψεν οὐρανοὺς Χριστὲ ὁ Θεός, ἐν τῇ σῇ οἰκονομίᾳ, ἡ ἀρετὴ τῆς ἀφράστου, σοφίας σου Φιλάνθρωπε. Ὁ θέλων πάντας Οἰκτίρμον σῴζεσθαι, σῶσόν με τὸν παραβάντα, σοῦ τὰ προστάγματα Λόγε, καὶ μὴ ἐξουδενώσῃς με. Ὑπέκυψα τοῖς ἀλόγοις πάθεσι, καὶ τοῖς κτήνεσιν ὁ τάλας, ἐξωμοιώθην, Οἰκτίρμον, Λόγε Θεοῦ οἴκτειρον. Μαρτυρικὰ Στρεβλούμενοι καὶ πυρὶ καιόμενοι, κατεφλέξατε τὴν πλάνην, ἀναπτόμενοι τῷ ζήλῳ τῆς εὐσεβείας μάρτυρες. Παράδεισος νοητὸς ἐδείχθητε, μέσον ἔχοντες τὸ ξύλον, τὸ τῆς ζωῆς μακάριοι, Χριστὸν τὸν φυτουργὸν τοῦ παντός. Θεοτοκίον Παρθένε ἁγνὴ θεοχαρίτωτε, χαριτώσασα τὸν νοῦν μου, τοῦ σκοτασμοῦ τῆς ἀγνοίας, τελείως ἐλευθέρωσον.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ἀκήκοα τὴν ἀκοήν σου Κύριε, ὅτι ὤφθης ἐπὶ γῆς, διὰ τὸ σῶσαι ἡμᾶς. Διὸ βοῶ σοι· Δόξα τῇ δυνάμει σου Κύριε. Ἰάσασθε τὰ τῆς ψυχῆς μου τραύματα, παριστάμενοι Χριστῷ ὡς λειτουργοὶ ἐκλεκτοί, χοροὶ Ἀγγέλων, τοῦτον ἱκετεύοντες. Στρατεύματα τῶν Ἀσωμάτων Κύριε, τὸν σὸν θρόνον εὐλαβῶς, περικυκλοῦντα τρανῶς, ἀεὶ βοῶσι· Δόξα τῇ δυνάμει σου Κύριε. Ἐξέστησαν τὰ τῶν Ἀγγέλων τάγματα, καθορῶντά σε Χριστέ, μετὰ σαρκὸς ἐπὶ γῆς, θνητοῖς ἀνθρώποις ἀναστρεφόμενον. Θεοτοκίον Πανύμνητε καὶ Θεομῆτορ ἄχραντε, ἡ τεκοῦσα τὸν Θεόν, ἀνερμηνεύτως σαρκί, σὲ δυσωποῦμεν, πρέσβευε σωθῆναι ἡμᾶς.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Οἱ ὀρθρίζοντες Λόγε, εἰς δόξαν σὴν καὶ αἶνον, ἀνυμνοῦμεν ἀπαύστως, τὸν τύπον τοῦ Σταυροῦ σου, ὂν ἔδωκας ἡμῖν, ὅπλον εἰς βοήθειαν. Ῥαθυμίᾳ τὸν βίον, ἀνήλωσα καὶ τρέμω, τὸ ἀλάθητον βῆμα, ἐν ᾧ κριθῆναι μέλλω, ὁ ἄσωτος ἐγώ, οἴκτειρόν με Κύριε. Ὁ τὰ ὄμματα Λόγε, τὰ τῶν τυφλῶν φωτίσας, τῆς ψυχῆς μου τὰς κόρας, δεινῶς ἀμαυρωθείσας, διάνοιξον ὁρᾷν, φῶς τῶν προσταγμάτων σου. Μαρτυρικὰ Σταθηρᾷ διανοίᾳ, Χριστὸν ὁμολογοῦντες, ὑπεμείνατε πᾶσαν, βασάνων ἀλγηδόνα, γενναῖοι ἀθληταί· ὅθεν μακαρίζεσθε. Διαπλεύσαντες πᾶσαν, βασάνων τρικυμίαν, προσωρμίσθητε ὅρμῳ, τῆς ἄνω Βασιλείας, γαλήνης ἀλnθοῦς, μάρτυρες πληρούμενοι. Θεοτοκίον Διὰ σοῦ Παναγία, ποιήσας μεγαλεῖα, ὁ Θεὸς ὑπὲρ λόγον, ἐκ σοῦ ἐσωματώθη· αὐτὸν οὖν ἐκτενῶς, ὑπὲρ πάντων πρέσβευε.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ εˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Πρὸς σὲ ὀρθρίζω καὶ σοὶ κραυγάζω εὔσπλαγχνε Κύριε τὴν ἐσκοτισμένην ἁμαρτίαις μου ψυχὴν τῷ φωτὶ καταυγάσας τῶν ἐντολῶν σου καθοδήγησον. Ἁγιωτάτοις, καὶ πολυφθόγγοις στόμασιν ᾄδουσι, τὴν ὑπεράρχιον καὶ ὑπέρθεον Ἀρχήν, Σεραφεὶμ ταῖς ἀΰλοις, φωτοχυσίαις πυρσευόμενοι. Ἱερωτάταις, ὄψεις καὶ πόδας πτέρυξι σκέπονται, θείαν λαμπηδόνα μὴ τολμῶντες καθορᾶν, Χερουβεὶμ τῆς σοφίας, τῆς ὑπερθέου καταγώγια. Νοήσει θείᾳ, καὶ πανολβίῳ θρόνοι οἱ ἔνδοξοι, ταῖς ὡραιοτάταις ἐντρυφῶντες ἀστραπαῖς, θεωροὶ τῶν ἀρρήτων, ὑπερκοσμίως ἀναδείκνυσθε. Θεοτοκίον Ὁ Νοῦς ὁ θεῖος, τῷ ἀνθρωπίνῳ Πάναγνε μίγνυται, ἐν τῇ παναχράντῳ καὶ πανάγνῳ σου γαστρί, ἑνωθεὶς ἀσυγχύτως, ἀναλλλοιώτως καθˊ ὑπόστασιν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Ἐκύκλωσεν ἄβυσσός με πταισμάτων, κατέδυσεν εἰς βυθὸν ἁμαρτίας, ἀνάγαγέ με Λόγε, ὡς ποτὲ τὸν Ἰωνᾶν, ἐκ φθορᾶς πρὸς ζωήν. Χειμάζει με λογισμῶν τρικυμία, πρὸς ὅρμον με ἀληθοῦς μετανοίας, κυβέρνησον Οἰκτίρμον, ἐν γαλήνῃ συντηρῶν, τὴν καρδίαν μου. Μαρτυρικὰ Οἱ ἅγιοι, θυρεῷ ἀληθείας, σκεπόμενοι, τὰς ψευδεῖς τῶν τυράννων, ἐξέκλιναν θωπείας, καὶ θανόντες σὺν Χριστῷ βασιλεύουσιν. Ὑψούμενοι, πρὸς Θεὸν ἐν ἀγάπῃ, ἐμίσησαν τὴν τοῦ κόσμου φιλίαν, οἱ μάρτυρες καὶ φίλοι, τοῦ τῶν ὅλων ποιητοῦ ἐχρημάτισαν. Θεοτοκίον Ὑμνοῦμέν σε, ὑπερύμνητε Κόρη, κυήσασαν ὑπερύμνητον Λόγον, ὃν πᾶσαι αἱ Δυνάμεις, ἀνυμνοῦσιν οὐρανῶν, ἀσιγήτοις φωναῖς.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ὁ Ἰωνᾶς ἐκ κοιλίας

Νεανικῶς, ἀγλαΐαις τῆς Κυριαρχίας, ἀστράπτουσαι, καὶ τὴν ἄρρητον δόξαν, τὴν ταύτης ἀνυμνοῦσαι, Κυριότητες ἀεὶ διαδείκνυνται. Ἐρωτικῶς, δυναστείας τῆς ὑπερδυνάμου, τὴν δύναμιν, κατοπτεύουσαι θεῖαι, δυνάμεις, ἐν ἰσχύϊ, διαμένουσι σαφῶς δυναμούμεναι. Θεοτοκίον Βασιλικῆς, ἐκ φυλῆς προαχθεῖσα Παρθένε, γεγέννηκας ὑπὲρ φύσιν καὶ λόγον, τὸν πάντων Βασιλέα, καὶ παρθένος ἀληθῶς διετέλεσας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Κάμινον καιομένην, ἐδρόσισας Σωτήρ, Παῖδας δὲ διέσωσας, ὑμνοῦντας καὶ λέγοντας· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Θῦσον ψυχὴ θυσίαν, αἰνέσεως Θεῷ, σπεῦσον μετανόησον, ἐν ὅσῳ ἡ πανήγυρις, τοῦ βίου ἐστί, νῦν ἐμπορεύου, τῶν καλῶν τὴν ἐπίδοσιν. Ἐγγίζει τοῦ θανάτου, ψυχὴ ἡ ἐκτομή, καρποὺς ἀξίους ποίησον, ὅπως μὴ ὥσπερ ἄκαρπον, ἐκβληθήσῃ δένδρον, εἰς πῦρ γεέννης, καὶ θρηνήσῃς ἀνόνητα. Μαρτυρικὰ Οἱ ἅγιοι τὴν κάμινον, τῆς πλάνης τῶν αἱμάτων, τοῖς ὄμβροις κατασβέσαντες, ἐβόων ὡς οἱ Παῖδες· Εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Υἱοὶ φωτὸς γεγόνατε, φωτὶ τῷ ἀκροτάτῳ, ἀνακραθέντες μάρτυρες, καὶ πάντας τοὺς ἐν σκότει, φωταγωγεῖτε, καὶ τῆς ἀπάτης τὴν ἀχλὺν ἐκδιώκετε. Θεοτοκίον Βάτος σε προεικόνιζεν, Ἁγνή, μὴ φλεγομένη· τὸ πῦρ γὰρ ἀπεκύησας, τὸ ἄστεκτον Παρθένε· διὸ βοῶ σοι· Κατάφλεξόν μου, τὰ ὑλώδη παθήματα.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Κάμινον καιομένην

Δοξολογοῦσιν ἀκλινῶς, τὸν σὸν θρόνον περιεστῶσαι, παντοδύναμε Κύριε, αἳ ἔνδοξοι καὶ λαμπρόταται Ἐξουσίαι. Εὐλογητὸς εἶ κράζουσαι, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ὁλικωτάταις σε Ἀρχαί, προθυμίαις, περὶ τὴν μίαν ἀρχὴν ἀΰλως στρεφόμεναι, ἐν ἀκαταπαύστοις, δοξολογίαις. Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Μίαν ὑπόστασιν δυσίν, ἐν οὐσίαις Θεογεννῆτορ, Χριστὸν τὸν μόνον φιλάνθρωπον, τὴν φρικτὴν ἐκτελοῦντα οἰκονομίαν, ἄνευ σπορᾶς γεγέννηκας, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι, οἱ τοῦ Πνεύματος τὴν δρόσον δεξάμενοι, ἐν πίστει κραυγάζομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Λόγον ὡς λύχνον φαίνοντα εἴληφα, ἀλλˊ ὡς ἄνους τοῖς ἀλόγοις ὑπέκυψα, ὁ ἄθλιος πάθεσι, καὶ ἐν σκότει, κακίας πορεύομαι πάντοτε. Ὁ Κύριος ἐγγὺς ὡς πιστεύομεν, μερίμνησον ψυχή μου καὶ μὴ κάθευδε, ἀγρύπνησον βόησον ἐγρηγόρως, Οἰκτίρμον φιλάνθρωπε σῶσόν με. Μαρτυρικὰ Γευσάμενοι ἐνθέου γλυκύτητος, πικρίαν τῶν ἀλγεινῶν ὑπεμείνατε, καὶ νῦν ἐνηδύνεσθε, θειοτάταις τοῦ Λόγου μεθέξεσι Μάρτυρες. Εἰσήλθετε πρὸς θείαν κατάπαυσιν, ἐτύχετε καλῶν ὧν ἠλπίζετε, πανεύφημοι Μάρτυρες· διὰ τοῦτο ἀξίως ὑμᾶς μακαρίζομεν. Θεοτοκίον Ἐλύθη τῆς κατάρας τῷ τόκῳ σου, Παρθένε τὸ ἀνθρώπινον φύραμα· τὸν γὰρ Παντευλόγητον, εὐλογίαις τὰ πάντα κοσμοῦντα, ἐκύησας.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὂν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Οἱ πᾶσαν ἔφεσιν, πρός, Θεὸν μεταθέντες, καὶ ταῖς ἐκεῖθεν ἐντρυφῶντες ἀκτῖσιν, Ἀρχάγγελοι, τοῖς ὑμᾶς ἀνυμνοῦσιν, αἰτεῖσθε ἐκτενῶς, συγχώρησιν πταισμάτων, δοθῆναι εἰς αἰῶνας. Νόες ὑπάρχοντες, καθαρώτατοι πάσης, ἀπηλλαγμένοι ὑλικῆς προσπαθείας, ὦ Ἄγγελοι, διασώσατε πάντας, τοὺς πόθῳ σὺν ὑμῖν, Χριστὸν ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Φῶς τὸ ἀπρόσιτον, Θεοτόκε Παρθένε, ἐν τῇ γαστρί σου δεξαμένη ἀφράστως, ἐφώτισας τοὺς ἐν σκότει τοῦ βίου, δοξάζειν εὐσεβῶς, Χριστὸν τὸν προελθόντα, ἐκ σοῦ ἀνερμηνεύτως.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην, ᾄσμασι μυστικοῖς, οἱ πιστοὶ μεγαλύνομεν. Ἰδοὺ ἡ κρίσις ἐγγίζει, καὶ κατακρίσεως ἔργα, κτησάμενος, ἐμαυτόν, ἀπογινώσκω, Δικαιοκρῖτα Χριστὲ ὁ Θεός, μὴ κατακρίνῃς με. Ὡς ἡ πιστὴ Χαναναία, Ἐλέησόν με, βοῶ σοι· ὡς τὴν συγκύπτουσαν πρὶν ἀνόρθωσόν με, τοῦ βηματίζειν ὀρθῶς, πρὸς τὰς τρίβους σου φιλάνθρωπε. Μαρτυρικὰ Συναπεκδύσασθε πᾶσαν τῷ ἱματίῳ κακίαν, καὶ ἐπενδύσει σφοδρῶν μαστίγων, δόξης καταστολήν, ἑαυτόῖς Ἀθληταὶ προεξενήσατε. Ἡ θεία χώρα τῶν ζώντων, Σιὼν ἡ ἄνω τε πόλις, τῶν πρωτοτόκων, ὑμᾶς λελαμπρυσμένους, ταῖς καλλοναῖς Ἀθληταί, τῶν ἀγώνων ὑπεδέξατο. Θεοτοκίον Φωτιστικαῖς φρυκτωρίαις, τοῦ ἀνατείλαντος Λόγου, ἐκ σου Παρθένε ἁγνὴ καταύγασόν με, ἁμαρτιῶν καὶ παθῶν, ἐν τῷ σκότει καλυπτόμενον.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ θˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα, ἡ τὸν ἄναρχον Λόγον ἀσπόρως συλλαβοῦσα, καὶ σεσαρκωμενον Θεόν, τεκοῦσα τοῖς ἀνθρώποις, ᾠδαῖς πάντες σε πιστοὶ μεγαλύνομεν. Ἐλλάμψεσι, θεαρχικῆς φωτοχυσίας, ἐνηδόμεναι πᾶσαι, χορεῖαι τῶν Ἀγγέλων, τὸν δεδοξασμένον Θεόν, ἀπαύστως ἀνυμνοῦσι, καὶ δοξάζουσιν ἀεὶ μεγαλύνοντες. Ῥυσθῆναί με, τῆς τῶν παθῶν ἐπικρατείας, ὦ Χερουβείμ, Σεραφείμ, Δυνάμεις, Ἐξουσίαι, Ἄγγελοι, Ἀρχάγγελοι, Ἀρχαί, θρόνοι τε ὁμοῦ, καὶ Κυριότητες Χριστὸν ἱκετεύσατε. Θεοτοκίον Ὡς Μήτηρ νῦν, πρὸς τὸν Υἱόν σου Θεοτόκε, παρρησίᾳ χρωμένη, τοὺς πόθῳ σε ὑμνοῦντας, ῥῦσαι ἐκ πταισμάτων, καὶ νόσων καὶ κινδύνων, ἵνα πάντες σε ἀεὶ μεγαλύνωμεν.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος βαρὺς

Ὡς τὴν συκῆν τὴν ἄκαρπον, μὴ ἐκκόψῃς με Σωτὴρ τὸν ἁμαρτωλόν, ἀλλˊ ἐπὶ πολλῷ τῷ ἔτει, συγχώρησίν μοι δώρησαι, ἀρδεύων μου τὴν ψυχήν, τοῖς δάκρυσι τῆς μετανοίας, ἵνα κᾀγὼ καρπὸν προσενέγκω σοι ἐλεημοσύνης.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ὡς Ἥλιος ὑπάρχων δικαιοσύνης, φωταγώγησον τὰς καρδίας τῶν σοὶ βοώντων, Κύριε δόξα σοι.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος βαρὺς

Τὴν μνήμην τῶν ἁγίων σου, ἀθλοφόρων ἑορτάζοντες, σὲ ἀνυμνοῦμεν, Κύριε δόξα σοι.

Θεοτοκίον, Ἦχος βαρὺς

Τὸ Χαῖρέ σοι προσάγομεν Θεοτόκε· τῶν Ἀγγέλων γὰρ ἀνωτέρα ἐδείχθης, Θεὸν κυήσασα.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βαρὺς

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστὀς ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὡς ἡ πιστὴ Χαναναία κράζω, ἐν ὀδύνῃ τῆς καρδίας μου. Ἐλέησόν με Σωτήρ, ὡς ἀγαθός· καὶ γὰρ ψυχὴν ἀπάσαις, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ, ἔχω κινδυνεύουσαν, καὶ χειμαζομένην δεινοῖς. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τὰ Χερουβείμ, Σεραφεὶμ καὶ θρόνοι, Ἀρχαὶ καὶ Δυνάμεις ἀεί, Ἀρχάγγελοι, Ἀγγέλων αἱ στρατιαί, καὶ τῶν Κυριοτήτων, καὶ σοφῶν Ἐξουσιών, δῆμοι σε, δοξάζουσιν, εὐεργέτα Κύριε. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τὰς τοῦ ἐχθροῦ, πονηρὰς ἐπάρσεις, πρὸς Θεὸν ἀνυψούμενοι, κατέρραξαν τελείως οἱ ἀθληταί, καὶ νικηταὶ ὀφθέντες, ἐν χαρᾷ τοὺς οὐρανούς, νῦν περιπολεύουσι, δόξῃ ἀπαστράπτοντες. Δόξα... Τὸν ἄναρχον, προσκυνῶ Πατέρα, σὺν Υἱῷ καὶ τῷ Πνεύματι, τὴν ἄκτιστον οὐσίαν καὶ συμφυῆ, τὴν κτίσασαν τὰ πάντα, ἐκ τοῦ μὴ ὄντως θεουργῶς, ἥτις καὶ Τριάς ἐστι, καὶ Μονὰς γνωρίζεται. Καὶ νῦν... Θεοτοκίον Ταῖς ἡδοναῖς μολυνθεὶς τοῦ βίου, ἐπὶ σὲ τὴν ἀμόλυντον, κατέφυγον Παρθένον, μώμου παντός, καὶ ἐγκλημάτων ῥῦσαι, τὴν παναθλίαν μου ψυχήν, ὅπως μακαρίζω σε, τὴν Ἀειμακάριστον.

ΤΡΙΤΗ ΒΑΡΥΣ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Δέσποτα καὶ Θεὲ πανοικτίρμον, οἷς ἐπίστασαι κρίμασι, δός μοι ἐν καρδίᾳ, τὸν σὸν φόβον ἔχειν, δός μοι τὸ φιλεῖν σε, ἐξ ὅλης ψυχῆς μου, δός μοι τὸ μυσάττεσθαι, τὰς πράξεις τοῦ ἀλάστορος, καὶ ποιεῖν τὸ θέλημα, τὸ σὸν τὸ σωτήριον· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ὁ εἰπών· Αἰτεῖτε καὶ λαμβάνετε.

Γέγονα τῶν δαιμόνων μὲν γέλως, τῶν ἀνθρώπων δὲ ὄνειδος, τῶν Δικαίων θρῆνος, τῶν Ἀγγέλων πένθος, μολυσμὸς ἀέρος, καὶ γῆς καὶ ὑδάτων· σῶμα γὰρ ἐμίανα, ψυχήν καὶ νοῦν ἐσπίλωσα, παραλόγοις πράξεσι, Θεῷ ἐχθρὸς πέφυκα, οἴμοι! Κύριε, ἥμαρτόν σοι, ἥμαρτον συγχώρησον.

Δέομαι ἐπˊ ἐμοὶ τῷ ἀκάρπῳ, μακροθύμησον Δέσποτα, καὶ μή με ἐκκόψῃς, ὡς ἄκαρπον δένδρον, τομῇ τοῦ θανάτου, εἰς πῦρ ἀποπέμπων, ἀλλὰ καρποφόρον με, ποιῆσαι παρακλήθητι, καιρὸν μετανοίας μοι, διδοὺς ὡς φιλάνθρωπος, ὅπως ἀπονίψω μου, τὰς πολλὰς Σωτήρ μου ἁμαρτίας Χριστέ.

Στιχηρὰ τοῦ Προδρόμου, Ἦχος βαρὺς

Καταφρονήσαντες

Νυμφοστολήσας τοῖς λόγοις, ἱερῶς τὴν Ἐκκλησίαν Χριστοῦ, προσηγάγου Σοφὲ ὡς νύμφην, πανάμωμον, καὶ ὑπήκοον ταύτην, τῷ Δεσπότῃ παρέστησας, ἀλλˊ ὡς ἔχων νῦν δυναστείαν, αὐτῆς ὑπεράσπισον, καὶ ὑπέρμαχος φάνηθι, ἀπὸ πάσης κακίας, τοῦ διαβόλου Παμμάκαρ λυτρούμενος.

Φῶς νοερὸν ἐπιλάμψας, τῇ ταπεινῇ ψυχῇ μου Πρόδρομε, ἐναποδίωξον αὐτῆς, ὁμίχλην τὴν ἅπασαν, ἡδονῶν ψυχοφθόρων, καὶ παθῶν τῶν τοῦ σώματος, καὶ ὡς ἔχων νῦν δυναστείαν, κᾀμοῦ ὑπεράσπισον, καὶ προστάτης μοι φάνηθι, ἀπὸ πάσης ἀνάγκης, καὶ περιστάσεως δεινῆς λυτρούμενος.

Ὦ Προφητῶν ἡ ἀκρότης, καὶ σφραγὶς τοῦ νόμου τοῦ τυπικοῦ, ὦ τῶν ἁπάντων γηγενῶν, μείζων ἁγιότης, ὦ Χριστοῦ παρουσίας, θεῖος Κήρυξ καὶ Πρόδρομος, ὦ Διδάσκαλε μετανοίας, ὦ ἁγνείας ἄγαλμα, τοὺς σοὺς δούλους περίσῳζε, ἀπὸ πάσης ἀνάγκης, καὶ περιστάσεως, ἡμᾶς λυτρούμενος.

Θεοτοκίον, Ἦχος βαρὺς

Χαῖρε Ἁγνή, τὸ σεπτὸν κειμήλιον παρθενίας. Χαῖρε σεμνή, ἐνδιαίτημα θεῖον. Χαῖρε Παρθένε, τῶν πιστῶν σωτηρία. Χαῖρε Δέσποινα, Νύμφη ἀνύμφευτε.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος βαρὺς

Ὡς ὁ Ἄσωτος υἱός, ἦλθον κᾀγὼ Οἰκτίρμον, δέξαι με προσπίπτοντα, ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ὡς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κᾀγὼ περιέπεσα, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω τοῦ θεραπευθῆναι, εἰ μὴ πρὸς Σὲ τὸν εὔσπλαγχνόν,τῶν ψυχῶν τὸν ἰατρόν; Ἐπίχεε ἐπˊ ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος βαρὺς

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχαὶς ἠμῶν.

