Азбука веры Православная библиотека Ορθόδοξα βιβλία Догматика (Δογματική) Томос Константинопольского Собора 1347 года (Τόμος τῆς ἐν Κωνσταντινουπόλει Συνόδου 1347 μ.Χ.)

Томос Константинопольского Собора 1347 года (Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1347 μ.Χ.))

Источник

ΣΥΝΟΔΙΚΟΣ ΤΟΜΟΣ

ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ

1347 μ.Χ.

Συνοδικὸς τόμος, ἐπικυρῶν τὸν ἐπ’ ἐλέγχῳ καὶ καταδίκῃ τῶν τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου δογμάτων πρότερον τόμον, καὶ σὺν Ἀκινδύνῳ πάλιν (1347).

Ὄντως οὐδεὶς οὕτως ἀρχιτέκτων οὐδενὸς τῶν ποικίλων ὡς ποριστὴς καὶ προστάτης παντοδαπῆς δυσσεβείας ὁ ἀντικεί­μενος· πάλαι μὲν γὰρ οὗτος, τοῦ Θεοῦ διιστὰς τὸ ἀνθρώπειον φῦλον, πληθὺν θεῶν φρονεῖν καὶ σέβειν ἀνέπειθεν, ὡς ἑνὸς Θεοῦ μὴ δυναμένου σῴζειν τὸ οὐράνιον καὶ ἐπίγειον καὶ παντοδαπὸν ζῶον τουτί, τὸν ἄνθρωπον. Ἐπεὶ δι’ ἐξηλέγχθη τὰ τῆς ἀπάτης, μόνου πάντων ἀναπεφηνότος Χριστοῦ, Θεοῦ παντο­δυνάμου καὶ παντοκράτορος, ὃς οὐρανόθεν ἐνδημήσας τῇ γῇ, καὶ καταβὰς αὖθις ἀπὸ ταύτης εἰς ᾅδου, κἀκεῖθεν παλινδρομήσας καὶ εἰς οὐρανοὺς μετὰ τοῦ ἀνθρωπίνου προσλήμματος ἀναλύσας, πάντα ὅσα ἠθέλησεν ἐν πᾶσιν ἐποίησεν, ἑτέραν ὁ καθηγεμὼν τῆς ἀπάτης ἐτράπετο, καὶ ἀπωθεῖσθαι μὲν ὑποκρίνεται τὴν πολύθεον πλάνην, συνωθεῖν δὲ πλάττεται πάντας εἰς ἕνα Θεὸν ταῖς ἑκάστοτε τῶν κακοδόξων φωναῖς, ἀλλ’ ὡς τοῦ ἑνὸς ὄντως ἀποστήσοι Θεοῦ· πείθειν γὰρ ἐγχειρεῖ ταῖς τῶν αἱρετικῶν σοφιστείαις, μὴ τρισυπόστατον εἶναι τοῦτον καὶ παντοδύναμον.

Τί διὰ τούτων κατασκευάζειν ἐθέλων; πολυθεΐαν ἅμα καὶ ἀθεΐαν. Οὐ γὰρ Πατρὸς ὁ Υἱός, οὐκ ἀληθὴς Θεός, ὃ τῆς Ἀρείου μανίας τὸ κράτιστον, πῶς Θεὸς ἀληθὴς ὁ Πατήρ; Πῶς δ’ ἄκτιστος ἀληθῶς ὁ γεννήσας κτιστόν; Πῶς δ’ εἷς ἔσται Θεὸς ἐκ κτι­στοῦ καὶ ἀκτίστου, τῶν πλεῖστον ἀλλήλων ἀφεστηκότων; Πῶς δ’ αὖθις ἔσται Πατὴρ ὁ αὐτὸς ἑκάτερος ὤν; ὃ πάλιν ὑπῆρχε τῆς Σαβελλίου παραφορᾶς· ὑφ’ ἑκατέρου γὰρ ἑκάτερον χωρήσει πρὸς τὸ μὴ ὄν. Οὐκοῦν ἐξηλέγχθη κἀν τούτοις ὁ τῆς πλάνης προστάτης, ἐν τρισὶ προσώποις ἀκτίστοις, ὑποστατικῶς διαφέρουσιν, ἕνα Θεὸν κηρυξάντων τῶν ἁγίων Πατέρων καὶ σοφῶς ἀποσκευασαμένων ἐντεῦθεν καὶ τὴν σύγχυσιν καὶ τὴν σύνθεσιν. Ἀλλὰ κἀν τούτοις οὕτως ἐξελεγχθείς, οὐκ ἠρεμεῖν εἰς τέλος ἔγνωκεν ὁ πρὸς ἀπάτην ἀμηχάνως εὐμήχανος, οὐδ’ ἐκστῆναι τῆς πρὸς ἀθεΐαν ἅμα καὶ πολυθεΐαν φερούσης τοὺς αὐτῷ πειθομένους ὑπέμεινεν· ἀλλὰ τῆς προτέρας ἐκείνης ἀπάτης μέρος μὲν ἀποστέρξαι πανούργως, ὡς λανθάνειν τοὺς πολλοὺς δύναιτο, μέρος δ’ ἀπολαβών, ὡς δι’ ἐκείνου μηδὲν ἧττον πρὸς τὸ βάραθρόν ἐστιν, οὓς ἐπισπῷτο, πάλιν ὑποτίθεται λέγειν τοὺς ὑπηρετουμένους τῇ πλάνῃ, Θεὸν μὲν ἕνα δῆθεν καὶ τοῦτον τρισυπόστατον σέβειν, οὐ μὴν ὡς μιᾶς οὔσης τῶν τριῶν φύσεως, θελήσε­ως, δυνάμεως ἐνεργείας, βασιλείας, σοφίας, ἀγαθότητος, ἀπει­ρίας, ἁπλότητος, καὶ πάντων ὡς εἰπεῖν τῶν τῆς θεότητος αὐχημάτων, ἀλλ’ ὡς τούτων ἁπασῶν ἓν οὐσῶν οὐσίας μόνης, κτιστῶν δὲ τῶν παρὰ ταύτην ἁπάντων. Εἰ γὰρ ἄκτιστός ἐστι, φασί, καὶ ἡ θεία θέλησις καὶ δύναμις καὶ ἐνέργεια, οὐδὲν τῆς ἄκτιστου οὐσίας διενηνόχασιν· εἰ δὲ διενηνόχασιν αὖται ἐκείνης ὁπωσοῦν, μία ἄκτιστος θεότης ἡ τούτων ὡς αἰτία τούτων ὑπερκειμέ­νη οὐσία τοῦ Θεοῦ· αἱ δι’ ἐξ ἐκείνης αὖται κἀκείνης ὁπωσοῦν διαφέρουσαι τοῖς τοῦ Θεοῦ κτίσμασίν εἰσιν ἐναρίθμιοι. Ταῦτ’ ἄρα καὶ τὴν λαμπρότητα τῆς θείας φύσεως, τὸ τοῦ μέλλοντος αἰῶνος φῶς, οὗ καὶ τὸ προοίμιον ἐν Θαβὼρ τοῖς ὀφθαλμοῖς ἑωράκασιν οἱ μαθηταί, νῦν μὲν οὐσίαν θείαν λέγουσι τὰ Μασσαλιανῶν ἄντικρυς νοσοῦντες, νῦν δὲ εἰς κτίσμα κατασπῶσιν, ὡς οὐκ οὐσίαν θείαν, ἀλλ’ ἐνέργειάν τε καὶ ἔλλαμψιν ὑπάρχον. Τί διὰ τού­των κατασκευάζοντες καὶ τοὺς πειθομένους ἐνάγοντες φρονεῖν; Ἀθεΐαν ἅμα καὶ πολυθεΐαν, τὰ ἐκ διαμέτρου κακά, καὶ τὴν κακίαν ὁμότιμα, τὴν μὲν ἐκ τοῦ κατατέμνειν εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα, τὴν δὲ ἀθεΐαν οὐκ ἐντεῦθεν μόνον εἰσάγοντες. Ἧς γὰρ οὐσίας ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ θέλησις καὶ ἡ ἔλλαμψις κτιστή, πῶς αὕτη ἄκτιστος; ἀλλὰ καὶ ἀπὸ τοῦ τὴν διαφορὰν ἀνελεῖν τῆς θείας οὐσίας πρὸς τὴν θείαν ἐνέργειαν· ἑκατέρα γὰρ οὕτως ὑφ’ ἑκατέρας κατὰ πᾶσαν ἀνάγκην ἐξωθουμένη, χωρήσει πρὸς τὸ μὴ ὄν, καὶ δι’ ἀλλήλων ἀμφότεραι, καὶ οὕτω συμβήσεται μηδεμίαν εἶναι θεότητα ἄκτιστον.

