Афанасий Иванович Пападопуло-Керамевс

Симеон Дивногорец

Συμεων ο θαυμαστοορειτησ ωσ υμνογραφοσ και μελωιδοσ

Συμεὼν ὁ Θαυμαστοορείτης, ὁ κατὰ τὴν ἕκτην ἀκμάσας ἐκατονταετηρίδα (521–596), τὰσσεται μεταξὺ τῶν ἀρχαιοτέρων ὐμνογράφων τῆς ’Εκκλησίας· ἀλλὰ τοσοῦτῳ τὰ περὶ τοῦτου συγκεκρυμένα φέρονται, ὥστε ὁ τὰ γεγραμμένα παρὰ τοῦ φιλολόγων ἀναγινώσκων περὶ τῆς ἀξίας τοῦ Συμεῶνος ὡς ὑμνογράφου πιστεύειν ἀναγκάζεται, ἧ ὄτι παράδοσις ὑπάρχει περὶ τοῦτου σφαλερά, ἤ ὄτι τὰ κατ’ αὐτὸν συγχέονται πρὸς ἔτερον ὑμνογράφον, Συμεῶνα καλοῦμενον ὠσαύτως, ζήσαντα δὲ τῆς ἐνάτης ἀκμαζοῦσης ἐκατονταετηρίδος. ՙΥπάρχει δηλαδὴ ἐν τῷ μηναίῳ τοῦ ’Οκτωβρίου, τῆ 26– ῃ τοῦτου ἠμέρα, ἐπιγραφὴ τοιαύτη· «Στιχηρὰ ἰδιόμελα τοῦ σεισμοῦ· ποίημα Συμεὼν Θαυμαστοορείτου”. Λέων ὁ Ἀλλάτιος τὴν ἐπιγραφὴν ταύτην παρέδωκεν οὔτω· «Τροπάρια εἰς τὸν ἅγιον μεγαλομάρτυρα Δημήτριον ἐν τῷ στίχῳ” [De Symeonum scriptis diatriba. Parisiis 1664, σ. 21]. Παρέλαβεν ἀρά γε ταύτην ὁ Ἀλλάτιος ἐκ χειρογράφου τινός, ἢ μόνος αὐτὸς αὐτήν ἠλλοίωσεν οὔτω διά σύγχυσιν τῆς ἐορτῆς τοῦ μεγαλομάρτυρος Δημητρίου, καθ’ ἢν καὶ ἡ μνήμη τελεῖται μεγάλου σεισμοῦ; Τὸ ἐρώτημα τοῦτο δι’ ἐμέ παντελῶς ανεξήγητον· οὐχ ἤττον ὅμως τὰ τετυπωμένα μηναῖα στερεοτύπως ἀνατυποῦσι τὴν προτέραν ἐπιγραφήν, ἐξ ἡς δῆλον, ὄτι Συμεῶν ὁ Θαυμαστοορείτης ποιητῆς ἐστι τροπαρίων περὶ σεισμοῦ τίνος· ἀλλὰ τὸν σεισμὸν τοῦτον τὸ συναξάριον τῆς ἐορτῆς ὠρισμένως ὁρίζει γεγονότα ἐν τῇ Κωνσταντίνου πόλει, βασιλεύοντος Λέοντος τοῦ Ἰσαύρου, ἔτει 740-ῷ, ἕνα καὶ ἤμισυ που αἰῶνα μετὰ τὴν κοίμησιν τοῦ ποιητοῦ. ՙ՛Οθεν εὔλογος ἦν ἡ κρατοῦσα δυσπιστία πρὸς τὴν αὐθεντίαν τῆς ἐν τῷ μηναίῳ ρηθείσης ἐπιγραφῆς. Βαρθολομαῖος ὁ Κουτλουμουσιανός ὁ τὸ μηναῖον τοῦτο διωρθωμένως ἐκδοὺς ἐγνωμάτευσεν, ὅτι «ἢ ὁ ποιητῆς τῶν τροπαρίων τοῦτων ἐστὶν ἕτερος Συμεῶν, μεταγενέστερος μὲν τοῦ ἀνωτέρου, ἀσκήσας δὲ καὶ αὐτὸς ὲν τῷ ὄρει (τῷ Θαυμαστῷ), καθ’ ὅν χρόνον συνέβη ὁ σεισμός, ἢ τὰ τροπάρια ταῦτα ἐποιήθησαν εἰς ἄλλον σεισμόν, συμβάντα πρὸ τοῦ παρόντος, ἐὰν τῳόντι ὑπάρχωσι γνήσιον ποίημα τοῦ εἰρημένου Θαυμαστοορείτου Συμεῶν, ἤ τέλος ψευδῶς έπιγράφονται εἰς τὸ ὄνομα τοῦτου”1. Κατὰ τὰς ἀντιρρήσεις ταύτας τοῦ Βαρθολομαίου συνεκρατήθησαν οί κατὸπιν αὐτοῦ φιλόλογοι, οἱ περὶ τῶν ὑμνωδῶν εἰδικῶς γράψαντες 