Θεοτοκίον, Ἦχος βαρὺς

Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν, τῶν βοώντων σοι∙ Ἐλεῆμον Κύριε δόξα σοι.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ

Ἦχος βαρὺς

Ἔχουσα ψυχή μου, τὸ ἰατρεῖον τῆς μετανοίας, πρόσελθε προσπίπτουσα, ἐν στεναγμοῖς κραυγάζουσα, τῷ Ἰατρῷ ψυχῶν τε καὶ σωμάτων· Ἐλευθέρωσόν με φιλάνθρωπε, ἐκ τῶν ἐμῶν πλημμελημάτων, συναρίθμησόν με τῇ Πόρνῃ, καὶ τῷ Λῃστῇ καὶ τῷ Τελώνῃ, καὶ δώρησαί μοι ὁ Θεός, τῶν ἀνομιῶν μου τὴν συγχώρησιν, καὶ σῶσόν με. Τὸ πέλαγος τοῦ βίου, χειμάζει με Κύριε, τὰ κύματα τῶν ἀνομιῶν μου, βυθίζουσί με Δέσποτα, ἀλλˊ ἔκτεινόν σου τὴν χεῖρα, καὶ σῶσόν με, ὡς τὸν Πέτρον φιλάνθρωπε. Δόξα... Καὶ νῦν... Θεοτοκίον Προστασία θερμή, καὶ ἀντίληψις Χριστιανῶν, ὑπάρχεις Θεοτόκε ἀνύμφευτε∙ διὸ σὺν τῷ Προδρόμῳ, τὸν Υἱόν σου δυσώπησον, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα

Ἦχος βαρὺς

Τοῦ Τελώνου τὴν μετάνοιαν οὐκ ἐζήλωσα, καὶ τῆς Πόρνης τὰ δάκρυα οὐ κέκτημαι∙ ἀπορῶ γὰρ ἐκ πωρώσεως, τῆς τοιαύτης διορθώσεως∙ ἀλλὰ τῇ σῇ εὐσπλαγχνίᾳ ὁ Θεός, σῶσόν με ὡς φιλάνθρωπος. Ὁ τοῦ Πέτρου τὴν ἄρνησιν, τοῖς δάκρυσι καθαρίσας, καὶ τοῦ Τελώνου τὰ πταίσματα, τῷ στεναγμῷ συγχωρήσας, φιλάνθρωπε Κύριε ἐλέησόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Κύριε, ἡμεῖς ἐσμὲν λαός σου, καὶ πρόβατα νομῆς σου, πλανηθέντας ὡς ποιμήν, ἐπίστρεψον ἡμᾶς, σκορπισθέντας τῇ φθορᾷ, συνάγαγε ἡμᾶς, ἐλέησον τὴν ποίμνην σου Φιλάνθρωπε, σπλαγχνίσθητι ἐπὶ τὸν λαόν σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε ἀναμάρτητε.

Μετὰ τὴν γˊ Στιχολογίαν, ἕτερα

Ἦχος βαρὺς

Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, ἐλέους σου ὑσσώπῳ, σπλαγχνισθεὶς ὡς ἀγαθός, ἀπόπλυνον Σωτήρ, καὶ καθαρίσας μολυσμοῦ, τῆς ἰλύος τῶν παθῶν, ἐλέησόν με Δέσποτα, διάσωσον τὸ πλάσμα σου, πρεσβείαις τοῦ σοῦ Προδρόμου, μόνε Πολυέλεε. Μαρτυρικὸν Οἱ Ἅγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν∙ διὸ καὶ τοὺς στεφάνους, παρὰ σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὡς ἔχουσα τὸ συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ σκέπουσα τοὺς ἐπὶ γῆς, εἰς ἀπερίστατον λαόν, σπλαγχνίσθητι εὐλογημένη Θεοτόκε, ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολώμεθα δεινῶς, ἱκέτευε ὡς ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν, Παναγία Παρθένε.

Κανὼν Κατανυκτικός. Ποίημα Ἰωσὴφ ᾨδὴ αˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ ἀναβάτας τριστάτας βυθίσαντι, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται. Καθˊ ἑκάστην ἁμαρτάνω, καὶ οὐ φρίττω σε Χριστέ, μακροθυμίᾳ ζητοῦντά μου τὴν μετάνοιαν, δός μοι λογισμὸν ἐπιστροφῆς ὡς Ἀγαθός, καὶ μὴ παρίδῃς με. Ἁμαρτίαις ἁμαρτίας, προστιθέμενος Χριστέ, διαλιμπάνω οὐδόλως ὁ τάλας ἐγώ, μόνε Ἀγαθὲ καὶ ἀναμάρτητε Σωτήρ, οἴκτειρον σῶσόν με. Μαρτυρικὰ Θαρσαλέως οἱ γενναῖοι, ἐπεφώνουν Ἀθληταί. Ἰδοὺ τὸ στάδιον πλῆρες ἀγώνων, δράμωμεν, κάθηται Χριστός, ἀγωνοθέτης στεφανῶν, τοὺς νικητὰς τοῦ ἐχθροῦ. Ἀπεκδύσασθε τὸ σῶμα, πολυτρόποις αἰκισμοῖς, καὶ ἀφθαρσίας χιτῶνα περιεβάλεσθε, Μάρτυρες σοφοί, καὶ τοῦ Πατρὸς τῶν οἰκτιρμῶν, υἱοὶ γεγόνατε. Θεοτοκίον Τὸν πολλαῖς κεκακωμένον, ἁμαρτίαις τὴν ψυχήν, Θεογεννῆτορ Παρθένε θεράπευσον, ὅπως ἐν φωναῖς, εὐχαριστίας ἐκτενῶς, ἀεὶ δοξάζω σε.

Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχὶς Καὶ τήν δε, Κλεινέ, τὴν μελῳδίαν δέχου Ἰωσὴφ ᾨδὴ αˊ

Ἦχος βαρὺς

Νεύσει σοῦ πρὸς γεώδη

Κόσμος τῆς Ἐκκλησίας, ὡραϊσμένος ἐδείχθης, μακάριε Πρόδρομε, ἣν πάντοτε πρεσβείαις σου, σῷζε πάσης καταδίκης, τῶν αἱρετιζόντων, ἑδραίαν ἀκλόνητον. Ἄμωμον ἱερεῖον, τῷ ποιητῇ προσηνέχθης, τυθεὶς θεῖε Πρόδρομε, ὥσπερ ἀρνίον ἄκακον ∙ ὅθεν πίστει δυσωπῶ σε, πάσης με κακίας, ἐχθρῶν ἀπολύτρωσαι. Ἴασαι τῶν σωμάτων, καὶ τῶν ψυχῶν ἡμῶν νόσους, ἀοίδιμε Πρόδρομε, ἐκδυσωπῶν ἑκάστοτε, Λόγον τὸν πάντων τὰς νόσους, καὶ τὰς μαλακίας, εὐσπλάγχνως ἀράμενον. Θεοτοκίον Τέτοκας Παναγία, τὸν ἀπερίληπτον Λόγον, σαρκὶ καθˊ ὑπόστασιν, ἡμῖν προσομιλήσαντα, τοῦτον πάντοτε δυσώπει, σῶσαι τοὺς πιστῶς σε, ἀεὶ μακαρίζοντας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὁ οὐρανοὺς τῷ λόγῳ στερεώσας, καὶ τὸ τῆς γῆς θεμέλιον ἑδράσας, ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν μου τὸν νοῦν, εἰς τὸ θέλημά σου, μόνε Φιλάνθρωπε. Ὁ παρορῶν ἀνθρώπων ἁμαρτίας, διὰ πολλὴν Χριστὲ φιλανθρωπίαν, πάριδε μόνε Σωτήρ, τὰ πλήθη μου τῶν κακῶν, ἵνα δοξάζω σε, τὸν Ὑπεράγαθον. Ἵνα σαρκὸς τὸ θέλημα ποιήσω, τὰ σὰ Χριστέ, θελήματα παρεῖδον, ὁ ἀσυνείδητος, καὶ δέδοικα τῆς φλογός, τὴν τιμωρίαν Λόγε, ἀφˊ ἧς με λύτρωσαι. Μαρτυρικὰ Σωματικοῖς προσομιλοῦντες πόνοις, οἱ Ἀθληταὶ τὴν ἄπονον ἐσκόπουν, ζωὴν καὶ ἄνεσιν, ἧς ἔτυχον ἐν χαρᾷ, τῶν ἀνθρώπων πόνους ἀεὶ κουφίζοντες. Μαρμαρυγαῖς τῶν ἄθλων θεοφόροι, πλάνης δεινῆς ἐλύσατε τὴν νύκτα, καὶ πρὸς ἀνέσπερον φῶς, μετέβητε τῶν ἡμῶν, ὀδυνῶν τὸ σκότος ἀεὶ ἐξαίροντες. Θεοτοκίον Πύλην Θεοῦ προεῖδεν ὁ Προφήτης, διˊ ἧς αὐτὸς διῆλθε καθὼς οἶδε, Παρθένε ἄχραντε∙ διό σε ἐκδυσωπῶ, μετανοίας πύλας αὐτή μοι ἄνοιξον.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὁ κατˊ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον. Ἡλιοβόλοις ἀστραπαῖς, πᾶσαν φωτίζεις τὴν κτίσιν∙ τοῦ Ἡλίου γὰρ τοῦ νοητοῦ, ἀστὴρ φωτεινὸς ἐδείχθης Πρόδρομε, ὃν ἐκδυσώπει ἐκτενῶς, παθῶν τὸ σκότος διῶξαι, ἐκ τῶν πανωδύνων καρδιῶν ἡμῶν. Νόμου καὶ χάριτος ἑστώς, ἐν μέσῳ θεῖε Προφήτα, παρεδήλους πᾶσιν ἐμφανῶς, τὴν παύλαν τοῦ μέν, τῆς δὲ τὴν ἔλλαμψιν, γενησομένην καθαρῶς, ἀνακαινίσει τελείᾳ, τῶν παλαιωθέντων ἁμαρτήμασι. Δαιμονικῆς ἐπιφορᾶς, ἐκ τῶν σκανδάλων τοῦ βίου, ἀπὸ πάσης θλίψεως ἡμᾶς, Χριστοῦ Βαπτιστά, βοῶμεν, λύτρωσαι, ἐκδυσωπῶν τὸν Ἀγαθόν, καὶ ἐν ἡμέρᾳ τῆς δίκης, τῶν κολαστηρίων ἀπολύτρωσαι. Θεοτοκίον Εὐλογημένη ἡ Θεόν, ἀνερμηνεύτως τεκοῦσα, σὺν τῷ θείῳ τούτου Βαπτιστῇ, δυσώπει Ἁγνὴ ἀπαύστως Δέσποινα, ὑπὲρ ἡμῶν τῶν συμφοραῖς, περιπιπτόντων τοῦ βίου, καὶ συνεχομένων ἁμαρτήμασι.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τὴν ἔνσαρκον παρουσίαν σου Χριστέ, πιστούμενος ὁ Προφήτης, Ἀββακοὺμ ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου. Ἐξένευσα τῆς ὁδοῦ τῆς πρὸς ζωήν, φερούσης με, καὶ εἰς βόθρον τῶν κακῶν κατέπεσον. Σῶτερ μὴ παρίδῃς με. Δακρύων μοι ὀχετοὺς Λόγε Θεοῦ, κατάπεμψον, ἵνα πλύνω, τῶν πολλῶν πταισμάτων μου, Δέσποτα τὸν βόρβορον. Μαρτυρικὰ Ἀγόμενοι ὡς ἀρνία πρὸς σφαγήν, οἱ Μάρτυρες, τὸν πολέμιον ἐχθρὸν κατέσφαττον, δόξης ἀξιούμενοι. Κενούμενοι τῶν αἱμάτων οἱ κρουνοί, Πανεύφημοι τοῦ χειμάρρου, τῆς τρυφῆς, ηὐτρέπιζον, πᾶσι τὴν ἀπόλαυσιν. Θεοτοκίον Σεσάρκωται ἐξ αἱμάτων σου ἁγνῶν, ὁ Κύριος, τὴν μετάνοιαν, βροτοῖς, δωρούμενος, Κόρη μεσιτείαις σου.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε. Καταβαλὼν στῖφος δυσμενῶν, καὶ ἀριστεύσας κατˊ αὐτῶν λαμπρότατα, ἐν ἐμοὶ τὴν βασιλεύουσαν, ἁμαρτίαν δέομαι, Βαπτιστὰ εὐχαῖς σου κατάβαλε. Λύχνος ὀφθεὶς Μάκαρ νοητός, δικαιοσύνης τοῖς βροτοῖς ὑπέδειξας, Ἰησοῦν τὸν μέγαν Ἥλιον, ὑφˊ οὗ καταυγάζεσθαι, τὰς καρδίας πάντων ἱκέτευε. Ἐν ἀνομίαις συλληφθεὶς καὶ γεννηθείς, ζῶ ἀμελῶς καὶ δέδοικα, τὰ ἐκεῖθεν κολαστήρια, ἐξ ὧν με ἐξάρπασον, Βαπτιστὰ Θεὸν ἱλεούμενος. Ἱκετηρίαν ὑπὲρ ἡμῶν, τῶν σὲ τιμώντων τῷ Θεῷ προσάγαγε, ὅπως πάσης ἡμᾶς ῥύσηται, δεινῆς περιστάσεως, καὶ δαιμόνων βλάβης πανόλβιε. Θεοτοκίον Νόμου σκιαί σε πολυειδῶς, τὴν τεξαμένην τὸν Θεὸν ἐδήλωσαν, ὃν ἱκέτευε Πανάμωμε, πάσης ἀνομίας με, καὶ παθῶν ῥυσθῆναι τοῦ σώματος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Διασκεδάσας τὴν νύκτα τῶν παθῶν, λάμψον μοι φῶς νοερόν, ὁ τὸ ἀρχέγονον σκότος, τῆς ἀβύσσου διώξας, καὶ τὸ πρωτόκτιστον φῶς, καταλάμψας τῷ κόσμῳ, Δημιουργὲ τοῦ παντός. Ῥῦσαί με Λόγε δικαίας σου ὀργῆς, ἡνίκα κρίνῃς τὴν γῆν, καὶ τῶν πολλῶν μου πταισμάτων, μετανοίᾳ καθάρας, ναόν με δεῖξον τῆς σῆς, ἀγαθότητος μόνε, Δημιουργὲ τοῦ παντός. Ὑπὸ τῆς ἄγαν ἀχλύος τῶν παθῶν, ἀπετυφλώθην τὸν νοῦν, καὶ οὐ γινώσκω τί πράττω, πωρωθεὶς τὴν καρδίαν, ἐπίστρεψόν με Χριστέ, καὶ μετάνοιαν μοι δίδου, καθαρτικήν μολυσμῶν. Μαρτυρικὰ Στάδιον πλῆρες ἱδρώτων Ἀθληταί, δραμόντες νεανικῶς, πρὸς τὴν οὐράνιον νύσσαν κατηντήσατε, νίκης, βραβεῖα ζωαρχικῆς, ἐκ χειρὸς δεδεγμένοι∙ ὅθεν ἐπαγάλλεσθε νῦν. Ἰσχυροτάταις νευραῖς τῶν ἱερῶν, πόνων ὑμῶν Ἀθληταί, ἀπηγχονίσατε ὄντως, τὸν ἀρχέκακον ὄφιν, καὶ Παραδείσου τρυφῆς, ἠξιώθητε∙ ὅθεν, ἀνευφημοῦμεν ὑμᾶς. Θεοτοκίον Ἡ τοῦ Ἡλίου νεφέλη φωτεινή, λάμψον μοι φῶς νοερόν, τῆς ἀληθοῦς μετανοίας, καὶ ἀπέλασον σκότος, τῶν πονηρῶν λογισμῶν, ἵνα πίστει ὑμνῶ σε, ὡς σωτηρίαν πιστῶν.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ εˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Κύριε ὁ Θεός μου, ἐκ νυκτὸς ὀρθρίσας σε ἱκετεύω, παράσχου μοι ἄφεσιν, τῶν παραπτωμάτων μου, καὶ πρὸς φῶς τῶν σῶν προσταγμάτων, τάς ὁδούς μου εὔθυνον δέομαι. Ἔφυς φωνὴ βοῶντος, ἐν ἐρήμοις Πάνσοφε διανοίαις, Θεοῦ ἐπιγνώσεως ∙ διὸ ἱκετεύω σε, τὴν ψυχήν μου ἐρημωθεῖσαν, πάσῃ παραβάσει καινούργησον. Τίμιον τοῦ Δεσπότου, σκεῦος δεδειγμένος Θεοῦ Προφῆτα, ἀτίμων με πράξεων, πρεσβείαις σου λύτρωσαι, καὶ τιμῆς τυχεῖν αἰωνίου, τὸν Ἀγαθοδότην δυσώπησον. Ἤγγισαν ἀνομίαι, ἐπˊ ἐμὲ εἰσόδῳ τῆς ῥαθυμίας, τρόποις μετανοίας με, μακάριε Πρόδρομε, βελτίωσον, ὅπως προθύμως, τὰς ὁδοὺς Κυρίου ἀφίκωμαι. Θεοτοκίον Νέκρωσον τῆς σαρκός μου, τὸ γεῶδες φρόνημα Θεοτόκε, ζωὴν ἡ κυήσασα, θανάτῳ τὸν θάνατον, παντελῶς θείᾳ δυναστείᾳ, Ἄχραντε σεμνὴ ἀφανίσασαν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Βυθῷ ἁμαρτημάτων, περιπεσὼν Ἀγαθέ, ὡς Ἰωνᾶς ἐκ τοῦ κήτους βοῶ σοι. Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, καὶ σῶσόν με φιλάνθρωπε. Νέος ἄσωτος ὤφθην, αἰσχρῶς βιώσας ἐν γῇ, καὶ ἡδονῶν ὑποκύψας ταῖς ὁρμαῖς, ἐπίστρεψόν με Χριστὲ ὁ Θεός μου, καὶ σῶσον ὡς φιλάνθρωπος. Στέναξον ὧ ψυχή μου, ἵνα ῥυσθῇς στεναγμῶν, δάκρυσον ὅπως δακρύων ἀπαύστων, μὴ λάβῃς πεῖραν ἐκεῖ ἐν ὀδύνῃ, οὐδὲν ἐχόντων ὄφελος. Μαρτυρικὰ Ὤφθητε ὥσπερ λίθοι, ἐν τῷ στεφάνῳ σαφῶς, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας πηχθέντες, καὶ κόσμος ταύτης τερπνὸς γεγονότες, σεπτοὶ Μεγαλομάρτυρες. Τέλους ἀξιοθέου, ἀξιωθέντες σοφοί, ἀτελευτήτους κληροῦσθε ἀμοιβάς∙ διὸ τὰ τέλη ἡμῶν ἐν μετανοίᾳ, γενέσθαι ἱκετεύσατε. Θεοτοκίον Βυθοῦ με ῥαθυμίας, τῶν ἀμετρήτων παθῶν, ἡ τὸν βυθὸν εὐσπλαγχνίας τεκοῦσα, ἀνάγαγε Ἀγαθὴ καὶ δακρύων, πολλῶν πηγήν μοι δώρησαι.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Μαρμαρυγαῖς ἀρετῶν σαφῶς ἐξαστράπτων, καὶ φωταυγεῖ μαρτυρίῳ ἐκλάμπων, φωτίζεις πᾶσαν κτίσιν, νοητῆς Ἀνατολῆς Φίλε γνήσιε. Ἐβλάστησας γηραλέας Μάκαρ ἐκ στείρας∙ διὸ βοῶ ἁμαρτίαις πολλαῖς με, γηράσαντα, εὐχαῖς σου, μετανοίας καλλοναῖς ἀνακαίνισον. Λύχνε φωτὸς ἀνεσπέρου θεῖε Προφῆτα, τὸν λύχνον μου, τῆς καρδίας σβεσθέντα, ἐπάναψον εὐχαῖς σου, καὶ φωτός με κοινωνὸν θείου ποίησον. Θεοτοκίον Ὡς ὑετὸς ἐν γαστρί σου ὁ Λόγος κατέβη, ὃν αἴτησαι Παναγία Παρθένε, τὰ ῥεύματα ξηράναι, τῶν ἀμέτρων μου κακῶν ἱκετεύω σε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τοὺς ἐν καμίνῳ Παῖδας οὐκ ἔφλεξεν, οὐδὲ παρηνώχλησε τὸ πῦρ∙ τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν, καὶ εὐλόγουν λέγοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Εἰς πάθη ἀτιμίας ἐνέπεσα, κτήνεσι Σῶτερ ὁμοιωθείς, καὶ σκοτισθείς, οὐ θεωρῶ τῆς ἀνοχῆς σου, Λόγε τὸ μακρόθυμον, ἐπιστροφῆς μοι καιρόν, δίδου καὶ σῶσόν με. Ῥαθύμως τὴν ζωήν μου ἐξετέλεσα, πράττων ἃ οὐκ ἔξεστι ποιεῖν, καὶ νῦν ἰδού, ᾅδου λοιπὸν πύλαις ἐγγίζω, μὴ λαμβάνων αἴσθησιν, μή με παρίδῃς Χριστέ, ὁ μόνος ὢν ἀγαθός. Μαρτυρικὰ Ποθήσαντες ζωὴν τὴν αἰώνιον, κόσμῳ ἐνεκρώθητε σοφοί, καὶ τὸν ἐχθρὸν ἀπονεκρώσαντες τελείως, εἰς οὐρανοὺς ἀνίπτασθε, ὑπὲρ ἡμῶν Ἀθληταί, ἀεὶ πρεσβεύοντες. Λυθέντες ἀναγκῶν τῶν τοῦ σώματος, ἐλύσατε πλάνης τὰ δεσμά, καὶ τῇ τοῦ Χριστοῦ Ἅγιοι Μάρτυρες, στοργῇ, ψυχὰς συνεδήσατε, τοῦ δεσμευθέντος σαρκί, καὶ λύσαντος τὴν φθοράν. Θεοτοκίον Τόμον καινόν σε Προφήτης ἔβλεψεν, ἐν ᾧ Λόγος γέγραπται Πατρός∙ ὅθεν Ἁγνὴ ἐκδυσωπῶ, βίβλῳ με ζώντων γραφῆναι ἱκέτευε, τὸν καινουργὸν τοῦ παντός, ἐκδυσωποῦσα Ἰησοῦν.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος. Δίδου μοι ὄμβρους, δακρύων εὐχαῖς σου, τῆς εὐσπλαγχνίας τὴν ἄβυσσον, ὁ ποταμοῦ προχοαῖς λούσας Πρόδρομε, καὶ ὅλον με κάθαρον, μολυσμοῦ σαρκός τε καὶ πνεύματος. Ἱκετηρίαν, προσάγαγε μάκαρ, τῷ ἐπὶ πάντων Θεῷ ἡμῶν, ὅπως κᾀμὲ ἐλεήσῃ ὡς εὔσπλαγχνος, πολλὰ ἁμαρτάνοντα, καὶ ἀνάνευσιν νῦν μὴ ἔχοντα. Ἄγονε σπεῦσον, ψυχὴ μεταγνῶναι, μὴ ὡς συκῆν σε τὴν ἄκαρπον, ἡ θεία δίκη ἐκτίλῃ προθέλυμνον, τῷ Δεσπότῃ βόησον, ὁ Θεὸς ἱλάσθητι, σῶσόν με. Θεοτοκίον Νενεκρωμένην, ψυχὴν κεκτημένος, ταῖς χαλεπαῖς παραβάσεσι. Σὲ τὴν νεκρώσασαν ᾅδην τῷ τόκῳ σου, ἱκετεύω Δέσποινα. Μετανοίας τρόποις με ζώωσον.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τὸν ὑπˊ Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄροι καὶ βουνοὶ καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε. Ὑπερβαλλόντως ἐντρυφήσας, ταῖς βλαπτούσαις ἡδοναῖς φρενοβλαβῶς, ὁ ἀσυνείδητος ἐγώ, ὑπερέβην πάντας ἁμαρτωλούς, ὁ ἔχων εὐσπλαγχνίας ὑπερβολήν, παράσχου μοι, ἱλασμὸν τῶν πταισμάτων. Νῦν ἐπὶ θύραις ὁ Νυμφίος, τὴν λαμπάδα κατακόσμησον ψυχή, ἐλαίῳ ἄρδευσον αὐτήν, συμπαθείας καὶ παντοίων καλῶν, πρὶν ἂν κλεισθῇ, ἡ θύρα, σπεῦσον Χριστῷ συνεισελθεῖν, ἐν χαρᾷ ἀσυγκρίτῳ. Μαρτυρικὰ Οὐ δειλιῶντες τὰς βασάνους, οἱ γενναῖοι ἀνεβόων Ἀθληταί∙ Ἰδοὺ εὐπρόσδεκτος καιρός, στῶμεν πάντες στερροτάτω νοΐ, κτησώμεθα βραχέσι πόνοις, ζωὴν τὴν ἄπονον, καὶ τρυφὴν τὴν ἀγήρω. Νάμασι θείοις Ἀθλοφόροι, τοῦ Σωτῆρος προσκλυζόμενοι ἀεί, πᾶσαν ἀρδεύετε γῆν, ἐκμιμήσει τῶν ἀγωνων ὑμῶν, καὶ καρποφόρον ταύτην, ταῖς ἀρεταῖς ἐργάζεσθε, ἐν Χριστῷ εἰς αἰῶνας. Θεοτοκίον Θεοτόκε οὖσα βεβαία, προστασία καὶ ἐλπὶς Χριστιανῶν, ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ, πρόστηθί μοι ἑπταικότι πολλά, καὶ ῥῦσαι τῆς γεέννης τῆς φοβερᾶς, προβάτοις με, δεξιοῖς ἀριθμήσασα.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὂν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Δεσμῶν λυθῆναί με, τῶν πολλῶν μου πταισμάτων, τὸν δεσμευθέντα, καὶ δεσμώταις τὴν λύσιν, βραβεύσαντα, ἱκετεύων Προφῆτα, τὸν μόνον Λυτρωτήν, μὴ παύσῃ εἰς αἰῶνας, ἀεί σε εὐφημοῦντα. Ἐπλήγην Πρόδρομε, ἡδονῆς τῇ ῥομφαίᾳ καὶ ἐν ὀδύνῃ σοι καρδίας κραυγάζω∙ Ἰάτρευσον τῆς ψυχῆς μου τὸ ἄλγος, Χριστὸν ἐκδυσωπῶν, τὸν μόνον ἰατῆρα, ψυχῶν τε καὶ σωμάτων. Χειρί σου Πρόδρομε, ὃν ἐβάπτισας Λόγον, μὴ διαλίπῃς ἱκετεύειν ἀπαύστως, ῥυσθῆναί με ἐκ χειρὸς ἁμαρτίας, τὸν πταίσαντα πολλά, καὶ τεταπεινωμένον, καὶ κατακεκριμένον. Ὅτι κατώρυξα, εἰς τὴν γῆν ἀγνωμόνως, τάλαντον, ὅπερ ἐκ Θεοῦ ἐπιστεύθην, ἐκδέχομαι τὴν πικρὰν τιμωρίαν, ἐξ ἧς με Βαπτιστά, ἐξάρπασον εὐχαῖς σου, πιστῶς ἐκδυσωπῶ σε. Θεοτοκίον Ὑπῆρξας ἄφλεκτος, δεξαμένη ἐν σπλάγχνοις, τὸ πῦρ τὸ ἄστεκτον, ὦ Παρθένε∙ διό με, ἐξάρπασον τοῦ πυρὸς τοῦ ἀσβέστου, δροσίζουσά με νῦν, γνησίας μετανοίας, περικαλλέσι τρόποις.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ἀσπόρου τόκου σύλληψιν, τίς ἑρμηνεύσει βροτῶν; ἀφθόρου τόκου γέννησιν, τίς μὴ θαυμάσει γηγενῶν; διό σε αἱ φυλαὶ τῆς γῆς, Θεοτόκε μεγαλύνομεν. Ἵνα κληρονομήσωμεν, τὰ μέλλοντα ἀγαθά, πενθήσωμεν, στενάξωμεν, παρακαλέσωμεν Χριστόν, ἐν ὅσῳ καιρὸν ἔχομεν πιστοί, μετανοίας καὶ δεήσεως. Ὡς Χαναναία κράζω σοι∙ Ἐλέησόν με Χριστέ, ὡς πάλαι τὴν συγκύπτουσαν, ἀνόρθωσόν με Ἰησοῦ, καὶ σῶσόν με Σωτήρ μου τὸν πολλαῖς, ἁμαρτίαις βυθιζόμενον. Μαρτυρικὰ Στενούμενοι ἐν θλίψεσι, καὶ φυλακαῖς καὶ ποιναῖς, οἱ Ἀθλοφόροι Μάρτυρες, πρὸς πλατυσμὸν ἀναψυχῆς, μετῆλθον ἐκ στενώσεως ἡμᾶς, ἐγκλημάτων ἐκλυτρούμενοι. Ἡ γῆ μὲν κατεκάλυψεν, ὑμῶν τὰ σώματα, οὐρανὸς δὲ Ἅγιοι, φέρει τὰ πνεύματα ἀεί, τῷ θρόνῳ παρεστῶτα τῆς δόξης, μετˊ Ἀγγέλων ἀγαλλόμενα. Θεοτοκίον Φορέσας με ὁ Κύριος, ἐκ σοῦ προῆλθεν Ἁγνή∙ αὐτὸν οὖν ἐκδυσώπησον, στολῇ φαιδρῦναί με φωτός, Παρθένε ἐκδυθέντα τῶν παθῶν, νῦν τὸν σάκκον τὸν βαρύτατον.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ θˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. Ἱερωτάτης Προφῆτα, ῥίζης ἐβλάστησας, καὶ τῆς κακίας τὰς ῥίζας, πάσας ἀνέσπασας, καὶ συμπνιγόμενον, καὶ κατηχρειωμένον, ἐπίσκεψαί με Μάκαρ, καὶ θείας μετανοίας, ἐκβλαστάνειν καρποὺς εὐόδωσον. Ὡραιοτάτην τρυγόνα, καὶ ἀηδόνα σε, ἡ Ἐκκλησία γνωρίζει, μέγιστε Πρόδρομε∙ τῆς μετανοίας γάρ, ἐβόησας τὸ μέλος, ψυχαῖς ἐρημωθείσαις, καὶ κακοῖς χερσωθείσαις∙ ὅθεν πίστει σε μακαρίζομεν. Σὺ τὰς ὁδοὺς τὰς φερούσας, πᾶσιν ὑπέδειξας, πρὸς σωτηρίους εἰσόδους, ἅγιε Πρόδρομε∙ αἷς βηματίζειν με, εὐόδωσον τὸν πάσαις, τοῦ βίου ἀνοδίαις πλανώμενον ἀπάτῃ, τοῦ κακίαν δημιουργήσαντος. Ἡ φοβερὰ ἐπὶ θύραις, ἡμέρα ἤγγικε, καὶ κατακρίσεως ἔργα, ἔχων ὀδύρομαι, εὔσπλαγχνε Κύριε, ὁ μόνος ἐλεήμων, εὐχαῖς τοῦ σοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἀκατάκριτον τότε δεῖξόν με. Θεοτοκίον Φῶς ἡ τεκοῦσα, τὸ θεῖον θεοχαρίτωτε, τὴν σκοτισθεῖσαν ψυχήν μου ταῖς παραβάσεσι, φώτισον δέομαι, καὶ σκότους αἰωνίου, ἐλεύθερόν με, δεῖξον, ὅπως Σὲ μεγαλύνω, καὶ δοξάζω ἀειμακάριστε.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος βαρὺς