Τούτου δὴ τοῦ νεήλυδος Ἀρειανισμοῦ τε καὶ Σαβελλιανισμοῦ καὶ τῆς ἀθέου ταύτης καὶ πολυθέου συστολῆς τε καὶ κατατομῆς τῆς θεότητος ἀρχηγὸς καὶ προστάτης ὑπῆρξε πρῶ­τος ὁ Καλαβρὸς Βαρλαάμ. Ὑποκρινόμενος δὲ τῷ ἑνιαίῳ συνηγορεῖν τῆς θεότητος, πολλοὺς ὑπηγάγετο καὶ τῶν ὡς ἀληθῶς ἕνα σεβόντων Θεὸν ἐν μιᾷ καὶ ὄντως ἀκτίστῳ θεότητι καὶ γλώττῃ καὶ γράμμασι κατατρέχων, ὡς ἄκτιστον εἶναι φρονούντων μετὰ τῆς ὑπὲρ πᾶσαν ἔκφανσιν οὐσίας καὶ τὴν τοῖς ἀξίοις ἐπιφαινομένην θείαν ἔλλαμψιν δύο θεότητας ἀκτίστους πρεσβεύειν, ὑπερκειμένην καὶ ὑφειμένην, δυσσεβῶς κατηγορεῖ, κτιστὴν αὐτὸς καὶ ὄντως ὑφειμένην, ὡς κτιστὴν καὶ ὁρωμένην τοῖς κεχαριτωμένοις, θείως ἀποφαινόμενος εἷναι, τὴν θείαν καὶ θεοποιὸν ἐνέργειαν καὶ χάριν καὶ ἔλλαμψιν, μάλιστα πάντων ἐν τούτοις καταφερόμενος, ὡς καὶ ὁ τόμος διαλαμβά­νει τοῦ τιμιωτάτου ἐν ἱερομονάχοις κὺρ Γρηγορίου τοῦ Παλαμᾶ, ὡς καὶ λόγοις καὶ γράμμασι τὴν αὐτοῦ τοιαύτην δυσσέβειαν ἀνατρέποντος. Μετακαλεῖται τοίνυν πόρρωθεν οὗτος, συγκροτεῖται σύλλογος ἀρίστων, χεῖται πᾶσα ἡ πόλις αὐτεπάγ­γελτος πρὸς τὴν ἀκρόασιν. Βασιλέως τοίνυν ἐκείνου τοῦ ἀοιδίμου καὶ μακαρίτου καὶ τοῦ πατριάρχου προκαθημένων, ἱεραρ­χῶν τε καὶ τῶν ἐν τέλει καὶ τῶν καθολικῶν κριτῶν, τῆς τε συ­γκλήτου καὶ τῶν τοῦ κλήρου λογάδων παρακαθημένων αὐτοῖς καὶ τῶν ἄλλων ἁπάντων περιεστώτων, ἐξελέγχθη ὁ Βαρλαὰμ παρὰ τοῦ εἰρήμενου ἱερομόναχου κὺρ Γρηγορίου τοῦ Παλαμᾶ, παρὼν παρόντος, τἀναντία τοῖς ἱεροῖς τῶν Πατέρων λόγοις καὶ τῇ κοινῇ τῶν χριστιανῶν εὐσεβείᾳ καὶ δοξάζων καὶ λέγων καὶ συγγραφόμενος, ἐν οἷς τοῦ τε Παλαμᾶ καὶ τῶν σὺν αὐτῷ μοναχῶν κατηγορεῖ, καθάπερ ἐπὶ λέξεως ὁ προβὰς ἐπὶ τούτοις ἱερὸς τόμος διαλαμβάνει. Καταψηφισθεὶς οὖν ὁ Βαρλαὰμ συνοδικῶς ἐπὶ τούτοις μετάνοιαν ἐπηγγείλατο· τὴν δ’ ὑστεραίαν ᾤχετο φεύγων ἀδήλως, τὴν ᾅδου κυνῆν, ὅ φασιν, ὑποδύς. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ βασιλεὺς ἐκεῖνος, ὁ παντὸς μᾶλλον ἐπὶ τῆς Συνόδου παρρησιασάμενος καὶ κυρώσας τὸ εὐσεβές, ἀπολείπει τὸν βίον. Κἀντεῦθεν οἱ τῆς τοῦ Βαρλαὰμ αἱρέσεως μαθηταί, καὶ μάλιστα πάντων κατ’ ἐκεῖνον ὑπ’ ἐκείνου τὴν πονηρὰν πεπλασμένος πλάσιν Ἀκίνδυνος, θορυβεῖν αὖθις ἄρ­χονται, κλέπτουσι τοὺς πολλοὺς πάλιν, ὡς μὲν τὴν Βαρλααμίτιδα πλάνην ἐπεκδικοῦντες, ἀναθέματι πυκνῷ καθυποβάλλοντες ἐκεῖνον καὶ μηδενὸς ἀναγκάζοντος. Μανθάνει ταῦτα πάλιν ὁ ἱερὸς Παλαμᾶς, ἐξελέγχει τὸν Ἀκίνδυνον, οὐκ ὀλίγων ἀκροωμένων πολλάκις, ὡς καὶ μηδὲν αὐτὸν ἀντιλέγειν ἔχοντα, οἰκειοχείρῳ γράμματι μαρτυρῆσαι τῷ Παλαμᾷ τὴν διὰ πάντων, ὧν λέγει τε καὶ γράφει, πρὸς τοὺς ἁγίους ἀκριβῆ συμφωνίαν, ὃ καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν· ἀθετεῖ μετ’ ὀλί­γον καὶ τὴν αὐτόχειρα ταύτην ἑαυτοῦ γραφὴν καὶ ὑπογραφήν, καὶ πάλιν θορυβῶν περιῄει· καὶ πάλιν Σύνοδος ἱερά, τῆς προτέρας ἐκείνης κατ’ οὐδὲν μείων, τοῦ μὲν μακαρίτου βασιλέως αὐτῆς ἀπόντος, ἐπεὶ καὶ τῶν ἀνθρώπων ἀπῆν, ἀντ’ ἐκείνου δὲ παρόντος καὶ προλάμποντος τῇ Συνόδῳ, καὶ γενναίως ἅμα καὶ θαυμασίως τὰς Ἀκινδύνου παρακεκινδυνευμένας ἐξελέγχοντος πλάνας, τοῦ καὶ ζῶντος βασιλέως, κατὰ τὸ γεγραμμένον εἰπεῖν, εἰσάγοντος καὶ ἐξάγοντος τὸν Ἰσραὴλ καὶ τὰ Ῥωμαίων μεγαλοφυῶς διέποντος πράγματα, νῦν δὲ Θεοῦ χάριτι καὶ τὴν βασιλικὴν ἀξίαν ἐπ’ εὐτυχίᾳ Ῥωμαίων περικειμένου καὶ συμβασιλεύοντος τῷ υἱῷ τοῦ τρισμακαρίστου καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως. Πάλιν οὖν ἀνάρρησις περιφανέστατη καὶ ἐπ’ αὐτῆς τῆς Συνόδου τῆς τοῦ Παλαμᾶ καὶ τῶν αὐτῷ συνᾳδόντων ἀσφαλοῦς εὐσεβείας, τοῦ πρὸς αὐτοὺς ἀντιλέγοντας Ἀκινδύνου τελέως καταδίκῃ καθυποβληθέντος ὡς δυσσεβοῦς καὶ τῷ Βαρλαὰμ σαφῶς ὁμοφρονοῦντος δειχθέντος, κἀντεῦθεν οὐ παρὰ τῆς δευτέρας ταύτης μόνης Συνόδου καταψηφισθέντος, ἀλλὰ καὶ παρὰ τῆς προτέρας ἐκείνης. Καθάπερ γὰρ ἡ καταψηφισαμένη τοῦ Ἀρείου σεπτοτάτη Σύνοδος καὶ τοὺς ὕστε­ρον ἀναφανέντας ὁμολόγους ἐκείνῳ συγκαταδικάζει πάντας, οὕτω καὶ ἡ τὸν Βαρλαὰμ καταδικάσασα ψῆφος τοὺς τὰ Βαρλαὰμ ὅτεδήποτε φρονοῦντάς τε καὶ φρονήσοντας καταδι­κάζει. Μετὰ δὴ καὶ τὴν Ἀκινδύνου τοῦ Βαρλααμίτου πεφηνότος συνοδικὴν καταδίκην ὁ συνοδικὸς συνεγράφη τε καὶ ὑπε­γράφη τόμος, συνεπτυγμένως μέν, πάντα δ’ ὅμως διαλαμβά­νων, καὶ τὴν τοῦ Παλαμᾶ καὶ τῶν μοναχῶν εὐσέβειαν, ὡς ἀσφαλῆ τε καὶ ὄντως κοινὴν τῶν χριστιανῶν εὐσέβειαν ἀνακηρύττων, καὶ τοὺς ἐκ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου φενακιζομένους ἀπαλλάτων τῆς πλάνης· μεθ’ ὃ φρικώδεις ἀραὶ καὶ δειναὶ ῥήξεις καὶ πέραν δεινῶν αὐτόν τε τὸν Βαρλαάμ, εἰ μὴ μετάμελον λάβοι, τῆς ἱερᾶς Ἐκκλησίας ἀποκηρύττουσαί τε καὶ ἀπελαύνουσαι καὶ τοῦ Χριστοῦ σώματος ἀποτέμνουσαι καὶ διεστῶσαι παντὸς τοῦ χριστωνύμου πληρώματος, πρὸς δὲ καὶ πάντας τοὺς ἀποτολμῶντας ἢ τολμήσοντας τῆς τοῦ Παλαμᾶ καὶ τῶν αὐτῷ συναδόντων μοναχῶν εὐσεβείας, ὡς καὶ ὁ Βαρ­λαάμ, κατατρέχειν.