Ὡς τὴν συκῆν τὴν ἄκαρπον, μὴ ἐκκόψῃς με Σωτὴρ τὸν ἁμαρτωλόν, ἀλλˊ ἐπὶ πολλῷ τῷ ἔτει, κατάνυξίν μοι δώρησαι, ἀρδεύων μου τὴν ψυχήν, τοῖς δάκρυσι τῆς μετανοίας, ἵνα κᾀγώ, καρπὸν προσενέγκω σοι ἐλεημοσύνης.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ὡς Ἥλιος ὑπάρχων δικαιοσύνης, φωταγώγησον τὰς καρδίας, τῶν σοὶ βοώντων, Κύριε δόξα σοι.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος βαρὺς

Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων οἱ Ἀθλοφόροι, Κύριε δόξα σοι.

Θεοτοκίον, Ἦχος βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Εὕρατο ἐκ γαστρὸς στειρευούσης, θεολογεῖν τὸν ἐν σπλάγχνοις σου, Θεὸν Λόγον Κόρη, φωνὴ ἡ τοῦ Λόγου ἐν τοῖς ἀσπασμοῖς σου, τὴν χάριν εὑροῦσα∙ ὅθεν Θεοτόκον σε, μητρὸς τῇ γλώσσῃ ἔκραζε, διˊ αὐτῆς ὑστέρημα, πληροῦσα τῆς φύσεως, καὶ ὀργάνων στέρησιν, διˊ ὧν διαρθροῦνται τὰ νοήματα.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βαρὺς

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστὀς ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τὰ τραύματα, τῆς ἐμῆς καρδίας, τὰ ἀνίατα Κύριε, ἰάτρευσον ὡς μόνος ἰατρός, ψυχῶν τε καὶ σωμάτων, καὶ βηματίζειν με ὀρθῶς, πάντοτε εὐόδωσον, τὰς σωτηριώδεις ὁδούς. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ὁ προδραμὼν τῆς δικαιοσύνης, τοῦ Ἡλίου Χριστοῦ Βαπτιστά, τὸν λύχνον τῆς ψυχῆς μου τὸν τῇ πολλῇ, κακίᾳ ἐσβεσμένον, ἄναψον θείαις προσευχαῖς, ὅπως μακαρίζω σε, πάντοτε σῳζόμενος. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀθλήσαντες καὶ στεφανωθέντες, τὸν ἐχθρὸν κατῃσχύνατε, καὶ νῦν περιπολεῖτε τοὺς οὐρανούς, φωτὸς ἀδιαδόχου, ἀποπληρούμενοι σοφοί, Μάρτυρες πρεσβεύοντες, ὑπέρ τῶν ψυχῶν ἡμῶν. Δόξα... Ἰάτρευσον τῆς ψυχῆς μου τὰ πάθη, τὰ ἀνίατα θεία Τριάς, καὶ ῥῦσαί με γεέννης καὶ πειρασμῶν, ἡ ἐν μιᾷ Θεότητι, δοξαζομένη εὐσεβῶς, καὶ τὴν αἰωνίαν μοι Βασιλείαν δώρησαι. Καὶ νῦν... Θεοτοκίον Ἐχώρησας ἀστενοχωρήτως, ἐν γαστρὶ τὸν ἀχώρητον, ὃν πάντοτε δυσώπει Μήτηρ ἁγνή, στενοχωρίας πάσης, καὶ παθῶν ἐπαγωγῆς, ῥύσασθαι τοὺς δούλους σου, πόθῳ σε δοξάζοντας.

ΤΕΤΑΡΤΗ ΒΑΡΥΣ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ, Ἦχος βαρὺς

Οὐκ ἔτι κωλυόμεθα

Ἐν ξύλῳ σε προσήλωσαν Ἰουδαῖοι, ἵνα ξύλῳ τὸν θάνατον ἀναστείλῃς, Κύριε δόξα σοι.

Ἑκὼν ἐδέξω ῥάπισμα Ἐλεῆμον, ἵνα ῥύσῃ τὸν ἄνθρωπον ἐκ δουλείας, Κύριε δόξα σοι.

Ξύλῳ Σταυροῦ ἰάσω πικρίαν ξύλου, καὶ Παράδεισον ἤνοιξας τοῖς ἀνθρώποις, Κύριε δόξα σοι.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος βαρὺς

Οὐκ ἔτι κωλυόμεθα

Προσάξωμεν τό, Χαῖρε τῇ Θεοτόκῳ, ὡς ὁ Ἄγγελος, καὶ βοήσωμεν∙ Εὐλογημένη, Πάναγνε δόξα σοι.

Ἀνύμφευτε Παρθένε Μήτηρ Κυρίου, οἰκέτας σου ἐλευθέρωσον ἐκ τῶν βελῶν, ἁπάντων τοῦ ὄφεως.

Κατέπαυσας τὴν λύπην Ἁγνὴ τῆς Εὔας, ὡς κυήσασα τὴν χαρὰν τοῦ κόσμου. Χαῖρε Ἀνύμφευτε.

Σταυροθεοτοκίον, Ἦχος βαρὺς

Ἐν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ἡ Πανάμωμος ὡς ἑώρακε θρηνῳδοῦσα, ὕμνει τὸ κράτος σου.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος βαρὺς

Οὐκ ἔτι κωλυόμεθα ξύλου ζωῆς, τὴν ἐλπίδα ἔχοντες τοῦ Σταυροῦ σου, Κύριε δόξα σοι.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Κρεμάμενος Ἀθάνατε ἐπὶ ξύλου, ἐθριάμβευσας τὰς παγίδας τοῦ διαβόλου, Κύριε δόξα σοι.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος βαρὺς

Καταφρονήσαντες πάντων τῶν ἐπὶ γῆς, ἅγιοι Μάρτυρες, καὶ ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες, ἀμοιβὰς τῶν βασάνων παρˊ αὐτοῦ ἐκομίσασθε, ἀλλˊ ὡς ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ὡς Θεὸν παντοδύναμον, τάς ψυχὰς ἡμῶν σῶσαι, τῶν εἰς ὑμᾶς προστρεχόντων δεόμεθα.

Σταυροθεοτοκίον, Ἦχος βαρὺς

Νέκρωσιν καθυπέμεινας Λόγε, ἐπὶ Σταυροῦ προσηλούμενος, ἡ Παρθενομήτωρ ἐβόα θρηνοῦσα, σὺν ἠγαπημένῳ σεπτῷ θεολόγῳ, ὧν ταῖς ἱκεσίαις, ὁ παθὼν ὑπὲρ ἡμῶν Χριστέ, καὶ νεκρώσας θάνατον, τὰ πάθη μου νέκρωσον, καὶ ζωῆς με μέτοχον, τῆς θείας ἀπέργασαι, καὶ σῶσόν με.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος βαρὺς

Ὁ δι΄ἐμὲ ἀνασχόμενος

Ὁ διˊ ἐμὲ ἀνασχόμενος, τῆς ἐν Σταυρῷ προσηλώσεως, δέξαι μου τὴν ἄγρυπνον αἴνεσιν, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ σου σῶσόν με, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἀεὶ φρουρούμενοι, τὰς προσβολὰς Παρθένε τῶν δαιμόνων ἐκκλίνομεν∙ διό σε κατὰ χρέος, ἀνυμνοῦντες δοξάζομεν, Θεοτόκε πανύμνητε.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος βαρὺς

Πυρὸς φωτεινότερον φλογὸς ἐναργέστερον τὸ ξύλον ἀνέδειξας Χριστὲ του Σταυροῦ σου καταφλέγον ἁμαρτίας τῶν ἀνθρώπων καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων τὴν ἑκούσιόν σου Σταύρωσιν Χριστὲ ὁ Θεὸς δόξα σοι. Ἡ Ἐκκλησία βοᾷ σοὶ Χριστὲ ὁ Θεός, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ προσκυνοῦσά σε, νίκας τοῖς Βασιλεύσι ἡμῶν, διὰ τῆς Θεοτόκου δωρούμενος, ἐλέησον ἡμᾶς. Δόξα... Καὶ νῦν... Θεοτοκίον Εἰ καὶ Μητέρα σε, ἡ κτίσις ἐγνώρισεν, ἀλλὰ παρθένον σε ὁ Πλάστης ἀνέδειξεν∙ ἔτεκες γὰρ ἐν σαρκὶ Χριστὸν τὸν Θεόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος βαρὺς

Ὁ δι΄ἐμὲ ἀνασχόμενος

Ὁ διˊ ἡμᾶς ἐπονείδιστον, καταδεξάμενος σταύρωσιν, δέξαι τοὺς ὑμνοῦντας τὰ πάθη σου, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. Μαρτυρικὸν Ἀγαλλιᾶσθε δίκαιοι, εὐφραινέσθω τὰ οὐράνια∙ ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν, σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ καὶ μόνῳ νικοποιῷ Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχὶς Σταυρὸς φυτευθείς, τὴν πλάνην ἀνέσπασεν. Ἰωσὴφ ᾨδὴ αˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Νεύσει σοῦ πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἁβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον. Σταύρωσιν ὁ Δεσπότης, ὀνειδιζόμενος φέρει, βροτῶν ἀφαιρούμενος, ὀνείδη ὡς φιλάνθρωπος, λόγχῃ πλευρὰν ἐκκεντᾶται, ταύτῃ κατασφάττων, ἐχθρὸν τὸν πολέμιον. Τείνας καθάπερ τόξον, τὸν σὸν Σταυρὸν Ἐλεῆμον, βέλεσι κατέτρωσας, τῶν ἥλων τὸν ἀντίπαλον, Σῶτερ, καὶ τοὺς ὑπˊ ἐκείνου, πάλαι τετρωμένους, ἀνθρώπους ὑγείωσας. Μαρτυρικὰ Αἵμασι τῶν Ἁγίων, τὰ ἐναγῆ τῶν αἱμάτων, ἐπαύθη μιάσματα, εἰδώλοις προσφερόμενα, πᾶσα δὲ ἡ γῆ ἡγιάσθη, τούτους ἐν αἰνέσει, ἀεὶ μακαρίζουσα. Ὕμνησαν αἱ Δυνάμεις, τῶν οὐρανῶν τοὺς γηΐνους, ὁρῶσαι ἐν σώματι, Ἀσωμάτους παλαίοντας∙ ὅθεν ὁ Ἀγωνοθέτης, τούτους τοῖς στεφάνοις, νικήσαντας ἔστεψε. Σταυροθεοτοκίον Ῥήγνυται γραμματεῖον, τὸ τοῦ Ἀδάμ, ἀνεβόα, ἡ πάναγνος Δέσποινα, λόγχῃ Υἱὲ τρωθέντος σου∙ ὅθεν ὑμνῶ σου τὸ πάθος, πᾶσι τὸ πηγάσαν, ἀπάθειαν Δέσποτα.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς: Τὴν ἕβδόμην δέησιν, Ἁγνή, νῦν δέχου ᾨδὴ αˊ

Ἦχος βαρὺς

Νεύσει σου πρὸς γεώδη

Τάγματα ὑπερέβης, τῶν ἀσωμάτων Ἀγγέλων, Θεὸν σωματώσασα, Παρθένε τὸν ἀσώματον∙ ὅθεν Ἁγνὴ δυσωπῶ σε, πάντα μου τὰ πάθη, τοῦ σώματος νέκρωσον. Ἡ Κεχαριτωμένη, εὐλογημένη Παρθένε, τὸν νοῦν μου χαρίτωσον, καὶ τὴν ψυχήν μου λάμπρυνον, ὅπως ἀεὶ εὐλογῶ σε, τὴν ταῖς εὐλογίαις, βροτοὺς στεφανώσασαν. Νάμασι ζωηρρύτοις, τὴν ἐκτακεῖσαν ψυχήν μου, Παρθένε τῷ καύσωνι, τῆς ἁμαρτίας ἄρδευσον, ὅπως στάχυν καρποφόρον, θείας ἐκβλαστήσω, Ἁγνὴ κατανύξεως. Ἔχων σε μέγα τεῖχος, καθυπερβήσομαι τείχη, πολλῶν παραπτώσεων, τειχιζόμενος σκέπῃ σου, μόνη βροτῶν σωτηρία, μόνη τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὁ κατˊ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον. Ὁ διατείνας οὐρανόν, καθάπερ δέρριν Οἰκτίρμον, ἀπετάθης χεῖρας ἐν Σταυρῷ, χειρὸς ἀκρατοῦς Ἀδὰμ ἁμάρτημα, ἰώμενος ὠς συμπαθής, καὶ ἐκ χειρὸς ἀφαρπάζων, πάντας τοῦ δολίου πολεμήτορος. Σὲ ταῖς ἀκάνθαις Βασιλεῦ, λαὸς Παράνομος στέφει, τὸν τῇ δόξῃ στέψαντα βροτούς, καὶ παρακοῆς Ἀδὰμ τὴν ἄκανθαν, ἀπορριζώσαντα Χριστέ, καὶ ἐμφυτεύοντα πᾶσι, τῆς Θεογνωσίας τὰ βλαστήματα. Μαρτυρικὰ Φύσει ὑπάρχοντες θνητοί, ἀθανασίαν ἐν ταύτῃ, μελετῆσαι εἵλεσθε σοφοί, διὸ τὰς ποινάς, τὰς θλίψεις Μάρτυρες, τοὺς διωγμούς τε καὶ ξεσμούς, τὰς τῶν μελῶν ἐκκοπάς τε, ἅπαντα γηθόμενοι ὑπέστητε. Ὑπερηφάνῳ λογισμῷ, τὸν ἐξαλείφειν τὰ πάντα, ἀπειλοῦντα δόλιον ἐχθρόν, ὑμεῖς Ἀθληταὶ ἐταπεινώσατε, ταπεινωθέντες ἐν Χριστῷ, καὶ ἀνυψώθητε κράτος, θεῖον κατˊ αὐτοῦ ἀναδυσάμενοι. Σταυροθεοτοκίον Τὸν ἐθελόθυτον Ἀμνόν, ἐπὶ τὸ πάθος ἐλθόντα, καθορῶσα Μήτηρ καὶ Ἀμνάς, δακρύων πηγὰς προχέεις λέγουσα· Τί τοῦτο Τέκνον ἱερόν, πῶς θανατοῦσαι ζωῶσαι, πάντας τοὺς θανέντας προμηθούμενος;

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ κατˊ ἀρχὰς τοὺς οὐρανούς

Βῆμα φρικτὸν καὶ φοβερόν, ἡμαρτηκότα με μένει, ἐν ᾧ μέλλω κρίνεσθαι φρικτῶς, Παρθένε ἁγνὴ ἡ μόνη τέξασα, κριτὴν αἰώνιον Θεόν, αὐτὸν ἱκέτευε τότε, τῆς δεινῆς με ῥύσασθαι κολάσεως. Δεδοξασμένα περὶ σοῦ, καθὰ φησὶν ὁ Προφήτης, ἐλαλήθη πόλις τοῦ Θεοῦ∙ αὐτὸν οὖν ἀεὶ ὡς δόξης Κύριον, αἴτησαι μόνη Ἀγαθή, μετόχους δόξης ποιῆσαι, πάντας τούς ἐν πίστει σε δοξάζοντας. Ὁ θεηγόρος σε ποτέ, προεθεάσατο τόμον, ἐν ᾧ Λόγος γέγραπται Ἁγνή, δακτύλῳ Πατρός∙ διὸ ἱκέτευε, βίβλῳ γραφῆναί με ζωῆς, τὸ πονηρὸν γραμματεῖον, τῶν ἁμαρτιῶν μου διαρρήξασα.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε. Ἐπὶ τῆς γῆς ἄνθρωπος ὀφθείς, ἐπουρανίους τοὺς βροτοὺς ἐτέλεσας, ὑψωθεὶς ἐν ξύλῳ Δέσποτα, πάντας συνανύψωσας, ἀνυμνοῦντάς σου τὰ παθήματα. Ὑπὲρ θνητῶν θνῄσκεις ἡ Ζωή, ὑπὲρ ἀδίκων Ἰησοῦ μου δίκαιε, πάθος φέρεις ἐπονείδιστον, ὑμνοῦμεν Μακρόθυμε, τὴν ἀμέτρητον εὐσπλαγχνίαν σου. Μαρτυρικὰ Θηρῶν ὁρμάς, βράσματα πυρός, χειρῶν ποδῶν τε ἐκκοπάς, καὶ ξέσεις μελῶν, καὶ παντοίαν ἄλλην βάσανον, ὑπέστητε Μάρτυρες, προξενοῦσαν θείαν ἀπόλαυσιν. Ἐκ τῶν τοῦ σώματος Ἀθληταί, περάτων ἤδη πρὸς Χριστόν, τῶν πάντων Θεόν, κεκραγότες εἰσηκούσθητε, καὶ πέτρᾳ ὑψώθητε, τῆς ἐνθέου νῦν τελειώσεως. Σταυροθεοτοκίον Ἱκετηρίαν ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων, Θεοτόκε ποίησον, ὅπως εὕρωμεν βοήθειαν, καιρῷ περιστάσεως, οἱ Χριστοῦ τὸ πάθος δοξάζοντες.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Πατρικοὺς κόλπους