Ἀλλὰ μετὰ τὴν καταγραφὴν καὶ ὑπογραφὴν τοῦ ὑπὲρ τῆς κοινῆς εὐσεβείας ἱεροῦ τούτου τόμου, ὃν καὶ ὁ τότε πατριάρ­χης πρὸ τῶν ἄλλων χερσὶν οἰκείαις ὑποσημηνάμενος διετέλεσεν, οὔπω δύο μῆνες ὅλοι παρῆλθον, καὶ στάσις καὶ σύγχυσις, φεῦ! ἡ πασῶν χαλεπωτάτη καταλαμβάνει τὴν Ῥωμαίων ἀρχήν, ὑπὸ βασκάνου καὶ πονηρᾶς καὶ φιλάρχου γνώμης τῶν τῆς συγκλήτου τινὸς ἐπιβεβουλευκότων καὶ δεινὰς πλασαμένων συκοφαντίας κατὰ τοῦ κοινῇ πάντων Ῥωμαίων ψήφῳ καὶ βα­σιλικῇ πρὸ τῶν ἄλλων γνώμῃ, καὶ πρότερον καὶ μετὰ τὴν ἐκεί­νου μετάστασιν τὴν κοινὴν τῶν Ῥωμαϊκῶν πραγμάτων ἐπιμέλειαν καὶ προστασίαν, ἅμα δὲ καὶ τὴν φυλακὴν τῶν τοῦ βασι­λέως παίδων ἐπιτετραμμένου, ἅτε γνησιωτάτου καὶ ὁμοψύχου καὶ πιστότατου φίλου διὰ πλείστων καὶ καιρῶν καὶ πραγμά­των ἀναφανέντος, ὡς πάντες ἴσασιν. Ὁ ἰσόψυχος ἀδελφός τε καὶ φίλος οὗτος, ἐξάρχοντος τῆς παγγενοῦς ταύτης λύμης καὶ ταραχῆς, καὶ τὴν τῆς θεοστεφοῦς βασιλίδος πρὸς ταῦτα κλέπτοντος καὶ παρεξάγοντος γνώμην τοῦ μάλιστα πάντων τὰ τοιαῦτα καταστέλλειν ὀφείλοντας πατριάρχου, δυσχεραίνει δι­καίως ἐπὶ τούτοις ὁ ἱερὸς Παλαμᾶς καὶ τῆς κατὰ τοῦ διὰ πάντων ἀρίστου παραλογωτάτης οὕτω συκοφαντίας οὐκ ἀνασχόμενος, ἅμα δὲ καὶ τὴν κοινὴν ἐντεῦθεν τοῦ Ῥωμαίων γέ­νους πανωλεθρίαν συνετῶς προορώμενος, ἀπᾷδον ἡγεῖται μή, τό γε εἰς αὐτὸν ἧκον, ὅση δύναμις, ἀναχαιτίσαι παρρησιασάμενος τὰ τοιαῦτα δεινά. Καὶ ἅπαξ τοίνυν καὶ δὶς καὶ πολλάκις καὶ ἰδίᾳ καὶ πολλῶν παρόντων καὶ μόνος καὶ μετ’ εὐλαβῶν ἑτέ­ρων νῦν μὲν ὑπὲρ τοῦ παραλογώτατα συκοφαντουμένου, νῦν δι’ ὑπὲρ τοῦ χριστωνύμου γένους τὰ εἰκότα διαλεξάμενος, ὡς εἶδε τὸν πατριάρχην καὶ κατ’ αὐτοῦ χωρήσαντα καὶ πρὸς αὐτὸν ἄγαν ἀπεχθῶς διακείμενον, ἅμα δὲ καὶ πλέον ἔχων ἀνύειν οὐδέν, ἀναχωρήσας τῆς πόλεως ἐπὶ τὰ πέριξ διέτριβεν. Ὁ δὲ πατριάρχης, μηδὲν ἕτερον ἔχων κατ’ αὐτοῦ πρᾶξαι, τῷ Ἀκινδύνῳ μαινομένῳ μηδὲν ἧττον ἢ πρότερον κατὰ τῆς αὐτοῦ τε τοῦ Παλαμᾶ καὶ τῶν ἄλλων μοναχῶν, μᾶλλον δὲ τῆς κοινῆς εὐσεβείας ὁμιλῶν ἑώρατο γνησίως καὶ παρρησίας οὐ μετρίας μεταδιδούς, εἶτα καὶ συνδιημερεύων καὶ συνδιανυκτερεύων καὶ συνηγορῶν τούτῳ καὶ συμπνέων αὐτῷ κατὰ πάντα καὶ μετ’ αὐτοῦ καὶ δι’ αὐτοῦ κατατρέχων ἀκρατῶς καὶ λόγοις καὶ γράμμασι τῶν πρὸ μικροῦ δικαιωθέντων ἐκείνων, μετ’ οὐ πολὺ δὲ καὶ διώκτης μὲν τοῦ Παλαμᾶ καὶ τῶν σὺν αὐτῷ μοναχῶν, μᾶλλον δὲ τῆς κοινῆς χριστιανῶν εὐσεβείας φανερὸς γίνεται, βεβαιωτὴς δὲ καὶ προστάτης Ἀκινδύνου καὶ τῶν Ἀκινδύνου σαφής. Ἐλάνθανε δὲ τήν τε θεοσεβεστάτην ἡμῶν κυρίαν καὶ δέσποιναν κυρὰν Ἄνναν τὴν Παλαιολογίναν καὶ ἡμᾶς αὐτοὺς ἐπὶ προφάσει τῶν ἀνωτέρω προειρημένων ὑποκρινάμενος κατατρέχειν τοῦ Παλαμᾶ. Καὶ τίς τοὐντεῦθεν ἱκανῶς ἐξαρκέσει παραστῆσαι λόγος τὰς ἐπὶ πολλοὺς ἐνιαυτοὺς κατ’ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ μοναχῶν τυρευθείσας πολυτρόπους ἐπηρεί­ας ἐνταῦθά τε καὶ κατὰ τὰς πόρρω πόλεις καὶ μάλιστα τὴν Θεσσαλονίκην; Ἐν ᾗ καὶ πρότερον ὤφθη φωραθέντα τὰ τῆς τοιαύτης δυσσεβείας αὐτῶν, ἐλάνθανε δ’ ὅμως, ὡς ἔφημεν, τὰ τοιαῦτα κατ’ αὐτῶν πράττων, μέχρις ὅτου, νομίσας ἤδη παντα­χόθεν τὸ ἐνδόσιμον ἔχειν, ἐπεχείρησεν ἱερέα, κἀντεῦθεν καὶ πρόεδρον Ἐκκλησίας καταστῆσαι τὸν τοῦ Βαρλαὰμ μύστην καὶ διάδοχον καὶ ὀπαδὸν Ἀκίνδυνον. Ὡς οὖν ἤδη τοῖς ἱεροῖς διακόνοις ἐγκαταλέγειν ἕτοιμος ἦν τὸν καὶ τὸ σέβας ἀνίερον, συνεῖσα καὶ πρὸ τοῦ γενέσθαι τὴν ἄθεσμον ταύτην Ἀκινδύνου χειροτονίαν ἡ προρρηθεῖσα θεοσεβεστάτη βασιλίς, πέμψασα παραινεῖ τῷ ἱεράρχῃ, καὶ τῆς ἀνιέρου ταύτης πράξεως ἀπάγειν λόγῳ καὶ πρὸς τὸ εἰκὸς ἐπανάγειν πειρᾶται τῶν θείων ἐκτρεπόμενον νόμων. Ὡς δ’ ἐκεῖνος τὸν ἔξω τῆς εὐσεβείας Ἀ­κίνδυνον εἴσω τοῦ βήματος τῆς Ἐκκλησίας φέρων ὤθησε βίᾳ καὶ τοῖς ἱεροῖς διακόνοις τὸν βέβηλον ἐγκατέμιξε παρὰ πάντα δεσμόν, καὶ ὁ θόρυβος εὐθὺς παρὰ τῶν εὐσεβούντων ἤρθη πολύς, χρεῖται καὶ αὕτη λυσιτελῶς καὶ δικαίως τῇ ἐξουσίᾳ καὶ τὸν ἐν ἱερατείᾳ γενόμενον Ἀκίνδυνον ἐξωθεῖ τῆς ἱερᾶς Ἐκ­κλησίας, καὶ πολυειδέσιν αὐτόν τε καὶ τοὺς αὐτοῦ σπουδαστὰς περιβαλοῦσα ταῖς ἀτιμίαις, εἶθ’ ὡς πάντολμον καὶ ἀλλόκοτον καὶ κατὰ τῆς ἱερωσύνης μᾶλλον ἢ πρὸς ἱερωσύνην χωρήσαντα, πληγῶν καὶ δεσμῶν καὶ καθειργμῶν δικαιοῖ, κἀν ἐκεῖνος τηνικαῦτα διέδρα, καθάπερ καὶ νῦν, χηραμοὺς ὑπογείους καὶ σήραγγας ὑποδύς. Ἡ δὲ τοῦ τυραννοῦντος τῆς εὐσεβείας ἐντεῦθεν ἀμβλῦναι καὶ μετασκευάσαι νομίσασα τὴν ὁρμὴν πα­τριάρχου, ἀνασχέσθαι τούτου μακροθύμως διέγνω καὶ μὴ περαιτέρω προενεγκεῖν τηνικαῦθα τὸν ἔλεγχον. Ἀλλ’ ἐκεῖνος χείρων μᾶλλον ἑαυτοῦ γίνεται, καὶ γράμμα μᾶλλον δὲ γράμματα συντίθησι κατὰ τοῦ Παλαμᾶ καὶ τῶν μοναχῶν, μᾶλλον δὲ τῆς εὐσεβείας καὶ τῆς Ἐκκλησίας αὐτῆς καὶ εἰς ἀνασκευὴν τοῦ συνοδικοῦ τόμου καὶ τῶν ὑπὲρ εὐσεβείας συνοδικῶν διαγνώ­σεών τε καὶ ἀποφάσεων. Τοὺς δὲ κατὰ τῆς εὐσεβείας πάλιν αὐτοῦ πρὸς τοὺς ἐντυγχάνοντας λόγους καὶ τὰ διὰ πράξεως ἐκτελούμενα κατ’ αὐτήν τε τὴν μεγαλόπολιν καὶ τὰς πόρρω ταύτης ἀπωκισμένας τίς διαλήψεται λόγος; Ἐλάνθανε δὲ καὶ τούτων τὰ πλείω ἡμᾶς αὐτούς τε, καθάπερ εἴρηται. ....................

Ὡς δ’ ἡ κατὰ Θεσσαλονίκην Ἐκκλησία χρείαν εἶχε προέδρου, ὁ δὲ τὴν δυσσέβειαν Ἀκίνδυνον ἄλλον ὑποψήφιον ἐποιήσατο, μαθοῦσα τοῦτο πάλιν ἡ τῆς εὐσεβείας εἴπερ τις προστάτις καὶ θεοσεβεστάτη βασιλίς, πάλιν ὀνειδίζει τὸν πατριάρχην, καὶ παραινεῖ τῶν τοιούτων ἀποσχέσθαι τελείως, ὡς δυσσεβῶν συνοδικῶς ἀναπεφηνότων .................... ἀλλὰ καὶ διὰ τὸ ἀθετῆσαι τὰς ὑπὲρ εὐσεβείας συνοδικὰς δια­γνώσεις καὶ ἀποφάσεις καὶ χωρῆσαι μὲν κατὰ τῆς εὐσεβείας τῶν τότε δικαιωθέντων, ὡς συνηγόρων τῆς κατ’ αὐτὴν ἀληθεί­ας, ὁμοφρονῆσαι δὲ τοῖς μαθηταῖς καὶ διαδόχοις τῆς τοῦ Βαρλαὰμ ἐκείνου κακοδοξίας, καὶ γυμνῇ τῇ κεφαλῇ γράφειν τε καὶ λέγειν, χειροτονεῖν τε καὶ ψηφίζεσθαι καὶ τὴν πρὸς τοὺς φρονοῦντας τὰ τοῦ Βαρλαὰμ ὁμοφροσύνην ἐπιδείκνυσθαι φανερῶς κατάκριτον εἶναι καὶ μὴ ἔχειν αὐτὸν μοῖραν μετὰ τῶν εὐσεβῶν ἀπεφήναντο.