Μύρον ἐκ σοῦ ἐκκενωθέν, ἄχραντε Ἁγνή, ὁ πλαστουργὸς τῆς κτίσεως, εὐωδίασε τὰ σύμπαντα, θείαις ἐπιγνώσεσι, τοῦ αὐτοῦ ἐνδόξου θελήματος. Ἡλιακαῖς θείαις ἀστραπαῖς, ὁ ἀνατείλας ἐκ γαστρός σου Ἄχραντε, κατεφώτισε τὰ σύμπαντα∙ διό με καταύγασον, τὸν ἐσκοτισμένον τοῖς πάθεσι. Νόμου σκιαί σε καὶ Προφητῶν, θεηγορίαι μυστικῶς ἐδήλωσαν, Νομοδότην τίκτειν μέλλουσαν∙ διὸ ἀνυμνοῦντά σε, Θεομῆτορ Κόρη διόρθωσον. Διὰ τῶν σῶν Λόγε Προφητῶν, διὰ τῶν θείων καὶ σεπτῶν Μαρτύρων σου, καὶ Ὁσίων καὶ Δικαίων σου, καὶ τῆς κυησάσης σε, τὸν λαόν σου σῶσον φιλάνθρωπε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Κύριε ὁ Θεός μου, ἐκ νυκτὸς ὀρθρίσας σε ἱκετεύω, παράσχου μοι ἄφεσιν, τῶν παραπτωμάτων μου, καὶ πρὸς φῶς τῶν σῶν προσταγμάτων, τάς ὁδούς μου εὔθυνον δέομαι. Σταύρωσιν κατεδέξω, εἰς κακῶν ἀναίρεσιν Θεοῦ Λόγε, χολῆς ἀπεγεύσω τε, ἐνηδόνου βρώσεως, τὴν πικρὰν βλάβην ἀναστέλλων, δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου. Τῇ ἐν Σταυρῷ ὑψώσει, πᾶσαν γῆν σαλεύεις θείῳ σου κράτει, καὶ ἰᾶσαι Δέσποτα, ταύτης τὰ συντρίμματα, καὶ σαλευομένας καρδίας, πρὸς τὴν σὴν στηρίζεις ἐπίγνωσιν. Μαρτυρικὰ Ἥπλωσεν ὁ Βελίαρ, πανταχοῦ τὰ θήρατρα κακίας, ἀλλˊ οὐ συνελάβετο, τοῦ Χριστοῦ τοὺς Μάρτυρας∙ πτέρυγας λαβόντες πυρὸς γάρ, πρὸς μονὰς ἐνθέους κατέπαυσαν. Νεύσεσιν ἀνενδότοις, πρὸς Θεοῦ θεούμενοι Ἀθλοφόροι, ἀλγεινῶν κολάσεων, ὅλως οὐκ ᾐσθάνεσθε, ὥσπερ ἄλλου πάσχοντος, οὕτω πάνσοφοι αὐτοὶ διακείμενοι. Σταυροθεοτοκίον Ποίοις ὄμμασι βλέψω, ὄμμα τὸ ξηραῖνον πάσας ἀβύσσους, Υἱέ μου σβεννύμενον, Σταυρῷ κρεμαμένου σου, ἡ ἁγνὴ Παρθένος ἐβόα, θρήνοις ἑαυτὴν συνταράσσουσα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος βαρὺς

Κύριε ὁ Θεός μου

Ἔπαισέ με πονηρῷ, ὁ Βελίαρ ἕλκει, καὶ τραυματίαν, ὅλον ἐργασάμενος, ἡμίθνητον ἔλιπεν, ἀλλˊ αὐτὴ τῇ σῇ χειρουργίᾳ, ἴασαί με ζώωσον Δέσποινα. Ἡ τῶν κατερραγμένων, ἀρραγὴς ἀνόρθωσις Θεοτόκε, ἔγειρόν με κείμενον, σῶσον ἀπολλύμενον, ταῖς σαῖς μητρικαῖς ἱκεσίαις, καὶ τὸν νοῦν μου φώτισον δέομαι. Σύμβολα τοῦ σοῦ τόκου, Προφητῶν ὁ σύλλογος ἐμυεῖτο∙ ὄρος γὰρ κατάσκιον, ὄρος ἀλατόμητον, πῖον ὄρος τετυρωμένον, σὲ ποικιλοτρόπως ἐτράνωσε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. Λυτρωτὴς ὢν μόνος, τίμημα τὸ σὸν κατεβάλου, αἷμα τὸ σωτήριον, καὶ ἠγοράσω τοὺς αἰχμαλώτους ἡμᾶς Ὑπεράγαθε, καὶ τῷ σῷ Γεννήτορι προσῆξας, κτείνας τῷ Σταυρῷ σου Χριστέ μου τὸν τύραννον. Ἀκρασίᾳ πάλαι, πτῶμα χαλεπὸν κατηνέχθην, Χριστὸς δὲ ὑψούμενος ἐπὶ ξύλου, χεῖρας ἐκτείνας, πεσόντα μὲ ἤγειρε, καὶ τραυματισθεὶς ἐθελουσίως, πάντα μου τὰ τραύματα σαφῶς ἰάσατο. Μαρτυρικὰ Νυσταγμὸν ἀπάτης, ὅλως μὴ νυστάξαντες πᾶσαν, ὁρμὴν ἐκοιμίσατε τῶν τυράννων, καὶ τὸν δικαίοις ἁρμόζοντα ὕπνον, κοιμηθέντες μακαρίως, ἄγρυπνοι τῶν πιστῶν ἁπάντων πρεσβευταὶ γεγόνατε. Ἑδρασμένοι πέτρᾳ, θείων τοῦ Χριστοῦ θελημάτων, ἐχθροῦ ἀπερίτρεπτοι μεθοδείαις, πανευκλεεῖς διεμείνατε Μάρτυρες, τοῦτον συμποδίζοντες ἐμφρόνως, καὶ πρός οὐρανὸν πανευπρεπῶς βαδίζοντες. Σταυροθεοτοκίον Νέον βρέφος τίκτεις, τὸν πρὸ τῶν αἰώνων ἀχρόνως, Πατρὶ συννοούμενον Θεοτόκε, νεοποιοῦντα Σταυρῷ τὸ ἀνθρώπινον, πεπαλαιωμένον ἁμαρτίαις, τῇ του ἀρχεκάκου συμβουλῇ Πανάμωμε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ναυτιῶν τῷ σάλῳ

Ἰωνᾶς ἐτύπου, τοῦ ἐκ σοῦ τεχθέντος Παρθένε, ταφὴν καὶ τὴν ἔγερσιν παραδόξως, τῷ ἐναλίῳ θηρὶ προσριπτούμενος∙ ὅθεν δυσωπῶ Ἁγνὴ θηρός με, τῶν θανατηφόρων ἡδονῶν ἐξάρπασον. Νυσταγμῷ κακίας, νῦν περισχεθεὶς κατηνέχθην, εἰς ὕπνον Πανάμωμε ἁμαρτίας, καὶ ἀπογνώσεως κλίνῃ κατάκειμαι, ἀλλὰ τῇ ἀγρύπνῳ σου πρεσβείᾳ, φώτισον ἐξέγειρον Ἁγνὴ καὶ σῶσόν με. Ἀπορῶ καὶ τρέμω, ὅταν ἐπὶ θρόνου σε δόξης, καθήμενον Κύριε ἐννοήσω∙ ἁμαρτιῶν γὰρ περίκειμαι ἄβυσσον∙ πέλαγος οὖν ἔχων εὐσπλαγχνίας, διὰ τῆς τεκούσης σε κᾀμὲ ἐλέησον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος. Ἄπονον εὗρε, ζωὴν ὁ Προπάτωρ, σοῦ ἑκουσίως πονήσαντος, ἐπὶ Σταυροῦ καὶ νεκροῦ χρηματίσαντος, καὶ ὄφιν νεκρώσαντος, Ἰησοῦ Χριστὲ πολυέλεε. Νόμου κατάρας, λυτρούμεθα πάντες∙ ὁ Νομοδότης ὑψοῦται γάρ, ἐπὶ Σταυροῦ εὐλογίαν ἀέναον, καὶ χάριν καὶ ἔλεος, καὶ φθορᾶς πηγάζων ἀναίρεσιν. Μαρτυρικὰ Ἐθελουσίοις, ὁρμαῖς προχωροῦντες, πρὸς τὰς βασάνους οἱ Μάρτυρες, τὸν ἑκουσίως παθόντα εἰκόνιζον, ὑφˊ οὗ στεφανούμενοι, τοῖς Ἀγγέλοις νῦν συγχορεύουσι. Σῶμα προδόντες, ποικίλαις βασάνοις, ταῖς τῶν αἱμάτων προσχύσεσι, τοὺς ἀσωμάτους ἐχθροὺς ἀπεπνίξατε, πανεύφημοι Μάρτυρες, καὶ πηγὰς ἰάσεων βλύζετε. Σταυροθεοτοκίον Πῶς οὐ πενθήσω, γλυκύτατον Τέκνον, ἐπὶ Σταυροῦ θεωροῦσά σε; πῶς οὐ θρηνήσω, ἀδίκως σου πάσχοντος, Κριτὰ δικαιότατε; ἡ Παρθένος Μήτηρ ἐφθέγγετο.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Κάμινον Παῖδες

Γεύσει με ξύλου, πληγέντα ἰάσω, πληγὰς ἐν ξύλῳ δεξάμενος, ὁ ἀπαθὴς τῇ Θεότητι Δέσποτα∙ διὸ τῆς τεκούσης σε, ἱκεσίαις σῶσον τὴν ταπεινήν μου ψυχήν. Νέοι τρεῖς Παῖδες, ἐν μέσῳ καμίνου, σοῦ προτυποῦσι τὴν γέννησιν, οὐ κατεφλέχθης∙ τὸ πῦρ γὰρ κυήσασα∙ διὸ τὰ ὑλώδη μου, τῆς καρδίας πάθη Ἁγνὴ κατάφλεξον. Ἡ θεία δρόσος, ἐκ σοῦ προϊοῦσα, τοὺς ἐκτακέντας τῷ καύσωνι, τῆς ἁμαρτίας δροσίζει Πανάμωμε∙ ὅθεν ἱκετεύω σε, τὴν κατατακεῖσαν ψυχήν μου δρόσισον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Αἷμα καὶ ὕδωρ ἐκρυέντα τῆς πλευρᾶς σου, κόσμον ὅλον ἀνέπλασαν, καὶ ἀφθαρσίας Σῶτερ ἔπλησαν, θυσίας τε μυσαράς, καὶ διεκχύσεις ἐναγῶν αἱμάτων ἔπαυσαν. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Στέφος Σωτὴρ ἐξ ἀκανθῶν ἀνεδήσω ὄξους χολῆς ἐγεύσω τε, καὶ ἐνεπτύσθης φραγγελλούμενος, ὑψώθης ἐπὶ Σταυροῦ, ἥλους δεξάμενος, διˊ ὧν σωθεὶς κραυγάζω σοι∙ Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μαρτυρικὰ Ἐξ ἀκενώτων θησαυρῶν τῆς ἀληθείας, περιφανῶς πλουτήσαντες, πάσης πενίας κατεπτύσατε, εἰδώλων καὶ πλουτισταί, τῶν πενομένων Ἀθληταί, βοῶντες ὤφθητε∙ Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Νομοθεσίας δυσσεβοῦς καταφρονοῦντες, ὥσπερ οἱ Παῖδες Μάρτυρες, εἰς πῦρ παμφάγον ἐνεβλήθητε, ἐν ᾧ τὴν δρόσον Θεοῦ, ἐπαναψύχουσαν ὑμᾶς βοῶντας εὕρατε. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Σταυροθεοτοκίον Νόμου σε πάλαι, κιβωτὸς προδιετύπου, οὐ πλάκας ἔνδον φέρουσα, ἀλλὰ Χριστὸν τὸν νομοδότην Ἁγνή, ὃν ἄνομος ἐν Σταυρῷ, λαὸς προσήλωσεν, ἡμᾶς βοῶντας σῴζοντα∙ Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ἄφλεκτος πυρί

Νεύματι θείῳ, σὲ Ἁγνὴ πύλην προεῖδε, τῶν Προφητῶν ὁ μέγιστος, διˊ ἧς διῆλθε καὶ ἐξῆλθε Θεός, ἐσφραγισμένην λιπών, καὶ τοῖς βοῶσιν οὐρανοῦ πύλην ἀνοίγουσαν. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὑπὲρ αἰτίαν, Υἱὸν ἅγιον τίκτεις, ἁγιασμὸν δωρούμενον, Ἁγνὴ τοῖς τοῦτον ἁγιάζουσι∙ διό μου τὸν λογισμόν, καὶ τὴν ψυχὴν ἁγιασμοῦ πλήρωσον ψάλλουσαν∙ Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Νῦν τῶν κακῶν, μου τὰς σειρὰς τῇ θείᾳ λόγχῃ, τοῦ σοῦ Υἱοῦ διάρρηξον, τοῦ διαρρήξαντος τοῦ ᾅδου δεσμά, καὶ φαίδρυνόν με στολαῖς, τῆς ἀπαθείας τοῦ βοᾶν θεοχαρίτωτε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Δῆμος τῶν θείων, Προφητῶν ἐκδυσωπεῖ σε, τῶν Ἀποστόλων σύλλογος, καὶ τῶν Μαρτύρων ἡ ὁμήγυρις, πρεσβείαις τῆς σῆς Μητρός, πάσης ἀνάγκης τοὺς πιστῶς κράζοντας λύτρωσαι∙ Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα, καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως· ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων, καταξιωθεῖσαν, σε Ἁγνὴ μεγαλύνομεν. Ἰσχὺς ἐχθροῦ, παντελῶς ἐξέλιπε, σοῦ ἰσχυρῶς ἐπὶ ξύλου, Δυνατὲ κεκραγότος, πρὸς τὸν προάναρχον Πατέρα σου, καὶ συγκαλοῦντος τὰ ἐσκορπισμένα πρόβατά σου, Δέσποτα Χριστὲ πρὸς ἐπίγνωσιν. Ὥσπερ ἀμνός, ἀνηρτήθης Δέσποτα, ἐπὶ Σταυροῦ ἑκουσίως, ἀφαρπάζων τοῦ λύκου, τὰ λογικά σου Σῶτερ θρέμματα, καὶ ἐν τῇ μάνδρᾳ τῶν σῶν προσταγμάτων, κατασφαλιζόμενος, αὐτὰ ἀνυμνοῦντά σε. Μαρτυρικὰ Σοῦ τῶν παθῶν, μιμηταὶ δεικνύμενοι, οἱ εὐκλεεῖς Ἀθλοφόροι, πολυτρόπους ἰδέας, βασάνων ἔφερον Φιλάνθρωπε∙ ὅθεν στεφάνων ἐπέτυχον δόξης, καὶ τῆς βασιλείας σου, Χριστὲ ἠξιώθησαν. Ἡλιακάς, ἀπαστράπτει χάριτας, φωταγωγοῦσα τοὺς πιστούς, τῶν σεπτῶν Ἀθλοφόρων, ἡ ἀξιέπαινος πανήγυρις∙ ὅθεν οἱ ταύτην ἀεὶ ἐκτελοῦντες, σκότους παραπτώσεων, δεινῶν ἐκλυτρούμεθα. Σταυροθεοτοκίον Φῶς νοητόν, ἐν Σταυρῷ ἀπήστραψεν, ὁ σὸς Πανάχραντε Υἱός, καὶ ἀρχὰς τὰς τοῦ σκότους παρεδειγμάτισε Πανάμωμε, καὶ τὸ τοῦ Ἡλίου ἠμαύρωσε φέγγος, καὶ πιστῶν τὸ πλήρωμα Ἁγνὴ κατεφώτισε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος βαρὺς

Μήτηρ Θεοῦ

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου, Πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. Ἐν ἀμελείᾳ τὸν βίον μου κατηνάλωσα, καὶ πρὸς τὸ τέλος ὁ τάλας ἄκαρπος ἔφθασα, Μήτηρ ἀπείρανδρε, μετάνοιάν μοι δίδου, καὶ ἄφεσιν πταισμάτων, ταῖς σαῖς πρός τὸν Δεσπότην, ἱκεσίαις καθικετεύω σε. Χοροστασίαι τῶν ἄνω σεπτῶν Δυνάμεων, Ἱερομύσται Προφῆται, Μάρτυρες ἔνδοξοι, θεῖοι Ἀπόστολοι, μετὰ τῆς Θεοτόκου, Θεῷ παρεστηκότες, πρεσβεύσατε ἀπαύστως, πάσης βλάβης ἡμᾶς λυτρώσασθαι. Ὁλοσχερῶς νῦν τοῖς χείρω προσεπεκτείνομαι, καὶ τῆς ψυχῆς ἀλογήσας, σαρκὶ δεδούλωμαι, οἴμοι! τί γένωμαι; πῶς φύγω τὰς κολάσεις; πῶς τύχω σωτηρίας; Παρθένε Θεοτόκε, βοηθὸς μοι γενοῦ καὶ σῶσόν με. Υἱὸν μακάριον μόνη Θεομακάριστε, ἐναπεκύησας, πάντας ἀποδεικνύοντα, τοὺς σὲ δοξάζοντας, Παρθένε μακαρίους∙ διό σε ἱκετεύω, τῶν μακαριζομένων, τῆς μερίδος με καταξίωσον.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος βαρὺς

Οὐκ ἔτι κωλυόμεθα

Δεσπότης ὢν φιλάνθρωπε Ζωοδότα, ἐξηγόρασας διὰ Σταυροῦ σου, τὴν οἰκουμένην, Κύριε δόξα σοι.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ὁ ἥλιος ἐσκότασεν Ἐλεῆμον, σταυρουμένου σου ἑκουσίως, ὑπὲρ τοῦ κόσμου, Κύριε δόξα σοι.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος βαρὺς

Φωστῆρες ἀνεδείχθησαν οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες∙ Κύριε δόξα σοι.

Σταυροθεοτοκίον, Ἦχος βαρὺς

Ἐν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ὡς ἑώρακεν, ἡ Θεοτόκος θρηνολογοῦσα, ὕμνει τὸ κράτος σου.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βαρὺς

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστὀς ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐξέτεινας ἐν Σταυρῷ παλάμας, τῆς ταθείσης χειρὸς τοῦ Ἀδάμ, πρὸς ξύλον τῆς γνώσεως ἀνορθῶν, ὀλίσθημα Οἰκτίρμον, διˊ ἀγαθότητα πολλήν∙ ὅθεν σε δοξάζομεν, εὐεργέτα Κύριε. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’υμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἐν τόπῳ σε τοῦ Κρανίου δῆμος, τῶν Ἑβραίων Χριστὲ Βασιλεῦ, ἐσταύρωσε συνθλῶντα τοῦ πονηροῦ, τὴν ὀλεθρίαν κάραν, καὶ πηγάζοντα ἡμῖν, ἐκ πλευρᾶς ἁγίας σου, ποταμοὺς ἀφέσεως. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μιμούμενοι, τοῦ Χριστοῦ τὰ πάθη, τὰ θεῖα καὶ σωτήρια, ὑπέστητε βασάνους πολυειδεῖς, καὶ πρὸς ἀθανασίαν, μετεβιβάσθητε ὁμοῦ, Μάρτυρες πανεύφημοι∙ ὅθεν μακαρίζεσθε. Δόξα... Φῶς τριλαμπὲς τῆς Τριάδος σέβω, ἐν τρισὶ προσώποις νοούμενον, καὶ μιᾷ οὐσίᾳ ἕνα Θεόν, τὰ τρία νῦν γινώσκω∙ μία γὰρ φύσις καὶ ἀρχή, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, συνέχουσα τὰ πέρατα. Καὶ νῦν... Σταυροθεοτοκίον Σταυρούμενον τὸν ἐκ σοῦ τεχθέντα, καθορῶσα ἐκραύγαζες, τὰ σπλάγχνα δονουμένη Μαριάμ· Πῶς ταῦτα ἑκουσίως, πάσχεις, μακρόθυμε Υἱέ, θέλων τὸ ἀνθρώπινον, ἐκ φθορᾶς λυτρώσασθαι;

ΠΕΜΠΤΗ ΒΑΡΥΣ ΗΧΟΣ

Στιχηρὰ τῶν Ἅγ. Ἀποστόλων, >Ἦχος βαρύς

Οὐκ ἔτι κωλυόμεθα

Ὁ φθόγγος τῶν ἁγίων Ἀποστόλων, εἰς τὰ πέρατα διεξῆλθε τῆς οἰκουμένης, Κύριε δόξα σοι.

Εὐωδία ὀφθέντες Θεοῦ τοῦ Λόγου, πανσεβάσμιοι μυρίσατέ με, ὀσμῇ τοῦ Πνεύματος.

Οὐράνιον πολίτευμα κεκτημένοι, τὰ οὐράνια φρονεῖν με διδάξατε, καὶ λαλεῖν τὰ θεῖα Θεοῦ θελήματα.

Στιχηρὰ τοῦ ἁγίου Νικολάου, Ἦχος βαρύς

Οὐκ ἔτι κωλυόμεθα

Ὥσπερ ἐρρύσω Πάτερ τοὺς στρατηλάτας, θνῄσκειν μέλλοντας, διˊ ἐντεύξεως καὶ νῦν ὡσαύτως ἡμᾶς διάσωσον.

Τοὺς πίστει σε καὶ πόθῳ προσκαλουμένους, καὶ τιμῶντάς σε πανσεβάσμιε Ἱεράρχα, ῥῦσαι τῶν θλίψεων.

Λοιμοῦ, σεισμοῦ, καὶ θλίψεων, καὶ ἀνάγκης, ἐλευθέρωσον τοὺς ἱκέτας σου, Ἱεράρχα, σοφὲ Νικόλαε.

Θεοτοκίον, Ἦχος βαρύς

Παρθένον σε γινώσκομεν μετὰ τόκον∙ ἀπειράνδρως γὰρ σὺ ἐκύησας τὸν Σωτῆρα, ᾧ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος βαρύς

Ἀπόστολοι ἔνδοξοι, στῦλοι τῶν Ἐκκλησιῶν, τῆς ἀληθείας κήρυκες, λαμπάδες ὑπάρχοντες φαειναί, ὑμεῖς τῷ πυρὶ τοῦ πνεύματος, πᾶσαν τὴν πλάνην ἐφλέξατε, ἀνθρώπων τὸ γένος ἐφωτίσατε∙ διὸ ἱκετεύσατε δεόμεθα, τῷ Σωτῆρι καὶ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ἀπόστολοι τοῦ Χριστοῦ, ἐργάται τοῦ Σωτῆρος∙ Σταυρὸν γὰρ ὥσπερ ἄροτρον, ἐν τοῖς ὤμοις φέροντες, κεχερσωμένην τὴν γῆν, τῆς τῶν εἰδώλων πλάνης ἐκκαθάραντες, καὶ πίστεως τὸν λόγον σπείραντες, ἀξίως τιμᾶσθε, ἅγιοι τοῦ Χριστοῦ Ἀπόστολοι.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος βαρύς

Πανεύφημοι Μάρτυρες, θρέμματα πνευματικά, ὁλοκαυτώματα λογικά, θυσία δεκτή, εὐάρεστος τῷ Θεῷ, ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλˊ οὐρανὸς ὑπεδέξατο, Ἀγγέλων συμμέτοχοι γεγόνατε, μεθˊ ὧν ἱκετεύσατε δεόμεθα, τῷ Σωτῆρι καὶ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον, Ἦχος βαρύς

Λύτρωσαι Θεοτοκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Ἀποστολικὰ

Ἦχος βαρύς

Γεωργοὺς τοῦ ἀγροῦ σου ἀνέδειξας, τοὺς Ἀποστόλους σου Κύριε, ἐκτεμόντας τὰ εἴδωλα∙ διό σε τὸν Σωτῆρα, εἰς τὰ ἔθνη κηρύξαντες, εὐσεβῶς ἐμεγάλυναν. Μαθηταὶ τοῦ Κυρίου πανεύφημοι, οἱ τὴν ὑφήλιον πᾶσαν, ὡς πυρσοὶ καταυγάσαντες, ἐν σκότει με παθῶν καὶ πταισμάτων ὑπάρχοντα, φωτισθῆναι πρεσβεύσατε. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα∙ διό σε Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα Καθίσματα Ἀποστολικὰ

Ἦχος βαρύς

Φωστῆρες ὑμεῖς ὄντες τοῦ κόσμου, Ἀπόστολοι Κυρίου, ἀπαστράπτετε ἀεὶ τὸν λόγον τοῖς πιστοῖς, ἀπελαύνοντες σφοδρῶς, τῆς πλάνης τὴν ἀχλύν∙ διόπερ καὶ φωτίζετε τὰ ἔθνη τῷ βαπτίσματι, ὡς κήρυκες τῆς Τριάδος ὄντες ἀεισέβαστοι. Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν, ὅτι σὺ εἶ Χριστέ, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. Δόξα... Καὶ νῦν... Θεοτοκίον Οὐρανὸν ἐπὶ γῆς σε ἐκήρυξαν, καινοφανῆ Παρθένε, οἱ αὐτόπται τῆς χάριτος, Θεὸν τὸν ἐπουράνιον ἐν γαστρί σου χωρήσασαν, οὐρανοῦντα τὸ πρόσλημμα.