Ἡ μέντοι θεοστεφὴς καὶ κρατίστη βασιλὶς μετὰ τὸ καὶ τὰ τοιαῦτα τῶν ἱερωτάτων τούτων ἀρχιερέων δέξασθαι πολλάκις ἡμᾶς συγκαλέσασα καὶ μετὰ τῆς συγκλήτου καὶ πολλῶν ἐλλογίμων τὰ περὶ τῶν θείων συνδιασκεψαμένη δογμάτων καὶ καταλαβοῦσα τὸν τὰς συνοδικὰς διαγνώσεις ὑπὲρ εὐσεβείας ἐμπεριέχοντα τόμον, ἐγγράφως καὶ ἀγράφως ὑπὸ τοῦ πατριαρχεύοντος ἀνατρεπόμενον, οὐκέτι καθεκτῶς εἶχεν, ἀλλ’ ἐνθέου πλησθεῖσα ζήλου τὴν κατὰ τῶν ἀθετούντων τὸν τόμον ἐκδίκησιν ἐπεζητεῖ καὶ τὴν αὐτοῦ τε καὶ τῆς κατ’ αὐτὸν εὐσεβείας βεβαίωσιν. Συγκάλει τοίνυν ἡμᾶς ἐν τῷ θεοφρουρήτῳ παλατίῳ, ὁλόκληρον ὄντας Σύνοδον, πρὸς δὲ καὶ τὸν τοῦ Ἁγίου Ὄρους σεβασμιώτατον πρῶτον μετὰ τῶν σὺν αὐτῷ γερόντων καὶ πολλοὺς τῶν κατὰ τὴν μεγαλόπολιν ταύτην ἐλλογίμους καὶ εὐλαβεῖς μοναχούς, καὶ προκαθίσασα μετὰ τοῦ ἐρασμιωτάτου υἱοῦ αὐτῆς, τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως, κυροῦ Ἰωάννου τοῦ Παλαιολόγου, ἔτι δὲ μετὰ καὶ τῆς συγκλή­του πάσης καὶ τῶν τοῦ κλήρου λογάδων, ἀρχιμανδριτῶν τε καὶ ἡγουμένων οὐκ ὀλίγων, καὶ τῶν ἐκκρίτων τῆς πολιτείας, πρῶτον μὲν εἰς ἐπήκοον πάντων ἀναγνωσθῆναι τὸν συνοδικὸν τόμον διακελεύεται, εἶτα προστίθεται τὸ προρρηθὲν τοῦ πατριάρχου βιβλίον, ὅπερ αὐτός, ὡς εὐσεβῶς ἔχον, δι’ ἀρχιερέων καὶ ἐκκλη­σιαστικῶν αὖθις προσώπων πρὸς τὴν κρατίστην ἡμῶν κυρίαν καὶ δέσποιναν ἔπεμψεν, ἐν ᾧ βιβλίῳ ἐν ὑποκρίσει καὶ προφάσει τοῦ ἐξηγεῖσθαι τὸν τόμον παρεξήγησιν αὐτοῦ καὶ ἀνατροπὴν καὶ κατάλυσιν παντελῆ συνεγράψατο, τὰ μὲν αὐτοῦ καὶ ταῦτα τὰ καιριώτατα τῆς ὑποθέσεως ἐκ τοῦ παρήκοντος γεγράφθαι λέγων, τὰ δὲ καὶ τελείως ἀναίδην ἀνασκευάζων, ἐν οἷς καὶ εἰς τὰς ἀϊδίους καὶ θείας τοῦ Θεοῦ ἐνεργείας δῆλόν ἐστι βλα­σφημῶν, ὄχλον θεοτήτων ταύτας ἀποκαλῶν καὶ πολυθέους εἶναι λέγων τοὺς ἀκτίστους εἶναι ταύτας διαβεβαιουμένους καὶ τιμῶντας ἔστιν ἃς τούτων τῇ τῆς θεότητος προσηγορίᾳ, ὥσπερ ἂν εἴ τις καὶ τὰ ἑπτὰ πνεύματα, δηλονότι τὰς ἑπτὰ τοῦ Πνεύ­ματος ἐνεργείας ὄχλον πνευμάτων δυσσεβῶς προσηγόρευεν. Ἀλλὰ καὶ κατὰ τῶν ἐπ’ εὐσεβείᾳ δεδικαιωμένων καὶ παρ’ ἐκεί­νου τοῦ ἱεροῦ τόμου ἀνακηρυττομένων τε καὶ μαρτυρουμένων, τοῦ Παλαμᾶ δηλονότι ......μοσύνης καταδικασθῆναι λέγων τὸν Βαρλαὰμ καὶ κινεῖν πᾶσι προτρεπόμενος καὶ κατηγορεῖν, ἃ κἀκεῖνος κατὰ τῶν μοναχῶν ἐκίνησε, τούτων κατηγορῶν, μηδὲ τὴν τελευταίαν ἀπόφασιν τοῦ τόμου δυσωπηθείς, φανερῶς τοῦ τῶν ὀρθοδόξων πληρώματος ἀποτέμνουσαν, εἴ τίς τε τῶν ὑπὸ τοῦ Βαρλαὰμ λαληθέντων ἢ συγγραφέντων αὖθις ἐπὶ κατηγο­ρίᾳ τούτων λέγει τε καὶ κινεῖ, ἀλλ’ ὑποβάλλων φεῦ! ἑαυτὸν καὶ τοὺς αὐτῷ πειθομένους οὕτω τοῖς συνοδικοῖς καὶ οἰκείοις ἀφορισμοῖς τε καὶ ἀναθέμασιν.

Ἐν τούτῳ τῷ οἰκείῳ αὐτοῦ βιβλίῳ καὶ ἕτερα συγγράμματα εὕρηται, κἀν τῇ Συνόδῳ προτέθειται, συγγραφέντα παρὰ τῶν ὁμοφρόνων αὐτῷ καὶ σπουδαστῶν τῆς αἱρέσεως, οὓς αὐτὸς πατέρας πνευματικοὺς καὶ προστάτας ψυχῶν καὶ διδασκάλους προεχειρίσατο τοῦ λαοῦ, πάντως ὡς συμφώνους αὐτῷ, δι’ ὧν συγγραμμάτων πᾶσαν σχεδὸν εὐσέβειαν καὶ πάντας τοὺς ἀπ’ αἰῶνος ἁγίους, ἐπὶ προφάσει τοῦ γράφειν κατὰ τοῦ Παλαμᾶ καὶ τῶν ὁμοφρόνων αὐτῷ πάντων, ἀποκηρύττει καὶ ἀναθεμα­τίζει καὶ ἀποβάλλεται γράφων ἐπὶ λέξεως οὕτω «...Τοῖς ἀποτολμῶσι καὶ λέγουσι τὴν δόξαν τῆς θεότητος τοῦ Χριστοῦ ἑτέραν εἶναι παρὰ τὴν οὐσίαν τοῦ Θεοῦ ἀνάθεμα»· καὶ πάλιν, «τοῖς ἀποτολμῶσι καὶ λέγουσι φῶς ἄκτιστον ἕτερον παρὰ τὴν οὐσίαν τοῦ Θεοῦ, ἀνάθεμα»· καὶ πάλιν, «τοῖς λέγουσι τὴν θείαν χάριν ἄκτιστον μὲν εἶναι, ἑτέραν δὲ παρὰ τὴν οὐσίαν τοῦ Θεοῦ, ἀνάθεμα»· καὶ πάλιν, «τοῖς λέγουσι θεότητα ἄκτιστον σωματικοῖς ὀφθαλμοῖς ληπτήν, ἀνάθεμα»· καὶ πάλιν, «μωροὶ καὶ τυφλοὶ οἱ διὰ τὴν Μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀποτολμῶντες καὶ λέγοντες ἄκτιστον φῶς σωματικοῖς ὀφθαλμοῖς ὁρατόν». Ἇρ’ οὖν ὁ ταῦτα στέργων καὶ παρ’ ἑαυτῷ ὡς εὐσεβῆ κατέχων, καὶ τοῖς τὰ τοιαῦτα γράφουσι μὴ κοι­νωνῶν ἁπλῶς μόνον, ἀλλὰ καὶ συλλειτουργῶν καὶ πατέρας πνευματικοὺς καὶ διδασκάλους τούτους προχειριζόμενος, μό­νον οὗτος τὸν Παλαμᾶν ἀποκηρύττει καὶ ἀποβάλλεται ἢ τοὺς ἀπ’ αἰῶνος ἁγίους; αὐτούς τε τοὺς ἐπὶ τῶν ἱερῶν ἐκείνων Συνό­δων συνειλεγμένους καὶ μάλιστα τὸν συνοδικόν τε καὶ ἁγιορειτικὸν τόμον καὶ αὐτοὺς τοὺς συμψήφους φανερῶς ὄντας τῷ Παλαμᾷ κατ’ εὐσέβειαν βασιλέας καὶ ἁπαξαπλῶς τοὺς εὐ­σεβεῖς ἅπαντας; Ἐν τῷ τοιούτῳ τούτου βιβλίῳ καὶ συγγράμμα­τα τοῦ Ἀκινδύνου ἐστίν, ἐν οἷς καὶ τὴν ἐν Θαβὼρ ἑωραμένην τοῖς ἀποστόλοις θείαν καὶ ἀπόρρητον φωτοφάνειαν οὐ μόνον κτιστὴν εἶναί φησιν, ἀλλὰ καὶ τῶν ἀγγέλων κατωτέραν, ὡς καὶ ὁ Βαρλαὰμ ἔλεγεν, ὃ δῆλον ἐποίησε, καὶ δι’ ὧν ὑπὲρ ἑαυτοῦ δῆθεν ἔγραψε πρὸς τὴν εἰρήμενην ἡμῶν κυρίαν καὶ δέσποιναν, ὡς ὁρατὴν γενομένην ταύτην τὴν θεοφάνειαν, ἀτιμοτέραν ὑποδεικνὺς ἀσωμάτου πάσης οὐσίας καὶ αὐτῶν τῶν ἀνθρωπί­νων ψυχῶν. Ὁ δὲ τῆς Ἐκκλησίας λαχὼν προΐστασθαι, φεῦ! οὐ τὰ τοιαῦτα μόνον αὐτοῦ συγράμματά τε καὶ δόγματα, ἀλλὰ καὶ δι’ αὐτοχείρων αὐτοῦ τοῦ Ἀκινδύνου συγγραμμάτων κατέχων παρ’ ἑαυτῷ τὰς δυσσεβείας αὐτοῦ, εἰς διάκονον τοῦτον ἐχειροτόνησε, καὶ τοὺς μὴ παραδεχομένους αὐτόν, ὡς καλῶς αὐτὰ δογματίζοντα, ἀφώρισέ τε καὶ ἀπεκήρυξε. Τίνα δὴ ταῦτα; Ἵν’ ἐξ ὀλίγων καὶ ἀπὸ τούτων ἀναφανῇ τὸ ἀσεβὲς καὶ ἀσύστατον τῶν Ἀκινδύνου καὶ τοῦ συμφωνοῦντος ἐκείνῳ πατριάρχου δογμάτων. Οὐ δυνάμεθα, φησί, τὴν φυσικὴν τοῦ Θεοῦ ἐνέργειαν ἄλλο τι φρονῆσαι τῆς οὐσίας αὐτοῦ καὶ τῆς φύσεως· ἀλλ’ οὐδὲ τῆς θείας οὐσίας ταύτης διαφέρον ὁπωσοῦν φῶς ἄκτιστον καὶ τῷ Θεῷ συναΐδιον ἢ δόξαν ἢ χάριν ἢ ἔλλαμψιν καὶ πάλιν οὐδέν, ὅπερ εἰς ὅρασιν ἔρχεται καθ’ ἑαυτὸ σωματικῶν ὀφθαλμῶν ὁπωσδήποτε, ἄκτιστόν ἐστι, κἂν Μωσῆς, κἂν Παῦλος, ὁ εἰς τρίτον οὐρανὸν ἀνελθών, κἂν ἄγγελος ᾗ ὁ τῆς θεω­ρίας ἁπτόμενος· καὶ πάλιν, πῶς ἡ κτιστὴ φύσις ἄκτιστον ἐνέργειαν ὄψεται σωματικοῖς ὀφθαλμοῖς, κἂν ἰσάγγελος ᾖ τις, κἂν ἄγγελος; καὶ πάλιν, εἴ τις τὸ ἐν Θαβωρίῳ λάμψαν ὑπέρλαμπρον φῶς διὰ τὸ εἰρῆσθαι θεότητα παραδεχθεῖσαν τῷ Θεολό­γῳ καὶ Ἰωάννῃ τῷ θείῳ Δαμασκηνῷ ἄκτιστον καὶ ἀΐδιον, διὰ ταῦτα Θεὸν ὑπερούσιον αὐτὸ καλεῖ, ἕτερον δὲ τῆς θείας οὐ­σίας, οὐκ ἀσφαλῶς αὐτὸν ὑπολαμβάνω θεολογεῖν καὶ γὰρ φῶς ἄκτιστον μὲν καὶ ἀΐδιον καὶ προαιώνιον εἴρηται, ἕτερον δὲ παρὰ τὴν οὐσίαν τοῦ Θεοῦ οὐκ εἴρηται· οὐκοῦν οὐδὲ ἐγὼ τοῦτο λέγω, ἀλλ’ ὁ διὰ τούτων τὸ αὐτὸ φῶς καὶ οὐσίαν τοῦ Θεοῦ καὶ κτίσμα λέγων εἷναι, δυσσεβῶς, μᾶλλον δὲ ἀσεβῶς καὶ ἀθέως· ἀκούσατε, τί φησιν αὖθις· ἐγὼ κακίζω καὶ τὸ ἄκτιστον καὶ τὸ κτιστὸν τῆς θεουργοῦ σοφίας καὶ χάριτος· οὔτε γὰρ ἡμῖν ἐνταῦθα τὴν ἀντίφασιν προσκυνητέον, ὥστ’ εἰ θάτερον ὑπὸ ἀνάθεμα, καὶ τὸ ἕτερον οὐδὲν ἧττον. Ἐν τούτοις τοῖς αὐτοχείροις αὐτοῦ γράμμασι καὶ τὰ περὶ τὸν Θεὸν οὐσιωδῶς θεωρούμενα, τὴν ἀγαθότητα, τὴν ζωήν, τὴν ἀθανασίαν, τὴν ἀτρεψίαν καὶ ὅσα παραπλήσια τούτοις, ἅπερ ὁ θεῖος Μάξιμος θεολογῶν φησιν ὡς οὐκ ἦν, ὅτε οὐκ ἦσαν, ὡς ἄναρχα καὶ ἀΐδια, ταῦτα ὁ Ἀκίνδυνος κτίσματα εἶναι διατείνεται. Ὡσαύτως καὶ τὰ παρὰ τῷ Ἡσαΐα ἑπτὰ πνεύματα, περὶ ὧν φησιν ὁ Θεόλογος Γρηγόριος, τὰς ἐνεργείας τοῦ Πνεύματος πνεύματα φίλον τῷ Ἡσαΐα καλεῖν, κτιστὰ εἶναι διισχυρίζεται. Καὶ ὅσα δὴ ὁ Δαμασκηνὸς θεῖος Ἰωάννης τὸ ἐν τῇ Μεταμορφώσει τοῦ Σωτῆρος θειότατον ἐξυμνῶν συνεγράψατο φῶς, ὡς ἐγκωμιαστὴν τοῦτον ταῦτα συγγράψασθαί φησιν, ἀλλ’ οὐ κατὰ ἀληθινὴν θεολογίαν. Διὸ δοκιμώτερον φησὶν εἶναι τὸ ὁμολογεῖν ἀγνοεῖν ταῦτα καὶ μὴ δέχεσθαι, ἵνα μὴ ἐκ τούτων εἰς διθεΐαν περιπέσωμεν, ἀναγκασθέντες δύο πρεσβεύειν θεοὺς καὶ θεότητας, διθεΐαν σαφῶς κατὰ τὸν Βαρλαὰμ ἀποκαλῶν τὸ μὴ μόνον τὴν πᾶσι παντάπασιν ἀόρατον οὐσίαν τοῦ Θεοῦ, ἀλλὰ καὶ τὴν ἐπιφαινομένην καὶ χορηγουμένην τοῖς ἁγίοις θείαν ἔλλαμψιν καὶ χάριν καὶ ἐνέργειαν λέγειν θεότητα ἄκτιστον.