Μετὰ τὴν γˊ Στιχολογίαν, Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου

Ἦχος βαρύς

Τὴν τῆς γῆς ἐπὶ τῆς γῆς, δόξαν οὐκ ἠγαπήσατε ἔνδοξοι, Θεὸν τὸν ἐπουράνιον, τοῖς ἀνθρώποις κηρύξαντες, τούτῳ πάντας ἠγάγετε. Μαρτυρικὸν Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθοπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν∙ διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντές σε, κραυγάζουσι τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε, Χριστέ. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὁ καρπὸς τῆς γαστρός σου Θεόνυμφε, τοῖς ἀνθρώποις ἐδείχθη, σωτηρίας πρόξενος∙ διό σε Θεοτόκον, γνώμῃ καὶ γλώσσῃ δοξάζοντες, οἱ πιστοὶ μεγαλύνομεν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ αˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Νεύσει σοῦ πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἁβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον. Νεύσεσι πρὸς τὸ θεῖον, θεοειδεῖς γεγονότες, Θεοὺς συνετρίψατε, ἀθέων καὶ πρὸς ἔνθεον, πάντας ἠγείρατε πόθον, τοὺς πεπιστευκότας, Θεῷ πανσεβάσμιοι. Ἅλας ὡς πεφυκότες, πάσης τῆς γῆς θεηγόροι, Κυρίου Ἀπόστολοι, τὴν σηπεδόνα στήσατε, πᾶσαν τῆς ἐμῆς καρδίας, καὶ μεμωραμένην, δεινῶς θεραπεύσατε. Πάντων ἡνίκα μέλλῃ, ἐν τῇ δευτέρᾳ ἐλεύσει, σὺν ὑμῖν καθέζεσθαι, Κριτὴς ὁ δικαιότατος, θεῖοι Ἀπόστολοι τότε, πάσης καταδίκης, ἡμᾶς ἐκλυτρώσασθε. Θεοτοκίον Ἄχραντε Θεοτόκε, σὺν ἀσωμάτοις Ἀγγέλοις, Προφήταις καὶ Μάρτυσι, καὶ Ἀποστόλοις πρέσβευε, ὅπως ἄφεσιν πταισμάτων, λάβωμεν Παρθένε, καὶ πλούσιον ἔλεος.

Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχὶς Δέχου δέησιν ἑβδόμην, Νικόλαε, τοῦ Ἰωσὴφ ᾨδὴ αˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Τῷ συνεργήσαντι Θεῷ, Μωϋσῇ ἐν Αἰγύπτω, ἐξαγαγεῖν τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Δεδοξασμένην ἐπὶ γῆς, μετελθὼν πολιτείαν, τοὺς σὲ δοξάζοντας, μετόχους Νικόλαε, τῆς ἐκεῖ δόξης ποίησον. Ἐν τῷ πελάγει τοῦ φθαρτοῦ, διαπλέοντες βίου, πειρασμῶν κύμασι, Παμμάκαρ κυκλούμεθα, ἐξ ὧν ἡμᾶς διάσωσον. Χεῖρά μοι ὄρεξον ἀεί, βοηθείας καὶ πάντων, Πάτερ Νικόλαε, ἐχθρῶν ὁρωμένων τε, καὶ ἀοράτων λύτρωσαι. Θεοτοκίον Ὁ τοὺς ἀΰλους λειτουργούς, Θεοτόκε ποιήσας, ἐκ σοῦ γεγέννηται, διˊ ἔλεον ἄφατον, ἀνθρώποις καθορώμενος.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ γˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ὁ κατˊ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον. Βέλη Χριστοῦ τοῦ δυνατοῦ, ἠκονημένα δειχθέντες, τῶν βελῶν με τῶν τοῦ πονηροῦ, σοφοὶ Μαθηταὶ τοῦ Λόγου ῥύσασθαι δέομαι, καὶ πληγωθεῖσαν χαλεπῶς, τῆς ἁμαρτίας ῥομφαίᾳ, τὴν ἐμὴν καρδίαν θεραπεύσατε. Ὡς οὐρανοὶ δόξαν Θεοῦ, καθὰ φησίν ὁ Προφήτης, διηγεῖσθε θεῖοι Μαθηταί, τρανοῦντες αὐτοῦ τὴν θείαν σάρκωσιν, καὶ τὰ παθήματα σαφῶς, διˊ ὧν παθῶν καὶ θανάτου, πάντες καὶ φθορᾶς ἀπελυτρώθημεν. Ἀπατηθέντα με δεινῶς, καὶ τῆς στολῆς γυμνωθέντα, τῆς ἐνθέου θεῖοι Μαθηταί, στολαῖς με φωτὸς φαιδρῦναι σπεύσατε, οἱ τοῦ ἐχθροῦ τὰς μηχανάς, ἀπογυμνώσαντες πίστει, καὶ τοῦτον αἰσχύνην ἐπενδύσαντες. Θεοτοκίον Ὁ τὰς Δυνάμεις οὐρανῶν, καθυποστήσας τῷ λόγῳ, ὁ Προφήταις χάριν παρασχών, καὶ τοῖς Μαθηταῖς, καὶ πᾶσι Μάρτυσι, τούτων πρεσβείαις ὁ Θεός, καὶ τῆς ἀχράντου Μητρός σου, σῶσον πάντας, οἴκτειρον ὡς εὔσπλαγχνος.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ γˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Στερέωμά μου γενοῦ ὁ λόγῳ στερεώσας τοὺς οὐρανοὺς καὶ ἑδράσας, τὴν γῆν ἐπὶ τῶν ὑδάτων, καὶ ῥῦσαι ὁ Θεός, πάσης περιστάσεως. Ὑπὲρ τῆς οἰκουμένης, προσφέρων ἱκεσίας, ἀπὸ πάσης ἀνάγκης, καὶ θλίψεων μυρίων, περίσῳζε ἡμᾶς, ἅγιε Νικόλαε. Δεδεμένους ἀφύκτῳ, φρουρᾷ ὡς ἐλυτρώσω, τὰ δεσμὰ διαρρήξας, εὐχαῖς σου τῶν κακῶν μου, κατάλλαξον Θεῷ, ἅγιε Νικόλαε. Ἐν νυκτὶ καὶ ἡμέρᾳ, προστάτην σε καλοῦμεν, τὰς ἡμῶν ἱκεσίας, προσάγαγε Κυρίῳ, φρουρῶν ἡμᾶς ἀεί, ἅγιε Νικόλαε. Θεοτοκίον Ἡ λαβὶς ἡ τὸν θεῖον, ἄνθρακα δεξαμένη, ἐν τοῖς θείοις σου σπλάγχνοις, μηδόλως δὲ φλεχθεῖσα, κατάφλεξον ἡμῶν, Πάναγνε τὰ πταίσματα.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ δˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε. Ὁ τοῦ Πατρὸς σύνθρονος Υἱός, ἐπὶ τῆς γῆς σωματωθεὶς ὡς ἄνθρωπος, ἐξελέξατο ὑμᾶς μαθητάς, αὐτοῦ τὴν Θεότητα, διαγγέλλοντας πᾶσι τοῖς ἔθνεσι. Δημιουργοῖς πάντων τῶν παθῶν, περιπεσὼν φρενοβλαβῶς ὁ τάλας ἐγώ, τὴν καρδίαν τετραυμάτισμαι, δέομαι ἰάσασθε, ἰατροὶ νοσούντων Ἀπόστολοι. Ἀπὸ παθῶν ῥύσασθε ἡμᾶς, ἀπὸ κινδύνων χαλεπῶν καὶ θλίψεων, ἀπὸ πάσης περιστάσεως, Ἀπόστολοι ἔνδοξοι, καὶ τῆς πανωδύνου κολάσεως. Θεοτοκίον Ἡ τοῦ Θεοῦ Μήτηρ ἐκλεκτή, σὺν Ἀποστόλοις ἱεροῖς καὶ Μάρτυσι, καὶ Προφήταις καθικέτευε, κινδύνων καὶ θλίψεων, καὶ πλημμελημάτων ῥυσθῆναί με.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ δˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ἐκάλυψεν οὐρανοὺς Χριστὲ ὁ Θεός, ἐν τῇ σῇ οἰκονομίᾳ, ἡ ἀρετὴ τῆς ἀφράστου, σοφίας σου Φιλάνθρωπε. Σοφίᾳ σου ἀμαυρῶν Ἀρείου τὸν νοῦν, τὸν αἱρέσει σκοτισθέντα, τοὺς ὑπˊ αὐτοῦ πλανωμένους, Νικόλαε διέσωσας. Ἰάτρευσον τὰ πολλά μου πταίσματα, εὐπροσδέκτοις σου πρεσβείαις, Θεομακάριστε Πάτερ, καὶ τὴν καρδίαν φώτισον. Νεκρώσας τὰ τῶν παθῶν σκιρτήματα, ὑπˊ αὐτῶν με νεκρωθέντα, ταῖς προσευχαῖς σου παμμάκαρ, ζωώσας καινοποίησον. Θεοτοκίον Ἐκύησας ἐν σαρκὶ τὸν Ἄχρονον, ὃν δυσώπει τῶν χρονίων, παθῶν ἡμᾶς λυτρώσασθαι, ὑμνοῦντάς σε Πανάμωμε.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ εˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Κύριε ὁ Θεός μου, ἐκ νυκτὸς ὀρθρίσας σε ἱκετεύω, παράσχου μοι ἄφεσιν, τῶν παραπτωμάτων μου, καὶ πρὸς φῶς τῶν σῶν προσταγμάτων, τάς ὁδούς μου εὔθυνον δέομαι. Κύριε ὁ Θεός μου, ὁ τοῖς Ἀποστόλοις σου τὴν εἰρήνην, πάλαι δωρησάμενος, τούτων παρακλήσεσι, τὴν εἰρήνην δώρησαι πᾶσι, καὶ πλημμελημάτων τὴν ἄφεσιν. Κύριε ὁ Θεός μου, ὁ Λῃστὴν καὶ Πόρνην ἡμαρτηκότας, διὰ ὑπερβάλλουσαν σώσας ἀγαθότητα, καὶ ἐμὲ οἴκτειρον καὶ σῶσον, ταῖς τῶν Ἀποστόλων δεήσεσι. Θεοτοκίον Κύριε ὁ Θεός μου, ὁ τεχθεὶς ἐκ Κόρης ἀπειρογάμου, ταύτης παρακλήσεσι, καὶ τῶν Ἀποστόλων σου, ἱλασμὸν πταισμάτων μοι δίδου, καὶ μελλούσης ῥῦσαι κολάσεως.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ εˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ὀρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις σου φιλάνθρωπε. Βουλεύματα Πάτερ συγκινούμενα, ἀεὶ καθˊ ἡμῶν ἀπαιδεύτων ἀνθρώπων, ταῖς σαῖς πρεσβείαις ἄπρακτα, ἀπέργασαι Νικόλαε. Δεσμὰ τῶν κακῶν ἡμῶν διάρρηξον, ταῖς σαῖς προσευχαῖς ὁ δεσμεύσας κακίαν, τοῦ ψυχοφθόρου δράκοντος, πανάγιε Νικόλαε. Οἱ γνώμῃ ἀεὶ κατολισθαίνοντες, καὶ πλήθει δεινῶν συνεχόμενοι Πάτερ, προστάτην σε θερμότατον, Νικόλαε κεκτήμεθα. Θεοτοκίον Μαρία Κυρία πάσης κτίσεως, ἐχθροῦ ἀναιδῶς, κυριεύειν ζητοῦντος, τὴν ταπεινὴν καρδίαν μου, Θεογεννῆτορ λύτρωσαι.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ςˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. Τῆς αὐτοσοφίας, θεῖοι Μαθηταὶ γεγονότες, Ἑλλήνων ἐμώραναν τὴν σοφίαν, καὶ σοφιστὴν τῆς κακίας ἀπώλεσαν, καὶ τοὺς ἐν ἀγνοίᾳ πλανωμένους, φέγγει εὐσεβείας οἱ σοφοὶ ἐφώτισαν. Ὁ τοῦ Πέτρου πάλαι, δάκρυσι τὸ πταῖσμα καθάρας, αὐτοῦ ταῖς δεήσεσι, τῆς ψυχῆς μου, τὰ ἀναρίθμητα πταίσματα κάθαρον, διὰ τὴν πολλήν σου εὐσπλαγχνίαν, καὶ τὴν ὑπερβάλλουσαν Χριστὲ χρηστότητα. Ὁ τοὺς Νινευΐτας, πάλαι μεταγνόντας οἰκτείρας, κᾀμὲ τῇ συνήθει σου εὐσπλαγχνίᾳ, διὰ τῶν σῶν Ἀποστόλων ἐλέησον, καὶ μὴ διὰ πλῆθος ἐγκλημάτων, πλήθει ὑποβάλῃς, Λυτρωτὰ κολάσεων. Θεοτοκίον Ἡ τὸ φῶς τεκοῦσα, φώτισον τὴν ἐσκοτισμένην, ψυχήν μου τοῖς πάθεσι, καὶ δυσώπει, σὺν Ἀποστόλοις Προφήταις καὶ Μάρτυσι, πάσης ἁμαρτίας, πάσης βλάβης, πάσης τῆς κακίας τοῦ ἐχθροῦ ῥυσθῆναί με.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ςˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Ἠκύρωσας τὴν τοῦ θανάτου ἄδικον ψῆφον, καὶ ἔσωσας συμπαθείᾳ σου Πάτερ μέλλοντας ἀποθνῄσκειν, ὡς θερμὸς ὑπερασπιστὴς τῶν καλούντων σε. Νοσήματα τῶν ψυχῶν ἡμῶν παῦσον, καὶ στόματα ἀνοιγόμενα μάτην, κατὰ τῶν σὲ ποθούντων, ἱερώτατε Ποιμὴν ἐναπόφραξον. Νομὴν πικρὰν δυσσεβείας Ἀρείου, ἀνέστειλας τῷ φαρμάκῳ τῶν λόγων, τῶν σῶν Ἱερομύστα, ὀρθοδόξων στηριγμὸς σὺ γενόμενος. Θεοτοκίον Ἰάτρευσον ἀνιάτως νοσοῦσαν, Πανάμωμε, τὴν ἀθλίαν ψυχήν μου, τοῦ βίου ταῖς ἀπάταις, καὶ πολλῶν ἁμαρτιῶν ἐπικλύσεσι.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ζˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος. Κάμινον πάλαι, πικρὰς ἀθεΐας, δρόσῳ τοῦ θείου κηρύγματος, ἐναπεσβέσατε κράζοντες ἔνδοξοι· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Τῆς χαλεπῆς με, Χριστὲ ἁμαρτίας, τῆς ἐν τῷ ᾅδῃ κολάσεως, τῆς ἐν γεέννῃ ὀδύνης ἐξάρπασον, καὶ σῶσόν με δέομαι, ἱκεσίαις Λόγε τῶν Ἀποστόλων σου. Λόγου σαγήνῃ, βυθοῦ ἀγνωσίας, οἱ τοὺς βροτοὺς σαγηνεύσαντες, βεβυθισμένον ἀμέτροις με πταίσμασι, καὶ κλυδωνιζόμενον, μαθηταὶ Χριστοῦ διασώσατε. Θεοτοκίον Μετὰ Μαρτύρων, Ἀγγέλων Ὁσίων, καὶ Ἀποστόλων Πανάμωμε, τὸν σὸν Υἱὸν ἐκδυσώπει καὶ Κύριον, σωθῆναι τοὺς δούλους σου, πειρασμῶν, κινδύνων καὶ θλίψεων.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ζˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Κάμινον καιομένην, ἐδρόσισας Σωτήρ, Παῖδας δὲ διέσωσας, ὑμνοῦντας καὶ λέγοντας· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Κόσμος τῆς Ἐκκλησίας γενόμενος Σοφέ, πάσης ἀκοσμίας με παθῶν ἀτίμων λύτρωσαι, τὸν Εὐεργέτην παντὸς τοῦ κόσμου, ἐκδυσωπῶν Ἱεράρχα ἀεί. Ὄμβροις τῶν πρεσβειῶν σου Νικόλαε σοφέ, πάντων ἡμῶν ἄρδευσον, καρδίας ὅπως φέρωμεν, καρποὺς ἀξίους τῆς μετανοιας, καὶ λάβωμεν θεόθεν τὴν ἄφεσιν. Λάμπρυνον σαῖς πρεσβείαις ἡμῶν τοὺς λογισμούς, πίστει ἐπορθρίζοντας, καὶ τὸν Θεὸν δοξάζοντας, καὶ σὲ τὸν τούτου ἀνυμνοῦντας, ἀληθῆ Ἱεράρχην Νικόλαε. Θεοτοκίον Ἅπασα γλῶσσα πίστει δοξάζει σε Ἁγνή, δόξαν χρηματίζουσαν, καὶ καύχημα τοῦ γένους ἡμῶν, καὶ ὁδηγίαν τῶν πλανωμένων, Θεοτόκε πανύμνητε.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ηˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἄνθρακες πυρί, νοητῷ προσαναφθέντες, ὥσπερ καλάμην ἅπασαν, εἰδώλων πλάνην ἀπετέφρωσαν, οἱ τοῦ Χριστοῦ Μαθηταί, καὶ κατεφώτισαν πιστῶν ψυχὰς κραυγάζοντες∙ Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τὴν ἐσβεσμένην μου ψυχὴν τῇ ἁμαρτίᾳ, τὴν σκοτισθεῖσαν πάθεσι, τῆς ἀτιμίας νῦν καρδίαν μου, φωτίσατε τοῦ φωτός, τοῦ ἀϊδίου κοινωνοὶ θεῖοι Ἀπόστολοι, ὅπως κραυγάζω∙ Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τὴν πληγωθεῖσάν μου ψυχὴν τοῖς ἰοβόλοις, τοῦ ἀλαζόνος δήγμασιν, ὁ τὰς πληγὰς σαρκὶ δεξάμενος, ἰάτρευσον προσευχαῖς, τῶν ἱερῶν σου Μαθητῶν, καὶ σῶσόν με ψάλλοντα∙ Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Ἄφλεκτος τεκοῦσα τὸ πῦρ διεφυλάχθης, Παρθένε ἀπειρόγαμε∙ διὸ ἱκέτευε ὃν ἔτεκες, σὺν Ἀσωμάτων χοροῖς, καὶ Ἀποστόλοις, τοὺς πιστῶς σωθῆναι ψάλλοντας∙ Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ηˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι, οἱ τοῦ Πνεύματος τὴν δρόσον δεξάμενοι, ἐν πίστει κραυγάζομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Ἐν Μύροις τὸ μυρίπνοον σῶμά σου, πανάγιε Νικόλαε κείμενον, μύρα τοῖς προστρέχουσιν, ἀναβλύζει καὶ παύει, ἀνθρώπων νοσήματα. Τοῦ κόσμου σε προστάτην ἀνέδειξεν, ὁ κόσμου ποιητής τε καὶ Κύριος∙ διὸ τοῖς καλοῦσί σε, ἐν ἀνάγκαις εὑρίσκῃ, ῥύστης ἑτοιμότατος. Οὐκ ἔστιν ὃς καλεῖ σε ἐν θλίψεσι, καὶ θᾶττον οὐχ εὑρίσκει παράκλησιν∙ διό σου δεόμεθα. Πάντα πόνον, Παμμάκαρ ἡμῶν ἐπικούφισον. Θεοτοκίον Ὑμνεῖ σε πᾶσα γλῶσσα δοξάζουσα, Θεὸν τὸν ὑπερύμνητον τέξασαν, Παρθένε Θεόνυμφε, ὃν δυσώπει ἀπαύστως, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ θˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. Ἰσχὺς ἀφῄρηται πᾶσα τοῦ κοσμοκράτορος∙ τὴν γὰρ ἰσχὺν ὡπλισμένοι τοῦ Παντοκράτορος, οἱ παμμακάριστοι Ἀπόστολοι καὶ θεῖοι, καθεῖλον παρατάξεις, καὶ ἔσωσαν τῆς τούτου, κακουργίας πάντα τὰ πέρατα. Ὡς ποταμοὶ τῆς πηγαίας Πνεύματος χάριτος, ὕδασι θείων δογμάτων ἐπικλυζόμενοι, πᾶσαν ἠρδεύσατε, Ἀπόστολοι τὴν κτίσιν, καὶ ταύτην καρποφόρον, εἰργάσασθε πανσόφως∙ ὅθεν πάντοτε μακαρίζεσθε. Σὺν τοῖς σεπτοῖς Ἀποστόλοις ἀνευφημήσωμεν, τοὺς ἱεροὺς Ἀθλοφόρους καὶ ἐκβοήσωμεν∙ Δέσποτα Κύριε, ταῖς τούτων ἱκεσίαις, καὶ τῶν σῶν Ἀποστόλων, εἰρήνευσον τὸν κόσμον, καὶ παντοίων κινδύνων λύτρωσαι. Ἡ γῆ τοῖς θείοις λειψάνοις καθαγιάζεται, τῶν εὐκλεῶν Ἀποστόλων ἐν θείῳ Πνεύματι, τῶν πρωτοτόκων δέ, ἡ ἄνω Ἐκκλησία, τοῖς πνεύμασι τοῖς τούτων, φαιδρύνεται ἀπαύστως, δι’ὧν Σῶτερ πάντας οἰκτείρησον. Θεοτοκίον Φωτεινοτάτην λαμπάδα μέσον σε ἔχουσαι, χοροστασίαι Μαρτύρων καὶ Ἀποστόλων Ἁγνή, φῶς ἀπαστράπτουσαν, ἐνθέων χαρισμάτων, φωτίζονται ἀΰλως, καὶ πάντας τούς ἐν πίστει, μεγαλύνοντάς σε φωτίζουσι.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ θˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην, ᾄσμασι μυστικοῖς, οἱ πιστοὶ μεγαλύνομεν. Ἰχνηλατήσας τοὺς τρόπους, τῶν ἱερῶν Ἀποστόλων, τὴν αὐθεντίαν αὐτῶν κατεκληρώσω, ὡς ἱεράρχης σεπτός, ἀξιάγαστε Νικόλαε. Ὡς ζηλωτὴν ἔνθεόν σε, καὶ βοηθὸν κατὰ πάντα, τῶν σὲ καλούντων θερμῶς εἰς πάντα κόσμον, Παμμάκαρ ὁ ποιητής, περιβόητον ἀνέδειξε. Συντετριμμένῃ καρδίᾳ, ἀναβοῶμέν σοι Πάτερ. Παραμυθία ἡμῶν γενοῦ, τὰς θλίψεις, σκεδάζων διηνεκῶς, τῶν ψυχῶν ἡμῶν Νικόλαε. Ἡ ἐκτομὴ τοῦ θανάτου, καθάπερ πέλεκυς δένδρῳ, ἐπίκειταί σοι ψυχή∙ μὴ οὖν ἀμέλει, τῆς μετανοίας καρπούς, ἐπιδεῖξαι προθυμήθητι. Θεοτοκίον Φέρεις τὸν φέροντα πάντα, ἐν ταῖς ἁγίαις χερσί σου, ὃν ἐκδυσώπει Ἁγνὴ τοῦ ἀλλοτρίου, τῆς κακουργίας ἡμᾶς, ἀχειρώτους περισῴζεσθαι.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος βαρύς

Ἀπόστολοι του Χριστοῦ, ἐργάται τοῦ Σωτῆρος∙ Σταυρὸν γὰρ ὥσπερ ἄροτρον, ἐν τοῖς ὤμοις φέροντες, κεχερσωμένην τὴν γῆν, τῆς τῶν εἰδώλων πλάνης ἐκκαθάραντες, πίστει τὸν λόγον σπείραντες, ἀξίως τιμᾶσθε, ἅγιοι τοῦ Χριστοῦ Ἀπόστολοι.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ἀπόστολοι ἔνδοξοι, στῦλοι τῶν Ἐκκλησιῶν, τῆς ἀληθείας κήρυκες, λαμπάδες ὑπάρχοντες φαειναί, ὑμεῖς τῷ πυρὶ τοῦ Πνεύματος, πᾶσαν τὴν πλάνην ἐφλέξατε, ἀνθρώπων τὸ γένος ἐφωτίσατε, καὶ νῦν ἱκετεύσατε δεόμεθα, τῷ Σωτῆρι καὶ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος βαρύς

Ἓν πνέοντες, πρὸς ἓν βλέποντες, οἱ ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύματος! ὥσπερ θησαυρούς, τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον∙ Ὅτι κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησώμεθα, θανάτῳ ζωὴν ὠνησάμενοι. Ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.

Θεοτοκίον, Ἦχος βαρύς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Γέγονα καταγώγιον οἴμοι, τῶν ἡδονῶν ὁ πανάθλιος! Γέλως οὖν ὁρῶμαι, ἀεὶ τοῖς ἐχθροῖς μου∙ ὅθεν σοι προσπίπτω ἁγία Παρθένε, ἴδε μου τὴν θλίψιν, καὶ βοήθειάν μοι ὄρεξον, καὶ δακρύοις κάθαρον, καὶ ῥῦσαί με δέομαι, καὶ καταισχυνθείησαν, οἱ χαίροντες Ἁγνὴ τῇ ἀπωλείᾳ μου.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βαρύς

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστὀς ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐκ τοῦ βυθοῦ τοῦ τῆς ἀπιστίας, τῶν ἐθνῶν τὰς ἀγέλας σοφοί, ἠγρεύσατε πρὸς πίστιν θεοτερπῆ, καὶ νοητῇ τραπέζῃ, ὀψώνιον πολυτελές, πάντας προσηγάγετε, ἔνδοξοι Ἀπόστολοι. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τὸν σκοτασμὸν τῆς δεινῆς ἀπάτης, τῷ φωτὶ τοῦ κηρύγματος, διώξαντες καρδίας τῶν εὐσεβῶν, Ἀπόστολοι Κυρίου, κατεφωτίσατε σαφῶς∙ ὅθεν ὑμᾶς ᾄσμασι, θείοις μακαρίζομεν. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τεμνόμενοι μεληδὸν τῷ ξίφει, Ἀθληταὶ θεῖοι ἄτμητοι, ἐμείνατε ἀγάπης τοῦ Λυτρωτοῦ, πρὸς ὃν ἀναδραμόντες, νῦν κατοικεῖτε ἐν χαρᾷ, πάντα τὰ οὐράνια, δόξῃ ἀπαστράπτοντες. Δόξα... Ὁ κάκιστος καὶ φθορεὺς τοῦ γένους, τῶν ἀνθρώπων κατέχει με, πρεσβείαις τῶν κηρύκων ἡ πανσθενής, Τριὰς ἐξάρπασόν με, ἐκ τοῦ φάρυγγος αὐτοῦ, ἵνα μεγαλύνω σου, τὸ ἄμετρον ἔλεος. Καὶ νῦν... Θεοτοκίον Τὸν σύνθρονον τῷ Πατρὶ Παρθένε, ἐξ ἁγνῶν σου αἱμάτων σεμνή, προήγαγες φοροῦντα σάρκα θνητήν, ὅπως ἀθανατίσῃ, τὴν οὐσίαν τῶν βροτῶν∙ ὅθεν κατὰ χρέος σε, πάντες μακαρίζομεν.

ΠΑΡΑΣΚΕΥΗ ΒΑΡΥΣ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ, Ἦχος βαρὺς

Οὐκ ἔτι κωλυόμεθα ξύλου

Ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσῃ, βροτὸς γέγονας Ὑπεράγαθε, καὶ σταυροῦσαι, δόξα τῇ δόξῃ σου.

Ὅτε Σταυρῷ σε δῆμος Ἑβραίων, Λόγε, κατεδίκασε, γῆ ἐσείετο, καὶ ἡλίου σέλας ἐκρύπτετο.

Ὁ ἥλιος ἐσκότασεν Ἐλεῆμον, σταυρουμένου σου, καὶ ἡ κτίσις συνεκλονεῖτο, κράζουσα∙ Δόξα σοι.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Κλῖνόν μοι τὸ φιλάγαθον οὖς σου, δεομένῳ Πανάμωμε, καὶ μὴ ἀπορρίψῃς τοῦ σοῦ με προσώπου, μηδὲ πόρρω πέμψῃς τῆς σῆς βοηθείας∙ δόλῳ γὰρ ὁ δόλιος, σπουδάζει ἀπολέσαι με, παραλόγοις πάθεσι, κινεῖ τὴν καρδίαν μου, σὺ δέ με συντήρησον, ὅλον τῆς αὐτοῦ βλάβης ἀμέτοχον.

Ὄφελος οὐδαμῶς ἐκ τῆς ὕλης, ὦ ψυχή μου γενήσεται, περὶ ἣν σπουδάζεις εἰς μάτην τοῦ βίου, περὶ ἣν ἐκτήκεις σαυτὴν ταῖς φροντίσι, πᾶσαν οὖν τὴν μέριμναν, ἐπίρριψον πρὸς Κύριον, τὸν κρῖναί σε μέλλοντα, καὶ δάκρυσι βόησον∙ Δέσποτα φιλάνθρωπε, σῶσόν με πρεσβείαις τῆς Τεκούσης σε.

Ὄνομα εὐλαβείας Παρθένε, ἐμαυτῷ ἔξω θέμενος, παίγνιον πορνείας, ἐντὸς χρηματίζω, καὶ ἀλαζονείας, γέλως καθορῶμαι∙ θηρίοις γὰρ δυσίν, ὡς ἀντιμάχοις, παραδέχομαι ἐξ ἀπροσεξίας∙ διὰ τοῦτο ῥῦσαί με∙ σὺ γὰρ ἀγαλλίαμα, πέφυκας ψυχῆς μου καὶ πεποίθησις.

Σταυροθεοτοκίον, Ἦχος βαρὺς

Ῥήματα ἐν τῷ τόκῳ σου Τέκνον, δι’ὧν χαροποιὰ πρῴην ἤκουον, προσεδόκων, χαρᾶς ἐμπλησθῆναι, καὶ χαροποιῆσαι, ψυχὰς τεθλιμμένας, ταῦτα δὲ πρὸς λύπην μετετράπη, τῇ σταυρώσει σου ἐναργῶς τὰ πράγματα∙ ἡ λύπη γὰρ τήκει με, καὶ θανεῖν προῄρημαι, πληρούσης τῆς λύπης τὴν καρδίαν μου.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος βαρὺς

Οὐκ ἔτι κωλυόμεθα ξύλου ζωῆς, τὴν ἐλπίδα ἔχοντες τοῦ Σταυροῦ σου, Κύριε δόξα σοι.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Κρεμάμενος Ἀθάνατε ἐπὶ ξύλου, ἐθριάμβευσας τὰς παγίδας τοῦ διαβόλου, Κύριε δόξα σοι.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος βαρὺς

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.

Σταυροθεοτοκίον, Ἦχος βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Τέτρωμαι τῇ ῥομφαία τῆς λύπης, ἐν Σταυρῷ καθορῶσά σε, τὸν ἐπὶ ὑδάτων τὴν γῆν στερεοῦντα, καὶ καθάπερ δέρριν ἐκτείναντα πόλον∙ βλέπω γὰρ γυμνὸν κατεσφαγμένον σε κρεμάμενον, καὶ θανεῖν Υἱέ μου νῦν, αἱροῦμαι παμφίλτατε, φρῖξον γῆ καὶ σείσθητι, ἔλεγεν ἡ Πάναγνος δακρύουσα.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος βαρὺς

Ὁ δι΄ἐμὲ ἀνασχόμενος τῆς ἐν Σταυρῷ προσηλώσεως δέξαι μου τὴν ἄγρυπνον αἴτησιν Χριστὲ ὁ Θεὸς καὶ σῶσόν με ὡς φιλάνθρωπος. Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ σου σῶσόν με, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Θεοτόκε ἀειπάρθενε, ἐν τῷ Σταυρῷ ὁρῶσα, τὸν Υἱόν σου κρεμάμενον, ὡς Μήτηρ θρηνῳδοῦσα, τὴν αὐτοῦ ἐμεγάλυνας, φοβερὰν συγκατάβασιν, ἀπειρόγαμε Δέσποινα.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος βαρὺς

Πυρὸς φωτεινότερον φλογὸς ἐναργέστερον τὸ ξύλον ἀνέδειξας Χριστὲ του Σταυροῦ σου καταφλέγον ἁμαρτίας τῶν ἀνθρώπων καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων τὴν ἑκούσιόν σου Σταύρωσιν Χριστὲ ὁ Θεὸς δόξα σοι. Ὁ διˊ ἡμᾶς τὴν ἑκούσιον, καταδεξάμενος σταύρωσιν, σύντριψον ἐχθρούς, μὴ εἰδότας σε Θεὸν ἀληθῆ, καὶ σῶσον ἡμᾶς. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ὅτε προσηλώθης βουλήσει, καὶ ὑψώθης τῷ Σταυρῷ σου, ἡ Θεοτόκος παρισταμένη ἔλεγε∙ Κύριε Κύριε, οὐδεμιᾷ γυναικὶ συνέβη τὸ ἄλγος μου, Θεόν σε ἐπίσταμαι ἐκ τῶν θαυμάτων, καὶ ἰδοὺ βλέπω σε, νεκρὸν ἐν ξύλῳ κρεμάμενον, ἀλλˊ ἀνάστηθι, ὡς εἶπας, τριήμερος, ἵνα χαίρουσα, βοῶ σοι∙ δόξα σοι.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος βαρὺς

Ὁ τοῦ Ἀδὰμ τὸ κατάκριμα, ξύλῳ Σταυροῦ ἰασάμενος, ἴασαι ἡμῶν τὰ συντρίμματα τῶν καρδιῶν, καὶ σῶσον ἡμᾶς. Μαρτυρικὸν Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δωρηθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων, δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ἀσπόρως συνέλαβες, ἐν μήτρᾳ σου Παρθένε Θεοτόκε, ὄνπερ κατεῖδες ἐν Σταυρῷ κρεμάμενον∙ ἀπαύστως οὖν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχὶς Χριστὸς ξύλῳ πέπαυκε τὴν ξύλου βλάβην. ᾎσμα Ἰωσὴφ ᾨδὴ αˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τῷ ἐκτινάξαντι Θεῷ, τὸν Φαραὼ ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται. Χριστὸς ὑψούμενος Σταυρῷ, πρὸς ἑαυτὸν πάντας εἵλκυσε πιστούς, καὶ κατέρραξεν ἐχθρόν, ἅπαντας τὸν καταπτώσαντα. Ῥεῖθρον ζωῆς μοι Ἰησοῦ, ἐκ ζωηφόρου ἐπήγασας πλευρᾶς, καὶ ἐνέκρωσας ἐχθρόν, Δέσποτα νεκρὸς γενόμενος. Μαρτυρικὰ Ἱκετηρίαν τῷ Χριστῷ, ὑπὲρ ἡμῶν οἱ Ἀθλοφόροι ἐκτενῆ, προσηνέγκατε φρικτῆς, ἅπαντας ῥυσθῆναι κρίσεως. Σοβαρευόμενον ἐχθρόν, ταπεινωθέντες ὑμεῖς διὰ Χριστόν, κατεπτώσατε σοφοί, Μάρτυρες τῇ θείᾳ χάριτι. Σταυροθεοτοκίον Τὸν ἀνατείλαντα ἐκ σοῦ, ὑπερβολῇ εὐσπλαγχνίας, ἐν Σταυρῷ καθορῶσα, θρηνῳδεῖς, Δέσποινα τοῦτον δοξάζουσα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ αˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ ἀναβάτας τριστάτας βυθίσαντι, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται. Ὡς τερπνότατον ᾀσμάτων, ᾠδὴν θεοτερπῆ, εὐχαριστίας ἕνεκα προσφέρομεν, τὸ Χαῖρέ σοι Ἁγνή, ὅτι ἐκ θλίψεως χαράν, ἡμῖν ἑβράβευσας. Τοῦ ἐλέους σου τὴν χάριν, καὶ τῆς σκέπης τὴν ἰσχύν, οὐ σιωπῶμεν Παρθένε πανύμνητε, κηρύττομεν δὲ νῦν, ὅτι κινδύνων χαλεπῶν, ἡμᾶς διέσωσας. Ἐκ ποικίλων λυτρωθέντες, πειρασμῶν καὶ συμφορῶν, ταῖς μητρικαῖς σου πρεσβείαις Πανύμνητε, ψάλλομεν θερμῶς, εὐχαριστίας σοι φωναῖς, ᾠδὴν ἐπινίκιον. Κροσσωτοῖς κεχρυσωμένη, ὡς χρυσοῖς ταῖς ἀρεταῖς, καὶ ταῖς τοῦ Πνεύματος χάρισι Πάναγνε, ὡς νύμφη τοῦ Πατρός, ὡραϊσθεῖσα ἀληθῶς, ἐδείχθης Μήτηρ Θεοῦ.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ἐστερεώθη τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ ἀπαύστως ἐν ὕμνοις, βοᾷ μελῳδοῦσα· Ἅγιος εἶ Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. Ὁ ἀπαθὴς κατˊ οὐσίαν, πῶς πάθος ὑπέστης; ὁ τὴν ζωήν μοι ἐμπνέων, πῶς θνῄσκεις ἐν ξύλῳ; Μέγα σου τὸ ἔλεος, καὶ ἡ μακροθυμία σου. Σταυρῷ λῃστῶν μέσον Λόγε, ἀδίκως ἀνυψώθης, καὶ ἐδικαίωσας πίστει, τὸν σὲ ἐπεγνωκότα, Κτίστην πάσης κτίσεως, ἐθελουσίως πάσχοντα. Μαρτυρικὰ Ξέσεις σαρκὸς καρτεροῦντες, χειρῶν τε ἀφαιρέσεις, καὶ τῶν ποδῶν καὶ παντοίων, μελῶν Ἀθλοφόροι, δόξης ἐπετύχετε, ὑπὲρ ἡμῶν πρεσβεύοντες. Ὑπερβολῇ τῶν βασάνων, ἐνθέως λαμπρυνθέντες, τὴν ὑπερβάλλουσαν δόξαν, Σοφοὶ νῦν κληροῦσθε, πάντοτε πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Σταυροθεοτοκίον Λύσιν ἡμῖν ὀφλημάτων, ἁγνὴ Παρθένε δίδου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἡ τὸν Σταυρῷ παγέντα, ἄνθρωπον γενόμενον, Θεὸν Λόγον κυήσασα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὁ οὐρανοὺς τῷ λόγῳ στερεώσας, καὶ τὸ τῆς γῆς θεμέλιον ἑδράσας, ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν μου τὸν νοῦν, εἰς τὸ θέλημά σου, μόνε Φιλάνθρωπε. Τὸ τῆς χαρᾶς, τῆς θείας μεγαλεῖον, ὡς παροχὴν ἡμῖν τῆς σωφροσύνης, εὐχαριστίας φωναῖς, προφθάσωμεν εὐσεβῶς, χαιρετίζοντες αὐτήν, ὡς προστασίαν ἡμῶν. Οἱ διὰ σοῦ, ῥυσθέντες τῶν κινδύνων, καὶ διὰ σοῦ χαρᾶς ἐπιτυχόντες, Μήτηρ ἀνύμφευτε, ὡς δοτῆρα ἀγαθήν, καὶ προστάτιν εὐκλεῆ, πάντες δοξάζομεν. Καταλλαγήν, πταισμάτων καὶ κινδύνων, τὴν θεϊκὴν πρεσβείαν σου πλουτοῦντες, Μήτηρ Χριστοῦ του Θεοῦ, ὡς αἰτίαν ἀγαθῶν, ἀνυμνοῦμεν σε πιστῶς, εὐχαριστίας φωναῖς. Ἡ τῆς χαρᾶς, πηγὴ τῆς ἀθανάτου, βρύεις χαρᾶς τὰ ῥεῖθρα ἰαμάτων τοῖς κινδυνεύουσι, καὶ σῷζεις πάντας Ἁγνή, ὡς ἀέναος ἡμῶν, ἀγαθοδότις Θεοῦ.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην Κύριε. Ὡραιότατος καθάπερ βότρυς, Σταυρῷ ὑψώθης, εὐφροσύνης γλεῦκος Δέσποτα, ἐναποστάξας φιλάνθρωπε. Πολυώδυνα ἀνθρώπων πάθη, ἔπαυσας Λόγε, πάθος Δέσποτα ἑκούσιον, ἐν τῇ σαρκί σου δεξάμενος. Μαρτυρικὰ Ἐτραυμάτισαν τῷ τραυματοῦσθαι, οἱ Ἀθλοφόροι, τὸν πολέμιον καὶ ὤφθησαν, ἰατροὶ τῶν παθημάτων ἡμῶν. Παρετάξαντο πρὸς τοὺς τυράννους, οἱ Ἀθλοφόροι, καὶ νικήσαντες ἐστέφθησαν, νικητικοῖς διαδήμασι. Σταυροθεοτοκίον Ἀπεκύησας ἄνευ σπορᾶς, Παρθένε τὸν Λόγον, τὸν Σταυρῷ ἐξαφανίσαντα, τὴν φθορὰν ἀγαθότητι.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ἐκάλυψεν οὐρανοὺς Χριστὲ ὁ Θεός, ἐν τῇ σῇ οἰκονομίᾳ, ἡ ἀρετὴ τῆς ἀφράστου, σοφίας σου Φιλάνθρωπε. Ἐπάξιόν σοι ᾠδήν, τὸ Χαῖρε Ἁγνή, οἱ ῥυσθέντες τῶν κινδύνων, ταῖς σαῖς πρεσβείαις Παρθένε, γηθόμενοι προσάγομεν. Ἐπήγειρον καθˊ ἡμῶν, κινδύνους πολλούς, τῶν παθῶν αἱ ἁμαρτίαι∙ ἀλλὰ ἡ θεία σου σκέπη, ἡμᾶς Ἁγνὴ ἐρρύσατο. Εὐχάριστόν σοι ᾠδήν, ψυχῆς ταῖς χερσίν, ἐπισείομεν Παρθένε, τοῖς θείοις ὕμνοις σκιρτῶντες, ἐκ θλίψεως ῥυσθέντες πολλῆς. Μακάριοι ἀληθῶς, οἱ σέβοντές σε Θεοτόκε Παναγία, ὅτι ἐν σοὶ ἁμαρτίας, καὶ θλίψεως ἐρρύσθημεν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὀρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις σου φιλάνθρωπε. Ὑψούμενος Δέσποτα ἐν ξύλῳ σαρκί, τὴν κτίσιν πᾶσαν, ἐκ βαράθρων χαλεπῶν, τῆς ἀγνωσίας εἵλκυσας, πρὸς γνῶσίν σου φιλάνθρωπε. Κρανίου σε τόπῳ ἐξῃτήσαντο, λαὸς ἄνομος, σταυρωθῆναι Ἰησοῦ, τὴν κάραν τὴν ὀλέθριον, τοῦ ὄφεως συντρίβοντα. Μαρτυρικὰ Ἐστήσατε δυσσεβείας ῥεύματα, Χριστοῦ Μάρτυρες, θείοις αἵμασιν ὑμῶν, καὶ Φαραὼ τὸν τύραννον, ἐν τούτοις ἀπεπνίξατε. Τοῖς ὄνυξιν ἀφειδῶς ξεόμενοι, ἐσπαράξατε, τοῖς ἐλέγχοις Ἀθληταί, καρδίας ματαιόφρονας, καὶ νικηταὶ γεγόνατε. Σταυροθεοτοκίον Ἡγίασεν ὁ Θεὸς τὴν μήτραν σου, ἁγία Σεμνή, κατοικήσας ἐν αὐτῇ, καὶ ἐν Σταυρῷ ὑψούμενος, τὴν κτίσιν συνανύψωσε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Διασκεδάσας τὴν νύκτα τῶν παθῶν, λάμψον μοι φῶς νοερόν, ὁ τὸ ἀρχέγονον σκότος, τῆς ἀβύσσου διώξας, καὶ τὸ πρωτόκτιστον φῶς, καταλάμψας τῷ κόσμῳ, Δημιουργὲ τοῦ παντός. Τῆς ἁμαρτίας ἀναίρεσιν πιστῶν, Παρθένε τέτοκας, καὶ ἐκ κινδύνων καὶ πόνων, διεσώθη ὁ κόσμος∙ διὸ τὸ Χαῖρέ σοι, καὶ ἡμεῖς ἐκβοῶμεν, ῥυσθέντες ἐκ θλίψεως. Κατασχεθέντες ποικίλοις πειρασμοῖς, ἄχραντε Δέσποινα, καὶ ἀθυμίᾳ καὶ θλίψει, καὶ δεινῇ περιστάσει, ἀπογνωσθέντες ἡμεῖς, εὐφροσύνης ἐλπίδα, σὲ ἐπλουτήσαμεν. Ὡς σωτηρίας φύλαξ τῶν πιστῶν, καὶ οἰκετῶν σου Ἁγνή, ἀποδιώκεις κινδύνους, καὶ φρουρεῖς ἀπημάντους∙ διὸ οἱ μέτοχοι, τῶν πολλῶν ἀγαθῶν σου, εὐχαριστοῦμεν ᾠδαῖς. Εὐχαριστοῦμέν σοὶ ῥυσθέντες διὰ σοῦ, ἁμαρτημάτων πολλῶν, καὶ ἀσθενείας καὶ πόνων, καὶ κινδύνων χαλεπῶν, ἄχραντε Δέσποινα, ἡ ἐλπὶς ἡ βεβαία, τῶν πιστῶν σου οἰκετῶν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Νοσήσασαν τῶν ἀνθρώπων τὴν φύσιν, ἐπέφανας διὰ σπλάγχνα ἐλέους, ἰατρὲ τῶν νοσούντων, καὶ ἰάσω τῷ Σταυρῷ καὶ τῷ πάθει σου. Ξύλῳ τὸ πρὶν ὁ Ἀδὰμ κατεκρίθη, ξύλῳ δὲ νῦν τοῦ Σταυροῦ δικαιοῦται, τὴν εἴσοδον λαμβάνων, Παραδείσου καὶ τρυφῆς τὴν ἀπόλαυσιν. Ὑμνοῦμέν σε τὸν Σταυρῷ ὑψωθέντα, δοξάζομεν τὸν ἀκάνθαις στεφθέντα, καὶ δόξῃ στεφανοῦντα, τοὺς ἀνθρώπους Βασιλεῦ ὑπεράγαθε. Μαρτυρικὰ Λυμαντικὴν ἀπωσάμενοι βλάβην, οἱ Ἀθληταὶ τῆς εἰδωλομανίας, βασάνοις ὁμιλοῦντες καὶ θανόντες, σὺν Χριστῷ βασιλεύουσιν. Οὐ διωγμός, οὐ λιμός, οὐ γυμνότης, οὐ κίνδυνοι, οὐδὲ θάνατος ὅλως, τοὺς θείους Ἀθλοφόρους, τῆς ἀγάπης τοῦ Χριστοῦ διεχώρισαν. Σταυροθεοτοκίον Ὑμνολογεῖς τὸν ἐκ σοῦ σαρκωθέντα, καὶ θρηνῳδεῖς, ἐν Σταυρῷ ὑψωθέντα, αὐτὸν κατανοοῦσα, Μητροπάρθενε ἁγνὴ παναμώμητε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Βυθῷ ἁμαρτημάτων, περιπεσὼν Ἀγαθέ, ὡς Ἰωνᾶς ἐκ τοῦ κήτους βοῶ σοι. Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, καὶ σῶσόν με φιλάνθρωπε. Ἀγγέλων γλῶσσαι Κόρη, τὰ σὰ ἐγκώμια, ἀνακηρύττειν οὐ σθένουσιν Ἁγνή, ἡμεῖς δὲ νῦν δουλικῶς, δανεισάμενοι τὸ Χαῖρε, τοῦ Γαβριὴλ προσφέρομεν. Εἰς βάθος ἀθυμίας, καὶ περιστάσεως, ταῖς ἁμαρτίαις ἡμῶν, πεπτωκότες ἐρρύσθημεν, διὰ σοῦ τῆς ἀνάγκης τῶν κινδύνων, Παρθένε Θεοτόκε Ἁγνή. Ὑπόχρεων εἰργάσω, πάντα τὸν κόσμον Ἁγνή, εὐχαριστεῖν καὶ αἰνεῖν καὶ δοξάζειν, τὴν χάριν σου εὐσεβῶς∙ διὰ σοῦ γὰρ τῶν κινδύνων, καὶ θλίψεων λυτρούμεθα. Ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ φανερῶς καὶ κρυπτῶς, ἐπὶ τὴν σὴν καταφεύγομεν, πάντες βοήθειαν, Παναγία Θεοτόκε Ἁγνή, καὶ σεπτῶς σε γεραίρομεν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος. Βάρος κουφίζων, τῶν ἀνομιῶν μου, μέσον, ἀνόμων ἀνήρτησαι, ἐπὶ Σταυροῦ Ἰησοῦ ὑπεράγαθε, ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεὸς καὶ ὑπεράγαθος. Λόγχῃ ἐνύγης, τὴν θείαν πλευράν σου, καὶ τῆς πλευρᾶς τὸ ὀλίσθημα, ἐπανορθώσω∙ φλογίνῃ ῥομφαίᾳ δέ, διδόναι μοι εἴσοδον, Παραδείσου, Σῶτερ προστάττεις πάντοτε. Μαρτυρικὰ Ἄστρα ἐν ὕψει, τεθεμελιωμένα, τῆς Ἐκκλησίας οἱ Ἅγιοι, γεγενημένοι τὴν κτίσιν αὐγάζουσιν, ἄθλων ταῖς λαμπρότησι, καὶ τῶν ἰαμάτων φαιδρότησι. Βίβλος προσφέρει, ἀεὶ γεγραμμένους, ζώντων Κυρίου τοὺς Μάρτυρας, τὰ γεγραμμένα Θεοῦ δικαιώματα, προθύμως φυλάξαντας, καὶ ἐνηθληκότας στερρότατα. Σταυροθεοτοκίον Ἡ Παναγία, πανάγιον Λόγον, τὸν ἐξ αὐτῆς ἀνατείλαντα, ἐν τῷ ἁγίῳ Σταυρῷ ἀνυψούμενον, καὶ καθαγιάζοντα τοὺς ἀνθρώπους, ὁρῶσα ἐπωδύρετο.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι, οἱ τοῦ Πνεύματος τὴν δρόσον δεξάμενοι, ἐν πίστει κραυγάζομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Τὸ Χαίρειν εὐχαρίστως σοι προσφέρομεν, πάσης δυσχερείας διὰ σοῦ, Μήτηρ Θεοῦ ὡς ἀληθῶς λελυτρωμένοι καὶ συμφώνως κράζοντες, ἐν εὐφροσύνῃ καὶ χαρᾷ, σὲ μεγαλύνομεν. Ηὐλίσθημεν ἑσπέρας, κλαυθμῷ πολλῷ, ἐπὶ τῇ προσδοκίᾳ τῶν κακῶν, ἀλλὰ τὴν σὴν θεοπρεπῆ σκέπην Παρθένε, δεηθέντες εὕρομεν, ἀγαλλίασιν καὶ λύσιν, ἀπάσης θλίψεως. Ὡς θεῖον καταφύγιον, τὴν σκέπην σου, πάντες κεκτημένοι πρὸς Θεόν, ἐν πειρασμοῖς καὶ διωγμοῖς, καὶ ἁμαρτίαις, ἐπὶ σοὶ προσπίπτομεν, καὶ διὰ σοῦ ἀπαλλαγήν, πλουτοῦμεν Ἄχραντε. Τὴν χάριν τῆς πρεσβείας σου κηρύττομεν, στόματι καὶ πνεύματι ἀεί, ὡς διˊ αὐτῆς καὶ πειρασμῶν καὶ τυραννίδος, καὶ βαρείας θλίψεως, καὶ παντοίων παθῶν, οἱ δοῦλοί σου λυτρούμενοι.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὂν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Νεκρόν με ἔδειξε, τὸ τῆς γνώσεως ξύλον, σὺ δὲ Χριστέ μου νεκρωθεὶς ἐπὶ ξύλου, ἐζώωσας καὶ ἐφώτισας ψάλλειν∙ Ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἀκάνθαις ἔστεψεν, ὁ παράνομος δῆμος, σὲ Βασιλεῦ παρακοῆς ἐκριζοῦντα, τὴν ἄκανθαν, Ἀδὰμ τοῦ πρωτοπλάστου, καὶ ὕψωσε Σταυρῷ, τὸν πάντας ἐκ τοῦ βάθους, ἑλκύσαντα τῆς πλάνης. Συνέσει τείναντα, οὐρανούς σε τανύει, ἐπὶ τοῦ ξύλου ὁ λαὸς ὁ ἀγνώμων, ἰώμενον τὰς ἡμῶν ἁμαρτίας, τῷ πάθει σου Σωτήρ, καὶ παύσαντα τοὺς πόνους, τοῖς ἐκ τῶν ἥλων πόνοις. Μαρτυρικὸν Μαρτύρων λείψανα, εὐωδίαν θαυμάτων, τοῖς προσιοῦσιν ἀδιστάκτῳ καρδίᾳ, ἐκπέμπουσι, καὶ παθῶν δυσωδίαν, διώκουσιν ἀεί, καὶ πᾶσιν εὐρωστίαν, ἐνθέως χορηγοῦσι. Σταυροθεοτοκίον Ἁγίων τάγματα, λιτανεύουσι Κόρη, τὸν ἐκ γαστρός σου προελθόντα Δεσπότην, τὸν δείξαντα, ἐν Σταυρῷ τούτοις τρίβον, ἀθλήσεως Ἁγνή, καὶ σὲ δοξολογοῦσιν, ὡς πάντων Βασιλίδα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Τὸν ὑπˊ Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄροι καὶ βουνοὶ καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε. Ὡς λυτρωθέντες καταιγίδος, ἁμαρτίας καὶ παθῶν καὶ πειρασμῶν, ταῖς σαῖς πρεσβείαις ἀγαθή, Θεοτόκε εὐχαρίστῳ φωνῇ, τὸ Χαῖρέ σοι βοῶμεν, ὡς διὰ σοῦ ἐκ θλίψεως, εἰς χαρὰν μετελθόντες. Ἐν τῇ ὀδύνῃ τῶν κινδύνων, κεκραγότας οὐ παρεῖδες Ἀγαθή, ἀλλὰ δεήσεως πτωχῆς, ἐπακούσασα ἐρρύσω ἡμᾶς, ἐκ θλίψεως μεγάλης∙ ὅθεν πιστῶς τὴν σὴν πρεσβείαν, Ἁγνὴ ἀνυμνοῦμεν. Ἁμαρτημάτων καὶ πταισμάτων, ἡ αἰτία νῦν ἐπήγειρεν ἡμῖν, θλίψεις κινδύνων καὶ παθῶν, καὶ ἀνθρώπων πειρασμοὺς ἀπηνεῖς, ταῖς σαῖς Θεοκυῆτορ, θείαις λιταῖς ἐρρύσθημεν, ἐξ ἐχθρῶν παραδόξως. Οἱ οἰκτιρμοί σου ἐπὶ πάντας, ἀενάως καταπέμπονται Χριστέ, ἀγαθοδότως ἀληθῶς, ταῖς πρεσβείαις τῆς Τεκούσης σε∙ ἐν ταύτῃ γὰρ πλουτοῦμεν, Χριστιανοὶ τὸ ἔλεός σου, Σωτὴρ ἐλεῆμον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα, ἡ τὸν ἄναρχον Λόγον ἀσπόρως συλλαβοῦσα, καὶ σεσαρκωμενον Θεόν, τεκοῦσα τοῖς ἀνθρώποις, ᾠδαῖς πάντες σε πιστοὶ μεγαλύνομεν. Ἰκρίῳ σε, ἀνυψωθέντα ὡς ἑώρα, Βασιλεῦ τῶν ἁπάντων ὁ ἥλιος ἐσβέσθη, καὶ τὸ καταπέτασμα τὸ τοῦ ναοῦ, ἐρράγη, ἡ φαιδρότης Ἰησοῦ παντοδύναμε. Ὤρυξάν σου, χεῖρας, οἱ ἄνομοι καὶ πόδας, καὶ πλευρὰν ζωηφόρον, ἐκέντησαν τῇ λόγχῃ, καὶ χολὴν καὶ ὄξος σε, ἐπότισαν Οἰκτίρμον, τοῦ παντὸς τὸν γλυκασμόν καὶ Θεὸν ἡμῶν. Μαρτυρικὰ Συνέτριψαν, τοῦ ἀρχεκάκου τὰς παγίδας, συντριβόμενοι πάσαις, ἰδέαις τῶν βασάνων, καὶ στεφανηφόροι τῇ νίκῃ γεγονότες, οἱ γενναῖοι Ἀθληταὶ μακαρίζονται. Ἡγίασαν, τῇ καταθέσει τῶν λειψάνων, πᾶσαν γῆν οἱ Ἀθλοφόροι καὶ ἔπαυσαν τὰς κνίσσας, τῶν εἰδωλοθύτων, πυρὶ προσομιλοῦντες, καὶ ἐν τούτῳ μυστικῶς, ὁλοκαυτούμενοι. Σταυροθεοτοκίον Φιλάγαθε, τῶν Χερουβεὶμ ἁγιωτέρα, ἡ Θεοῦ Θεὸν Λόγον σαρκί, ἀποτεκοῦσα, τὸν ἀνυψωθέντα σαρκὶ Σταυρῷ ἐθελουσίως, ὑπὲρ πάντων ἐκτενῶς, τοῦτον πρέσβευε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