Διὰ ταῦτα τοίνυν τὰ οὕτω δυσσεβῆ καὶ ἀλλόκοτα τοῦ Βαρλααμίτου Ἀκινδύνου καὶ τῶν οἷος αὐτὸς γράμματά τε καὶ δόγ­ματα, ἅπερ ἐξηλέγχθη, φρονῶν καὶ στέργων, καὶ πολυτρόπως ἔργοις τε καὶ λόγοις καὶ γράμμασι .................... καὶ ἀκριβῆ καὶ προσήκουσαν τὴν περὶ τούτων σκέψιν τε καὶ ἐξέτασιν ποιησάμενοι, καὶ συμψήφους ἔχοντες τὴν ἔνθεον καὶ νουνεχῆ ζῆλον ὑπὲρ τῆς εὐσεβείας ἐνδειξαμένην θεοστεφῆ βα­σιλίδα μετὰ τοῦ ἐρασμιωτάτου υἱοῦ αὐτῆς, τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως, κυροῦ Ἰωάννου τοῦ Πα­λαιολόγου, ἔτι τε καὶ τὴν σύγκλητον πᾶσαν μετὰ τῶν τῆς πολι­τείας ἐκκρίτων, ἀλλὰ δὴ καὶ τοὺς συνειλεγμένους ἑτέρους πάντας, ἐκκλησιαστικούς τε λογάδας καὶ τῶν εὐσεβέστατων ἀρχιμανδριτῶν καὶ ἡγουμένων καὶ μοναχῶν καὶ λογίων ἀνδρῶν οὐκ ὀλίγους .................... ἐκκηρύκτους ἐγγράφως καὶ ἀποτετμημένους τῆς τοῦ Θεοῦ καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, ἅτε δυσσεβεῖς συνοδικῶς ἀναπεφηνότας, Ἀκίνδυνον καὶ τοὺς κατ’ αὐτὸν εἰς κοινωνίαν, οὐ μεταμελουμένους, μᾶλλον δὲ καὶ προστιθέντας τῇ δυσσεβείᾳ προσέμενον, τοὺς δ’ ὑπεραγωνισαμένους τῆς κατ’ εὐσέβειαν ἀληθείας καὶ συνοδικῶς ἐπὶ ταύτῃ δικαιωθέντας, τὸν εἰρήμενον δηλονότι κὺρ Γρηγόριον τὸν Παλαμᾶν καὶ τοὺς οἷος αὐτὸς παραλόγως τε καὶ ἀθέσμως ἀποβαλλόμενον .................... εἰ δὲ μὴ μεταμεληθείη καὶ τὰ πονηρὰ ταῦτα καὶ δυσσεβῆ καὶ ἀλλόκοτα δόγματα καὶ τοὺς τούτοις ἐμμένοντας γνησίως ἀποβάλλοιτο δι’ οἰκείου λιβέλλου, κατὰ τὴν πάλαι ἐπικρατοῦσαν ἐπὶ τοῖς τοιούτοις ἐκκλησιαστικὴν παράδοσιν, καὶ ἀναθέματι τοῦτον καθυποβάλλομεν, ὡς καὶ ὁ πρότερος συνοδι­κὸς διαλαμβάνει τόμος, ἀποκόπτων τελέως παντὸς τοῦ χριστια­νικοῦ καὶ ὀρθοδόξου πληρώματος οὐ μόνον τὸν Βαρλαάμ, ἀλλὰ καὶ εἴ τις ἕτερος φανείη τι τῶν ὑπ’ αὐτοῦ κατὰ τῶν μοναχῶν ῥηθέντων τούτων αὖθις κατηγορῶν ἢ ὅλως αὐτῶν ἐν τοῖς τοιούτοις καθαπτόμενος· αὐτὴν γὰρ ἐκείνην τὴν τοῦ τόμου καταδίκην ἐφ’ ἑαυτὸν ἐπεσπάσατο. Ἀκυροῦμεν δὲ καὶ ἀπρόσδεκτα πᾶσι τελέως ἀποφαινόμεθα τὰ παρ’ αὐτοῦ τε καὶ παντὸς ἑτέρου κατὰ τοῦ Παλαμᾶ καὶ τῶν ὁμοφρονούντων αὐτῷ συντεθέντα οἱαδήποτε γράμματα, ὡς πάσης ὄντα διαβολῆς καὶ δυσσεβείας ἀνάμεστα καὶ κατὰ τῶν ἱερῶν θεολόγων καὶ τῆς εὐσεβείας καὶ τῆς Ἐκκλησίας αὐτῆς μᾶλλον ἢ τούτων ἐκκείμενα. Ἀκίνδυνον δέ, ὡς κατὰ τῆς εὐσεβείας οὕτω μανέντα, καὶ τὰ πρότερον συνοδικῶς, ὡς εἴρηται, καταδικασθέντα, καὶ ὡς ἕρμαιον ἁρπάσαντα τὴν ἐμφύλιον στάσιν καὶ ἀναίδην τῇ τοῦ καιροῦ χαλεπωτάτῃ συγχύσει καὶ μοχθηρίᾳ καὶ τῇ τοῦ χριστεπωνύμου γένους λύμῃ καταχρησάμενον, καὶ μετὰ τὸν Βαρλαὰμ ἐκεῖνον κατ’ ἐκεῖνον προφάσει τοῦ κατὰ τοῦ Παλαμᾶ χωρεῖν κατὰ τῶν ἀπ’ αἰῶνος ἁγίων κεχωρηκότα, καὶ τὴν τοῦ Χριστοῦ συνταράξαντα δεινῶς Ἐκκλησίαν, ταῖς αὐταῖς φρικώδεσι καταδίκαις ὑπάγομεν καὶ πάσης ἱερατικῆς λειτουργίας ἀπηλλοτριωμένον ἔχομεν, ἔτι τε καὶ ἀποκήρυκτον αὐτὸν εἶναι ἀποφαινόμεθα καὶ ἀποτετμημένον τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, εἰ μὴ μεταμεληθείη, καὶ τοῦ ὀρθοδόξου τῶν χριστια­νῶν συστήματος. Τοὺς δ’ ὑπὸ τούτων συναρπαγέντας τε καὶ παρασυρέντας καὶ μὴ τῶν ἐξάρχων τῆς αἱρέσεως ὄντας, ἀμεταμελήτους μὲν μένοντας, τοῖς ὁμοίοις καθυποβάλλομεν· μεταμεληθέντας δὲ γνησίως καὶ ἀναθεματίζοντας τήν τε τοιαύτην κακοδοξίαν καὶ τοὺς ἐμμένοντας ταύτῃ, μὴ μόνον εἰς κοινωνίαν τὴν κατ’ εὐσέβειαν, ἀλλὰ καὶ εἰς ἱερωσύνην ἀσμενέστατα προσιέμεθα, μηδαμῶς τούτους ὑποβιβάζοντες, κατὰ τὴν ἐπὶ τοῖς τοιούτοις διάγνωσιν καὶ ἀπόφασιν τῆς ἁγίας καὶ οἰκουμενικῆς ἑβδόμης Συνόδου, διοριζόμενης ὅτι «τοὺς μὲν πρωτάρχους καὶ προϊ­σταμένους καὶ τῆς δυσσεβείας ἐκδικητὰς οὐδὲ μεταμελουμένους ὅλως εἰς ἱερωσύνην παραδεχόμεθα, τοὺς δὲ βιασθέντας ἢ συναρπαγέντας τε καὶ παρασυρέντας, μεταμελουμένους ἀληθῶς καὶ γνησίως, εἰς ἱερωσύνην κατὰ τὸν οἰκεῖον ἕκαστον προσδεχόμεθα βαθμόν». Ἀλλὰ καὶ εἴ τις ἕτερος τῶν ἁπάντων τὰ αὐτά ποτε φωραθείη ἢ φρονῶν ἢ λέγων ἢ συγγραφόμενος κατὰ τοῦ εἰρήμενου τιμιωτάτου ἱερομόναχου κυροῦ Γρηγορίου τοῦ Πα­λαμᾶ καὶ τῶν σὺν αὐτῷ μοναχῶν, μᾶλλον δὲ κατὰ τῶν ἱερῶν θεο­λόγων καὶ τῆς Ἐκκλησίας αὐτῆς, τὰ αὐτὰ καὶ κατ’ αὐτοῦ ψηφιζόμεθα καὶ τῇ αὐτῇ καταδίκῃ καθυποβάλλομεν, εἴτε τῶν ἱερω­μένων εἴη τις, εἴτε τῶν λαϊκῶν. Αὐτὸν τοῦτον τὸν πολλάκις ῥηθέντα τιμιώτατον ἱερομόναχον κὺρ Γρηγόριον τὸν Παλαμᾶν καὶ τοὺς αὐτῷ συνάδοντας μοναχούς, μηδὲν ἀπᾷδον τῶν θείων λο­γίων γράφοντάς τε καὶ φρονοῦντας, μετ’ ἐξετάσεως καταλαβόντας ἀκριβῶς, μᾶλλον δὲ τῶν θείων λογίων καὶ τῆς κοινῆς ἡμῶν εὐσεβείας καὶ παραδόσεως πᾶσι τρόποις, ὡς προσῆκεν, ὑπερμαχοῦντας, οὐκ ἀνωτέρους μόνον παντάπασι τῶν κατ’ αὐτῶν, μᾶλλον δὲ τῶν κατὰ τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἐρεσχελιῶν, ὡς καὶ ὁ πρῴην τόμος συνοδικός, ἔχομεν, ἀλλὰ καὶ ἀσφαλεστάτους τῆς Ἐκκλησίας καὶ τῆς εὐσεβείας προμάχους καὶ προαγωνιστὰς καὶ βοηθοὺς ταύτης ἀποφαινόμεθα· οὕτω γὰρ καὶ ὁ ἐπὶ ταῖς Συνόδοις ἐκείναις προβὰς τόμος ἔξει, καθάπερ οὖν ἔχει, τὸ ἀσφαλές τε καὶ βέβαιον. Ταῦτα οὕτω συνοδικῶς ἡμῖν μετὰ τῆς ἐκ Θεοῦ βασιλείας ἐξετασθέντα καὶ διαγνωσθέντα καὶ κυρωθέ­ντα, τὸ ἀσφαλὲς ἐν πᾶσι καὶ βέβαιον ἔξει, σύμφωνα πάντως ὄντα τῇ ἀληθείᾳ καὶ τοῖς θείοις Πατράσι πᾶσι καὶ ταῖς προγεγενημέναις τούτου χάριν ἱεραῖς καὶ θείαις Συνόδοις καὶ τῷ ἐπ’ αὐταῖς συνοδικῷ τόμῳ, ἀλλὰ δὴ καὶ ταῖς προρρηθείσαις ψήφοις καὶ ἀποφάσεσι τῶν τε τῆς βασιλίδος ταύτης τῶν πόλεων ἐντὸς πρότερον σχολαζόντων καθ’ ἑαυτοὺς ἱερωτάτων ἀρχιερέων καὶ τῶν ἐκτός, τὰ ὅμοια συνοδικῶς ἐγγράφως ἀποφηναμένων. Καὶ ἡ ἔνθεσμος διὰ πάντων καὶ κανονικὴ αὕτη ψῆφος καὶ ἀπόφασις ἀκίνητος εἰς αἰῶνα, Χριστοῦ χάριτι, τὸν σύμπαντα διατηρηθήσεται, γραφεῖσα καὶ ὑπογραφεῖσα ἀρτίως, μηνὶ Φεβρουαρίου, ἰνδ. ιε΄.


Источник: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 366-374, ΜΡG, τ. 152, 1274-1284.

Комментарии для сайта Cackle