Ἀσπόρου τόκου σύλληψιν, τίς ἑρμηνεύσει βροτῶν; ἀφθόρου τόκου γέννησιν, τίς μὴ θαυμάσει γηγενῶν; διό σε αἱ φυλαὶ τῆς γῆς, Θεοτόκε μεγαλύνομεν. Τὸ Χαῖρε ἐπαξίως σοι, μετὰ φωνῆς ἀλαλαγμοῦ, Παρθένε νῦν προσφέρομεν, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, ῥυσθέντες ἐκ ποικίλων πειρασμῶν, Θεοτόκε ταῖς πρεσβείαις σου. Χαρὰ καὶ ἀγαλλίασις, καὶ εὐφροσύνη θεϊκή, Παρθένε ἀπειρόγαμε ἡμῖν ἐπλήθυνε Θεοῦ∙ ἰδοὺ γὰρ οἱ πενθοῦντες χαλεπῶς, ἀγαλλόμεθα πρεσβείαις σου. Θυσίαν σοι αἰνέσεως, θύω καὶ γλώσσῃ καὶ φωνῇ, ᾠδὴν εὐχαριστήριον, ἀποδιδούς σοι ἐκτενῶς, Παρθένε ὡς ηὐξάμην διὰ σοῦ, ἐν ἡμέρᾳ ῥυσθεὶς ἐκ θλίψεως. Συγχαίρομέν σοὶ Ἄχραντε, τῷ θείῳ τόκῳ εὐσεβῶς, χαρὰν ἡμῖν ἔβλυσας, ἐκ θλίψεως καὶ πειρασμοῦ∙ διό σοι εὐχαρίστως καὶ ἡμεῖς, τὴν ᾠδὴν ἀποπληροῦμεν.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος βαρὺς

Δεσπότης ὢν φιλάνθρωπε Ζωοδότα, ἐξηγόρασας διὰ Σταυροῦ σου τὴν οἰκουμένην, Κύριε δόξα σοι.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Σταυρῷ προσηλώθη, ἡ ἄμπελος ἡ ἀληθινή, ἐτρύγησαν τὰ ἔθνη, Παράδεισον μετὰ Λῃστοῦ. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς βασιλείας, ὁ παθὼν διˊ ἡμᾶς, Κύριε δόξα σοι.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος βαρὺς

Τὴν μνήμην τῶν ἁγίων σου, Ἀθλοφόρων ἑορτάζοντες, σὲ ἀνυμνοῦμεν Χριστὲ βοῶντες∙ Κύριε δόξα σοι.

Σταυροθεοτοκίον, Ἦχος βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Σταύρωσιν καὶ σφαγὴν ὡς κακοῦργος, κατεδέξω Μακρόθυμε, ἵνα πεπτωκότας ἡμᾶς διὰ ξύλου, πάλιν διὰ ξύλου Σταυροῦ σου ὑψώσῃς, ἀλλˊ ἡ τετοκυῖά σε Παρθένος ἐξεπλήττετο, νεκρὸν καθορῶσά σε, καὶ στένουσα ἔκραζεν ∙ Ὢ μανία ἄδικος! πῶς κτείνουσιν ἄνομοι τὸν Δίκαιον;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βαρὺς

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστὀς ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἰώμενος τοῦ Ἀδὰμ τὸ ἄλγος, ὃ ὑπέστη ἐχθροῦ συμβουλῇ, ὑψώθης ἐπὶ ξύλου Βασιλεῦ, καὶ ἄλγος καθυπέστης, χεῖρας καὶ πόδας, ἡλωθείς∙ ὅθεν σου δοξάζομεν, Λόγε τὸ μακρόθυμον. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἐν μέσῳ σε τῶν ἀνόμων δῆμος, τῶν Ἑβραίων ἐσταύρωσε, τὸν μόνον Νομοδότην Λυτρωτά, πάσης παρανομίας, ἐκλυτρούμενον Χριστέ, γένος τὸ ἀνθρώπινον∙ ὅθεν ἀνυμνοῦμέν σε. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τὰ στίγματα τῶν πολλῶν βασάνων, ὡς τερπνὰ ὡραΐσματα, προσφέροντες οἱ θεῖοι Ἀθληταί, κόσμος τῆς Ἐκκλησίας, ἐγνωρίσθησαν φαιδρός, πάντοτε πρεσβεύοντες, ὑπέρ τῶν ψυχῶν ἡμῶν. Δόξα... Διάσωσον ὦ Τριὰς ἁγία, τοὺς σοὺς δούλους ὑμνοῦντάς σε, δυνάμωσον ἰσχύϊ τοῦ Σταυροῦ, καὶ πρὸς τὴν ἄνω Πόλιν, βαίνειν ὁδήγησον ἡμᾶς, ἔνθα καὶ γενόμενοι, εὕροιμεν τὸ ἔλεος. Καὶ νῦν... Σταυροθεοτοκίον Μὴ ἔχοντα καθορῶσα εἶδος, οὐδὲ κάλλος Χριστέ, σὲ σαρκὶ ὑψούμενον ἐν ξύλῳ τοῦ Σταυροῦ, ἡ πάναγνος Παρθένος, ἀνεβόα ὀδυνηρῶς∙ Οἴμοι! πῶς σε ἄνομοι, Τέκνον κατεσπάραξαν;

ΣΑΒΒΑΤΟΝ ΒΑΡΥΣ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος βαρύς

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος βαρύς

Καταφρονήσαντες πάντων τῶν ἐπὶ γῆς, ἅγιοι Μάρτυρες, καὶ ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες, ἀμοιβὰς τῶν βασάνων παρˊ αὐτοῦ ἐκομίσασθε, ἀλλˊ ὡς ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ὡς Θεὸν παντοδύναμον, τάς ψυχὰς ἡμῶν σῶσαι, τῶν εἰς ὑμᾶς προστρεχόντων δεόμεθα.

Πανεύφημοι Μάρτυρες, θρέμματα πνευματικά, ὁλοκαυτώματα λογικά, θυσία δεκτή, εὐάρεστος τῷ Θεῷ, ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλˊ οὐρανὸς ὑπεδέξατο. Ἀγγέλων συμμέτοχοι γεγόνατε, μεθˊ ὧν ἱκετεύσατε δεόμεθα, τῷ Σωτῆρι καὶ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος βαρύς

Οὐκ ἔτι κωλυόμεθα

Σῶτερ μὴ καταισχύνῃς με, ὅταν ἔλθῃς κρῖναι κόσμον ἅπαντα, τὸν αἰσχύνης ἔργα ποιήσαντα.

Ἀμέτρητά σοi πταίσας, ἀμετρήτους κολάσεις ἐκδέχομαι, ὁ Θεός μου οἴκτειρον καὶ σῶσόν με.

Ἀνάπαυσον τοὺς πίστει κεκοιμημένους, ἐν αὐλαῖς σου Δέσποτα, καὶ Βασιλείας σου ἀξίωσον.

Θεοτοκίον, Ἦχος βαρύς

Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ Παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς, πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα Μαρτυρικὰ, Ἦχος βαρύς

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Νεκρώσιμα, Ἦχος βαρύς

Κατˊ εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατˊ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας, κατάρχειν σου τῶν κτισμάτων, φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν αὐτὸν εἰς γῆν ἐξ ἦς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἀνάπαυσον Σωτὴρ ἡμῶν ζωοδότα, οὓς μετέστησας ἀδελφοὺς ἡμῶν, ἐκ τῶν προσκαίρων, κράζοντας· Κύριε δόξα σοι.

Θεοτοκίον, Ἦχος βαρύς

Ὄρος θεῖον ἅγιον, εἶδέ σε ὁ Δανιήλ, καὶ Ἡσαΐας δὲ ὁ σοφός, Μητέρα Θεοῦ ἐκήρυξέ σε Σεμνή, Θεὸν ἐν σαρκὶ χωρήσασαν, τὸν Ἀδὰμ πλαστουργήσαντα, ὃν τὰ Χερουβείμ ἐτρόμαξαν σαρκούμενον, ὑμνοῦντα καὶ δοξάζοντα, ἀσιγήτῳ τρισαγίᾳ φωνῇ, ἀλλὰ τοῦτον αἴτησαι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Μαρτυρικὰ

Ἦχος βαρύς

Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν, καθοπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν· διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες, κραυγάζουσι τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. Οἱ Ἅγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· διὸ καὶ τοὺς στεφάνους, παρὰ σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Μετὰ τὸν Ἄμωμον, Καθίσματα ἕτερα

Ἦχος βαρύς

Μαρτυρικὸν

Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν, ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα. Νεκρώσιμον Ὁ θάνατός σου Κύριε, τοῖς νεκροῖς ζωὴν ἐξήνθησε· τὸν γὰρ ᾅδην ἐσκύλευσας, ἀνακαλύπτων τοὺς ἐν σκότει καθεύδοντας· διό σε Ζωοδότα, ὡς Θεὸν ἱκετεύομεν. Οὕς ἐξ ἡμῶν προσελάβου, μετὰ Δικαίων ἀνάπαυσον, ὅπως εὕρωσιν ἐν κρίσει, τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Χαῖρε ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου. Χαῖρε Παρθένε τῶν Προφητῶν τὸ κήρυγμα, ἐξ ἧς ἔλαμψεν ὁ Ἐμμανουήλ. Χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Κανὼν εἰς Μάρτυρας, Ὁσίους, Ἱεράρχας, καὶ εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχὶς Χοροὺς ἀνυμνῶ Ποιμένων καὶ Μαρτύρων, ἐγὼ ὁ Ἰωσὴφ ᾨδὴ αˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Τῷ συνεργήσαντι Θεῷ, Μωϋσῇ ἐν Αἰγύπτω, ἐξαγαγεῖν τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Χορὸς Μαρτύρων ἀπλανῶν, πᾶσαν πλάνην νικήσας, τοῦ πολεμήτορος, χορεύει γηθόμενος, πρὸ προσώπου τοῦ Κτίσαντος. Οἱ Ἱεράρχαι τοῦ Χριστοῦ, καὶ οἱ Ὅσιοι πάντες, ἀγωνισάμενοι, τρυφῆς ἠξιώθησαν, αἰωνίου ἐν χάριτι. Ῥῦσαι ἡμᾶς πάσης ὀργῆς, Προφητῶν καὶ Ὁσίων, καὶ Γυναικῶν ἱερῶν, Χριστὲ παρακλήσεσι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Νεκρώσιμον Ὁ διαπλάσας με ἐκ γῆς, καὶ εἰς γῆν πάλιν Λόγε, καθυποστρέφειν με, κελεύσας ἀνάπαυσον, οὓς ἐν πίστει μετέστησας. Θεοτοκίον Ὑπεραγία ἡ Θεόν, ὑπεράγιον Λόγον, ἀποκυήσασα, ἁγίασον ἅπαντας, τοὺς πίστει σε δοξάζοντας.

Ἕτερος, εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχὶς Κανὼν τὸν αὐτὸν ἕβδομος σκοπὸν φέρων ᾨδὴ αˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Νεύσει σοῦ πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἁβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον. Κόσμος ὡραϊσμένος, τῶν ἀρετῶν ταῖς ἰδέαις, καὶ θεῖον ἀνάθημα, τοῖς διαφόροις κάλλεσι, λάμπον ταῖς θεοσημείαις, Μάρτυρες Χριστῷ, τῷ Θεῷ προσηνέχθητε. Αἴγλης τῆς ἀπροσίτου, καὶ τρισηλίου λαμπάδος, τυχεῖν καταξίωσον, τοὺς μεταστάντας δούλους σου, ἔνθα ἀπέδρα ὀδύνη, λύπη στεναγμός, πολυέλεε Κύριε. Νεκρώσει Ζωοδότα, κατακριθεῖσαν τὴν φύσιν, ζωὴ ἐνυπόστατος, ὑπάρχων Χριστὲ ἥγειρας· ὅθεν ὡς μόνος οἰκτίρμων, πίστει τοὺς πρὸς σέ, μεταστάντας ἀνάπαυσον. Θεοτοκίον Ὤρθωσας Παναγία, τὴν τῆς προμήτορος πτῶσιν, τεκοῦσα τὸν Κύριον, τὸν ταύτην ἀναστήσαντα, Λόγον τὸν ἐν τοῖς μνημείοις, πνέοντα ζωήν, ἐξουσίᾳ Θεότητος.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ γˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Οἱ ὀρθρίζοντες Λόγε, εἰς δόξαν σὴν καὶ αἶνον, ἀνυμνοῦμεν ἀπαύστως, τὸν τύπον τοῦ Σταυροῦ σου, ὂν ἔδωκας ἡμῖν, ὅπλον εἰς βοήθειαν. Συντριβόμενοι λίθοις, καὶ βόθροις ὁμιλοῦντες, συνετρίψατε πᾶσαν, τοῦ πλάνου δυναστείαν, καὶ ἄθραυστοι τὸν νοῦν, ἐμείνατε Ἅγιοι. Αἴγλῃ θείων δογμάτων, καὶ ἀρετῶν ταῖς ἀκτῖσιν, οἱ σοφοὶ Ἱεράρχαι, πιστοὺς φωταγωγοῦντες, αἱρέσεων ἀχλύν, πᾶσαν διεσκέδασαν. Νεκρωθέντες τῷ κόσμῳ, οἱ Ὅσιοί σου Λόγε, ὑπερκόσμιον ὄντως, ζωὴν κληρονομοῦσι, διˊ ὧν ἡμᾶς Χριστέ, ἅπαντας οἰκτείρησον. Νεκρώσιμον Ὑπὲρ τῶν μεταστάντων, ἐν πίστει καὶ ἐλπίδι, ἱκετεύομεν πάντες, τὸν ἀγαθὸν Δεσπότην, τοῦ φείσασθαι αὐτῶν, ἐν ᾥρᾳ τῆς κρίσεως. Θεοτοκίον Μὴ κενώσας τοὺς κόλπους, τοὺς Πατρικοὺς ὁ Λόγος, σοῖς ἐν κόλποις ὡς βρέφος, κρατούμενος ὡράθη ἀρχὴν ἐκ σοῦ λαβών, Ἄχραντε ὁ ἄναρχος.

Κανὼν Νεκρώσιμος, ᾨδὴ γˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ὁ κατˊ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον. Νεανικὴν καὶ σταθηράν, τὴν καρτερίαν ἀνδρείως, οἱ Μαρτύρων ἔδειξαν χοροί· τῶν γὰρ αἰκισμῶν τὴν ῥύμην ἤνεγκαν, καὶ τῶν βασάνων τὰς πληγάς, τῆς ἀκηράτου σου δόξης, Σῶτερ ἐφιέμενοι καὶ τέρψεως. Τῆς αἰωνίου σου ζωῆς, τῶν ἐπˊ ἐλπίδι θανέντων, Ἐλεῆμον πρόσδεξαι ψυχάς, καὶ τῶν ὀρεκτῶν καὶ θείων εὔσπλαγχνε, κόλπων τοῦ θείου Ἀβραάμ, ἔνδον σκηνώσας Λαζάρῳ καὶ τοῖς ἐκλεκτοῖς σου συναρίθμησον. Ὁ καταβὰς ἐξ οὐρανοῦ, ἐπὶ τὸ σῶσαι τὸ γένος, τῶν ἀνθρώπων εὔσπλαγχνε Σωτήρ, ἀΰλου φωτὸς καὶ θείας δόξης σου, κατατρυφῆσαι καὶ χαρᾶς, τοὺς εὐσεβῶς μεταστάντας, τῇ σῇ εὐσπλαγχνίᾳ καταξίωσον. Θεοτοκίον Νόμοι τῆς φύσεως ἐν σοί, τὸν ἀπερίληπτον Λόγον, συλλαβούσῃ λέλυνται Ἁγνή, καὶ νόμος ἡμῖν ὁ θεῖος δέδοται, πᾶσι τὴν ἄφεσιν διδούς, ἀπεγνωσμένοις πταισμάτων, χάριτι τῆς θείας ἀγαθότητος.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ δˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Τὴν ἔνσαρκον παρουσίαν σου Χριστέ, πιστούμενος ὁ Προφήτης, Ἀββακοὺμ ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου. Νευρούμενοι τῇ πρὸς Κύριον στοργῇ, οἱ Μάρτυρες, ἐξενεύρισαν ἐχθροῦ τὴν δύναμιν∙ ὅθεν μακαρίζονται. Ὡς θρέμματα τοῦ Ποιμένος καὶ Ἀμνοῦ, μακάριοι, Ἱεράρχαι λογικῆς προέστητε, ποίμνης θείᾳ χάριτι. Πολύφωτοι ὡς ἀστέρες ἀρετῶν, λαμπρότητι, κατηυγάσατε πιστῶν πληρώματα, Ὅσιοι Πατέρες ἡμῶν. Ὁμήγυρις στερροτάτων Γυναικῶν, καὶ σύλλογος, τῶν ἁγίων Προφητῶν τετύχηκε, τῶν ἐν οὐρανοῖς ἀγαθῶν. Θεοτοκίον Ἱκέτευε ὃν ἐκύησας Θεόν, Πανύμνητε, πειρασμῶν παντοδαπῶν καὶ θλίψεων, ῥύσασθαι τὴν ποίμνην σου.

Κανὼν Νεκρώσιμος, ᾨδὴ δˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε. Ἀθλητικοὺς πόνους καρτερῶς, ἐπιδειξάμενοι Χριστὲ οἱ Μάρτυρες, τοὺς στεφάνους ἀνεδήσαντο, τῆς δικαιοσύνης σου, καὶ ἐδόξασάν σου τὴν δύναμιν. Ὑπερφυοῦς δόξης σου Χριστέ, τοὺς μεταστάντας εὐσεβῶς ἀξίωσον, ὅταν ἔλθῃς ἐν τῇ δόξῃ σου, μετὰ τῶν Ἀγγέλων σου, ὡς Οἰκτίρμων καὶ πολυέλεος. Τρισσοφαοῦς αἴγλης ἀγαθέ, καὶ ἑνιαίας ἀστραπῇ Θεότητος, ἀπολαῦσαι καταξίωσον, τοὺς προεκδημήσαντας, καὶ δοξάζοντάς σε Φιλάνθρωπε. Θεοτοκίον Ὁ Πατρικοὺς κόλπους μὴ λιπών, παρθενικοῖς κόλποις ὁ Χριστὸς αὐλίζεται, καὶ θανάτου ἐλυτρώσατο, τοὺς σὲ μακαρίζοντας, Θεομῆτορ μόνη πανύμνητε.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ εˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ὀρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις σου φιλάνθρωπε. Μωλώπων σαρκὸς κατεφρονήσατε, στερροὶ Ἀθληταὶ καὶ τοὺς μώλωπας πάντων, ἰᾶσθε καὶ τὰ τραύματα, τῶν προσερχομένων ὑμῖν. Ἐλάβετε λύειν καὶ δεσμεῖν ἐπὶ γῆς, τὴν ἐξουσίαν, Ἱεράρχαι τοῦ Χριστοῦ· διὸ τὰ τῶν κακῶν ἡμῶν, ἀεὶ φορτία λύσατε. Νοῒ καθαρῷ τῷ Θεῷ ἑνούμενοι, χοροὶ Ἀσκητῶν, Προφητῶν καὶ Δικαίων καὶ Γυναικῶν, χορεύουσι, χορείαν ἀκατάλυτον. Νεκρώσιμον Ὡς μόνος ὑπάρχων πολυέλεος, τοὺς πίστει Χριστέ, μεταστάντας τοῦ βίου, τοῦ Παραδείσου ποίησον, Φιλάνθρωπε οἰκήτορας. Θεοτοκίον Νυμφὼν ἀκατάλυτος ὀφθεῖσα Θεοῦ, δυσώπει αὐτόν, Παναγία Παρθένε, τοῦ νυμφῶνος οἰκήτορα, τοῦ νοητοῦ γενέσθαι με.

Κανὼν Νεκρώσιμος, ᾨδὴ εˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Κύριε ὁ Θεός μου, ἐκ νυκτὸς ὀρθρίσας σε ἱκετεύω, παράσχου μοι ἄφεσιν, τῶν παραπτωμάτων μου, καὶ πρὸς φῶς τῶν σῶν προσταγμάτων, τάς ὁδούς μου εὔθυνον δέομαι. Νέκρωσιν ζωηφόρον, διὰ τῶν βασάνων ἐξυφανθεῖσαν, πανεύφημοι Μάρτυρες, περιβεβλημένοι φαιδρῶς, ταῖς ψυχαῖς τῶν προκοιμηθέντων, τὴν θείαν αἰτήσασθε ἄνεσιν. Ἐκ τῶν ἀδαπανήτων, θησαυρῶν προχέων τὴν εὐσπλαγχνίαν, ψυχὰς ἃς μετέστησας, σὺν τοῖς πρωτοτόκοις σου, ἐν σκηναῖς ταῖς ἀκαταλύτοις, εὐδόκησον Σῶτερ αὐλίζεσθε. Βάρος ἀποθεμένους, καὶ δεσμῶν λυθέντας νῦν πρὸς τὴν ἄνω, ζωὴν τοὺς οἰκέτας σου, μεταβεβηκότας Χριστέ, ἐντρυφᾷν ταῖς τῶν σῶν Ἁγίων, λαμπρότησι Σῶτερ εὐδόκησον. Θεοτοκίον Δέσποινα Θεομῆτορ, τῶν ἐμῶν πταισμάτων λύσιν παράσχου, καὶ δός μοι συγχώρησιν, τῶν πλημμελημάτων μου, ἡ ζωὴν τῷ κόσμῳ τεκοῦσα Πανάμωμε τὴν ἐνυπόστατον.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ςˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Καθείλετε τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, ὑψούμενοι πρὸς Θεὸν ἐν τοῖς ἄθλοις, πανένδοξοι ὁπλῖται, οἰκήτορες οὐρανῶν χρηματίζοντες. Αἱρέσεων τὸν χειμῶνα σοβοῦντες, οἱ τοῦ Χριστοῦ ἀληθεῖς Ἱεράρχαι, πρὸς ἔαρ ἀληθείας, τὴν πληθὺν τῶν εὐσεβῶν μετεβίβασαν. Ἰσχύϊ σου τῶν Ὁσίων τὰ πλήθη, καὶ Προφητῶν καὶ Γυναίων ἁγίων, Χριστὲ δικαιωθέντα, τοῦ ἀδύτου φωτισμοῦ ἀπολαύουσι. Νεκρώσιμον Μετέστησας τῶν προσκαίρων Οἰκτίρμον, τοὺς δούλους σου, ἀλλˊ αὐτοὺς αἰωνίου, μετασχεῖν εὐφροσύνης, καὶ ζωῆς ἀληθινῆς καταξίωσον. Θεοτοκίον Ἁγίασον, Παναγία Παρθένε, τοὺς δούλους σου, τὸν πανάγιον Λόγον σαρκὶ ἀποτεκοῦσα, ὃν ὑμνεῖ πᾶσα πνοὴ ἁγιάζουσα.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ςˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. Ὁ χορὸς τῶν Μαρτύρων, τὰς δυσφορωτάτας ὀδύνας, στερρῶς καρτερήσαντες, τὰς ἀπόνους, καὶ ἀνωδύνους τρυφὰς ἐκαρπώσαντο, τῆς δικαιοσύνης τοὺς στεφάνους, ἐκ τῆς ζωηφόρου δεξιᾶς δεξάμενοι. Μετὰ τῶν Δικαίων, ἔνθα τῶν Ἀγγέλων χορεῖαι, καὶ ὅπου λαμπρότητες τῶν Ἁγίων, καὶ αἰωνίου ζωῆς ἀπόλαυσις, τοὺς προκοιμηθέντας σου οἰκέτας, τάξον ἐλεῆμον ὡς Θεὸς ἀθάνατος. Θεοτοκίον Ὁ βουλήσει θείᾳ, δημιουργικῇ τε δυνάμει, τὸ πᾶν συστησάμενος ἐκ μὴ ὄντων, ἐκ τῆς γαστρός σου Ἁγνὴ προελήλυθε, καὶ τοὺς ἐν τῷ σκότει τοῦ θανάτου, πάντας ὡς Θεός, ἐκ φθορᾶς ἀφήρπασε.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ζˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Ὁ τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ῥοαῖς αἱμάτων οἱ Ἀθλοφόροι, τῆς ἀσεβείας ἔσβεσαν φλόγα. Τοὺς Ἱεράρχας φωστῆρας κόσμου, γεγενημένους ἀνευφημοῦμεν. Ὕμνοις τιμάσθω τῶν Προφητῶν τε, καὶ τῶν Ὁσίων ἅγιος δῆμος. Νεκρώσιμον Ῥῦσαι γεέννης οὓς προσελάβου, πιστούς σου δούλους Χριστὲ οἰκτίρμον. Θεοτοκίον Ὡς τῶν Ἀγγέλων τιμιωτέραν, τὴν Θεοτόκον ὑμνολογοῦμεν.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ζˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Στεφηφοροῦντες οἱ χοροί, τῶν Μαρτύρων τὸν Βασιλέα, Χριστὸν τρανῶς περιέπουσι, νοητῶς σὺν Ἀγγέλων χοροστασίαις. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Σὺ τοῦ θανάτου καὶ ζωῆς, ἐξουσίαν ἔχων Οἰκτίρμον, τρυφῆς ἐνθέου ἀξίωσον, τοὺς ἐν πίστει σοὺς δούλους, προκοιμηθέντας. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Καταλαμπρύνας τῷ φωτί, τὰς ἀΰλους φωτοχυσίας, ψυχὰς ἃς αὐτὸς μετέστησας, ἐν σκηναῖς αἰωνίοις κατασκηνώσαις. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Ὁ πρὶν ἀμήτωρ ἐκ Πατρός, νῦν ἀπάτωρ ἐκ σοῦ Παρθένε, Χριστὸς ἀφράστως γεγέννηται, διˊ ἡμᾶς τοὺς ἀνθρώπους, ἑκὼν πτωχεύσας. Εὐλογημένος Πάναγνε, ὁ καρπός τῆς κοιλίας σου.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ηˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι, οἱ τοῦ Πνεύματος τὴν δρόσον δεξάμενοι, ἐν πίστει κραυγάζομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Ναοὺς εἰδωλικοὺς κατεστρέψατε, Πανεύφημοι, καὶ οἴκους ἐδείμασθε, ἑαυτοὺς τοῦ Πνεύματος, Ἀθλοφόροι ἀνδρείως, τὸν δρόμον τελέσαντες. Ἐφάνητε ὡς κρίνα ἡδύπνοα, Ἱεράρχαι ψυχὰς ἐπιγνώσεσι, πιστῶν κατευφραίνοντες, εὐσεβείας, ἀξίως∙ διὸ μακαρίζεσθε. Γῆς πάσης παρεπίδημοι Ὅσιοι, ὡς οἱ τοῦ Θεοῦ Προφῆται γεγόνατε, τὴν ἄνω σκοπούμενοι, κληρουχίαν καὶ δόξαν, τὴν πάντοτε μένουσαν. Νεκρώσιμον Ὡς ζώντων καὶ νεκρῶν Λόγε Κύριος, τοὺς πίστει κοιμηθέντας οἰκέτας σου, χοροῖς συναρίθμησον, σῳζομένων ἁπάντων, ὡς μόνος φιλάνθρωπος. Θεοτοκίον Ὁ τῶν Γυναίων ἁπάντων κατάλογος, ὁ ἀσκήσει καὶ ἀθλήσει Πανάμωμε, ζητήσας τὸν Κύριον, λιτανεύει ἀπαύστως, τὸ θεῖον σου πρόσωπον.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ηˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὂν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πρὸς τὴν οὐράνιον ἀτενίζοντες δόξαν, τῆς ἐπιγείου κατεφρόνησαν δόξης, οἱ Μάρτυρες τῆς Χριστοῦ παρουσίας, ὑμνοῦντες εὐσεβῶς, αὐτὸν ὡς Βασιλέα, εἰς πάντας τοὺς αἰῶνας. Ὁ τὴν ἐπίγειον καταλύσας οἰκίαν, τῶν ἐπˊ ἐλπίδι εἰς ζωὴν μεταστάντων, οὐράνιον κατοικίαν παράσχου, Δικαίων ἐν σκηναῖς, τούτους ἐπαναπαύων, εἰς πάντας τούς αἰῶνας. Νεκροῖς ἀνάπαυσιν, ὡς Θεὸς ὁ παρέχων, σὺ πότισον τῆς τρυφῆς τὸν χειμάρρουν, ὁ τὴν πηγὴν τῆς ζωῆς κεκτημένος, ὡς μόνος ἀγαθός, τοὺς προκεκοιμημένους, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Φῶς τὸ ἀπρόσιτον, Θεοτόκε Παρθένε, ἐν τῇ γαστρί σου δεξαμένη ἀφράστως, ἐφώτισας τοὺς ἐν σκότει τοῦ βίου, δοξάζειν εὐσεβῶς, Χριστὸν τὸν προελθόντα, ἐκ σοῦ ἀνερμηνεύτως.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ θˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην, ᾄσμασι μυστικοῖς, οἱ πιστοὶ μεγαλύνομεν. Ἱερωτάτων Μαρτύρων, καὶ Προφητῶν καὶ Δικαίων, τῶν ἀπˊ αἰῶνος καλῶς βεβιωκότων, ταῖς ἱκεσίαις Χριστέ, τὰς ψυχὰς ἡμῶν ἐλέησον. Ὡς λειτουργοὶ τοῦ Δεσπότου, Ἱερομύσται δειχθέντες, συνήφθητε Λειτουργοῖς ἐπουρανίοις, μεθˊ ὧν τὰς ὑπὲρ ἡμῶν, ἱκεσίας προσαγάγετε. Σὺν Γυναιξὶ μακαρίως, τελειωσάσαις τὸν δρόμον, τιμήσωμεν Ἀσκητῶν χοροὺς ἁγίους, τοῖς τούτων ἁγιασμοῖς, ὅπως τύχωμεν ἐντεύξεως. Νεκρώσιμον Ἧς ἠξιώθησαν δόξης, αἱ τῶν Ἁγίων ἁπάντων, χοροστασίαι Χριστὲ τοὺς μεταστάντας, ἀξίωσον μετασχεῖν, ὀρθοδόξως σοι λατρεύσαντας. Θεοτοκίον Φιλαμαρτήμων ὑπάρχων, τὸ δικαστήριον τρέμω, τὸ φοβερὸν τοῦ ἐκ σοῦ Ἁγνὴ τεχθέντος, ἐν ᾧ με ὡς Ἀγαθή, ἀκατάκριτον συντήρησον.

Κανὼν Νεκρώσιμος, ᾨδὴ θˊ

Ἦχος βαρύς

Ὁ Εἱρμὸς

Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα, καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως· ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων, καταξιωθεῖσαν, σε Ἁγνὴ μεγαλύνομεν. Ἐπιφανῶς, οἱ γενναῖοι Μάρτυρες, καταλαμπρύνουσι κόσμον, οἱ τὴς πίστεως στῦλοι, Ἐκκλησιῶν οἱ ἀρραγέστατοι πύργοι, καὶ πρόβολοι τῆς εὐσεβείας, τούτους, ἐπαξίως εὐσεβῶς μακαρίζομεν. Ῥῦσαι πυρός, τῆς γεέννης Δέσποτα, τοὺς ἐξ ἡμῶν μεταστάντας, τῆς πλευρᾶς σου τῇ λόγχῃ, τῆς ἁμαρτίας τὸ χειρόγραφον, τούτων ὡς μόνος φιλάνθρωπος ῥήξας, καὶ τῆς τῶν Ἁγίων ἀξιῶν λαμπρότητος. Ὡς ἀγαθός, καὶ φιλάνθρωπος φύσει, ὡς συμπαθὴς καὶ οἰκτίρμων, ὡς ζωῆς ἀθανάτου,ὢν θησαυρὸς ὁ ἀδαπάνητος, Σῶτερ τοὺς πίστει προκεκοιμημένους, τῆς ἀκαταλήπτου σου τρυφῆς καταξίωσον. Θεοτοκίον Νόμου σκιαί, καὶ τὰ πρὶν αἰνίγματα, τῇ σῇ γεννήσει παρῆλθον∙ καὶ γὰρ πλήρωμα νόμου, καὶ Προφητῶν ὁ Χριστὸς γέγονεν, ὃν ἐν δυσὶ ταῖς οὐσίαις ὑμνοῦντες, σὲ τὴν Ἀειπάρθενον Ἁγνὴν μακαρίζομεν.

Ἦχος βαρύς

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Στιχηρά, Μαρτυρικὰ, Ἦχος βαρύς

Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων, οἱ Ἀθλοφόροι, Κύριε δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Φωστῆρες ἀνεδείχθησαν οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες∙ Κύριε δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἕν πνέοντες, πρὸς ἓν βλέποντες οἱ Ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύματος! ὥσπερ θησαυρούς, τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον∙ Ὅτι κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησώμεθα, θανάτῳ ζωὴν ὠνησάμενοι. ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τὴν μνήμην τῶν ἁγίων σου Ἀθλοφόρων, ἑορτάζοντες, σὲ ἀνυμνοῦμεν, Κύριε δόξα σοι.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Νεκρώσιμον, Ἦχος βαρύς

Ἐν χώρᾳ τῶν Δικαίων σου ἐλεῆμον, τοὺς ἐν πίστει σοι μεταστάντας, ἐκ τῶν προσκαίρων, τάξον φιλάνθρωπε.

Θεοτοκίον, Ἦχος βαρύς

Ἱκέτευε Παρθένε, σὺν Ἀποστόλοις καὶ τοῖς Μάρτυσιν, εὑρεῖν ἐν κρίσει τοὺς μεταστάντας, τὸ μέγα ἔλεος.

Ἀπόστιχα τοῦ Θεοφάνους, Ἦχος βαρύς

Καταφρονήσαντες πάντων

Στίχ. αˊ.Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Νενεκρωμένος ὡράθης, ἐπὶ Σταυροῦ μόνε ἀθάνατε, καὶ ἐν τάφῳ ὡς θνητὸς ἐτέθης, νεκρώσεως καὶ φθορᾶς καὶ θανάτου, τοὺς ἀνθρώπους λυτρούμενος, ἀλλˊ ὡς πέλαγος εὐσπλαγχνίας ὑπάρχων ἀκένωτον, καὶ πηγὴ ἀγαθότητος, τὰς ψυχὰς τῶν σῶν δούλων, τῶν ἐξ ἡμῶν μεταστάντων ἀνάπαυσον. Στίχ. βˊ.Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Τῷ ἀκηράτῳ σου κάλλει, καὶ γλυκασμῷ τῆς σῆς ὡραιότητος, καὶ ταῖς τοῦ θείου σου φωτὸς ἀκτῖσιν, ἐλλάμπεσθαι τοὺς πρὸς σὲ μεταστάντας, Ἀγαθὲ καταξίωσον, ἐν ἀΰλῳ φωτοχυσίᾳ τῆς φωτοφανείας σου, σὺν Ἀγγέλοις χορεύοντας, περὶ σὲ τὸν Δεσπότην, καὶ Βασιλέα τῆς δόξης καὶ Κύριον. Στίχ. γˊ.Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ὡς ἀδαπάνητον ἔχων, τῶν δωρεῶν τὴν μεγαλοπρέπειαν, ὡς θησαυρὸς ἀνελλιπής, πλουσίας χρηστότητος, τοὺς πρὸς σὲ μεταστάντας, ὡς Θεὸς κατασκήνωσον, ἐν τῇ χώρᾳ τῶν ἐκλεκτῶν σου, ἐν τόπῳ ἀνέσεως, ἐν τῷ οἴκῳ τῆς δόξης σου, ἐν τρυφῇ Παραδείσου, ἐν τῷ τῶν παρθένων νυμφῶνι ὡς Εὔσπλαγχνος.

Θεοτοκίον, Ἦχος βαρύς

Νόμου τὸ πλήρωμα τίκτεις, τὸν Λυτρωτὴν σάρκα γενόμενον∙ οὐ γὰρ ἐγένετο τοῖς πρίν, ἐν νόμῳ δικαίωσις, ἀλλˊ ἡμᾶς ὁ Χριστὸς νῦν, σταυρωθεὶς ἐδικαίωσεν. Ὡς οὖν ἔχουσα παρρησίαν, Παρθένε ἱκέτευε, τὸν Υἱόν σου τὸν εὔσπλαγχνον, τὰς ψυχὰς ἀναπαῦσαι, τῶν εὐσεβῶς μεταστάντων δεόμεθα.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βαρύς

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστὀς ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τελέσαντες τὸν καλὸν ἀγῶνα, καὶ τὴν πίστιν τηρήσαντες, στεφάνους ἀφθαρσίας παρὰ Θεοῦ, ἐδέξασθε καὶ δόξης, καταξιοῦσθε τῆς αὐτοῦ, Μάρτυρες πανεύφημοι, τῶν Ἀγγέλων σύσκηνοι. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἱερουργῶν καὶ Ὁσίων δῆμοι, Προφητῶν καὶ σεπτῶν Γυναικῶν, κατάλογος τιμάσθω ὁ ἱερός, σκηναῖς τῶν πρωτοτόκων, νῦν κατοικοῦντες ἐν χαρᾷ, καὶ συναγελάζοντες, Ἀσωμάτων τάξεσι. Νεκρώσιμον Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Κατάταξον ἐν σκηναῖς Δικαίων, ἐξ ἡμῶν οὓς μετέστησας, τὰ τούτων παραβλέψας Λόγε Θεοῦ, ἐν γνώσει καὶ ἀγνοίᾳ, πεπραγμένα ἐπὶ γῆς, ψυχικὰ ἐγκλήματα, διὰ μέγα ἔλεος. Δόξα... Ἱκέται σοι, ὦ Τριὰς ἁγία, οἱ θανέντες προσέρχονται, ῥυσθῆναι ἐξαιτοῦντες ἐκ φλογός, τῆς φοβερᾶς ἐκείνης, καὶ τυχεῖν τῶν ἀγαθῶν, δόξης τῆς ἁγίας σου, ἐν ἡμέρᾳ κρίσεως. Καὶ νῦν ... Θεοτοκίον Ἐσκήνωσεν ἐν τῇ σῇ νηδύϊ, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, καὶ τοὺς καθυπαχθέντας τοῦ ἐχθροῦ, κακίστῃ συμβουλίᾳ, καὶ ἐμπεσόντας εἰς φθοράν, Παναγία Ἄχραντε, πάλιν ἀνεκαίνισε.


Источник: Παρακλητική ἤτοι Ὀκτώηχος ἡ Μεγάλη, Βενετία 1858

Комментарии для сайта Cackle