2, Κάρολος δὲ ὁ Krumbacher οὐχ εὐρῶν τι θετικῶς εἰρημένον περὶ τοῦ Συμεῶνος ἀπέσβεσε τοῦτου τὸ ὄνομα δικαὶως3. Πίτρας δὲ ὁ καρδινάλις τὸ μὲν πρῶτον ἀνέγραψεν ἀπλῶς τὸ Συμεῶνος ὄνομα μεταξὺ τῶν ὑμνογράφων ἀκολουθήσας τῇ περὶ τοῦτου παραδόσει4, εἶτα δ’ ὑπέδειξεν, ὅτι τοῦτου ποιήματα καταγράφονται ἐν τοῖς μηναίοις, καὶ τῆ δευτέρᾳ τοῦ ’Οκτωβρίου, καὶ τῇ εἰκοστῇ πέμπτῃ τοῦ Δεκεμβρίου, καὶ τῆ ἕκτη τοῦ μηνὸς Ἰανουαρίου, καὶ τῇ ἕκτῃ πάλιν τοῦ Μαρτίου5. Ταῦτα μέντοι πάντα τὰ νῦν ἐν χρήσει μηναῖα οὐ περιλαμβάνουσιν· εὔρε δ՚ ἴσως ἐκεῖνα Πίτρας ὁ καρδινάλις ἐν κώδιξι χειρογράφοις· ἐπειδὴ δ’ ἐξ ἐτέρας μαρτυρίας εὐρίσκω, ὅτι πραγματικῶς τῇ ἕκτῃ τοῦ Μαρτίου χειρόγραφά τινα μηναῖα καταγράφουσι στιχηρά τροπάρια Συμεῶνι τινὶ διὰ μάρτυρας ἔτει 847-ῳ μαρτυρήσαντας ἐν Ἀμορίῳ6, δῆλον ἐντεῦθεν, ὅτι ὁ καρδινάλις ἀντὶ Συμεῶνος τοῦ Θαυμαστοορείτου Συμεῶνα τὸν Στουδιώτην ἐξέλαβε, τὸν ὡσαύτως ὑμνῳδὸν καὶ μελογράφον, οὕ ποιήματα σῴζουσι χειρόγραφά τινα βιβλία τῆς Κρυπτοφέρρης7, αὐτὰ πιθανῶς, ἅπερ αὐτὸς ὁ καρδινάλις ὑπαινίσσεται μηναῖα. Φιλάρετος δὲ ὁ Τσερνιγοβίας ἀρχιεπίσκοπος ὑπέμνησεν ὅτι ἐν τῷ βίῳ τῆς μητρὸς τοῦ ἁγίου Συμεῶνος, τῆς Μάρθας, ἀναφέρεταί τις ὕμνος περὶ σεισμοῦ, συντεθεὶς ὑπὸ τοῦ Συμεῶνος8· ἀλλ’ ἐν τῷ βίῳ τῆς Μάρθας οὐδὲ γρῦ περὶ τοῦτου λέγεται, καὶ ἐπειδὴ τὸ πράγμα τοῦτο καὶ Γεώργιος ὁ Παπαδόπουλος ἀνεξελέγκτως ἀνέφερεν, ἀντιγράψας μὲν τὸν Φιλάρετον, ἀποσιωπήσας δὲ τὸ ὄνομα τοῦτου9, νοεῖ τις εὐθέως ὅτι ἐγὼ μεγάλως ἐκοπίασα, μέχρις οὑ βεβαιωθῶ περὶ τοῦ ὅτι ἐν τῷ βίῳ τῆς Μάρθας λόγος οὐδεὶς ὑπάρχει περὶ τοῦ ὕμνου, ὃν ὅ Φιλάρετος ὑπαινίσσεται. Εὔρον ὅμως ὕστερον, ὅτι τὰ περὶ βίου τῆς Μάρθας ὑπὸ τοῦτου λεχθέντα τυγχάνουσιν ὅντα σφάλμα μνημονικὸν αὐτοῦ τοῦ Φιλαρέτου. Ὁ μακαρίτης εἶχεν ὑπ’ ὄψει τὸν βίον τοῦ Συμεῶνος· καὶ ἐπειδὴ τὸ μέρος ὅπερ ἐμελέτα, τῆς Μάρθας ἐμιμνήσκετο, συντὰσσων καὶ τύποις ἐκτυπῶν τα περὶ τοῦ Συμεῶνος, ἀντί τοῦ γράψαι в житие блаж. Симеона ἔγραψε Марθы· τοῦτο δ’ ὅμως τὸ μνημονικὸν ἀμάρτημα κολάζει τῆς ὑποσημειώσεως ἡ παραπομπὴ πρὸς σελίδα τινὰ τῶν Acta Sanctorum, ἤτις ἐστὶν ἀκριβεστὰτη· λέγει γὰρ ἐχεῖ Νικηφόρος μάγιστρος Ἀντιοχείας ὁ Οὐρανὸς (ἐν τῷ παρ’ αὐτοῦ συγγραφέντι βίῳ Συμεῶνος τοῦ Θαυμαστοορείτου), ὅτι οὔτος ὁ Συμεῶν ἐποίησεν ἀληθῶς ὕμνον ὅθεν εὔδηλον, ὄτι πᾶσα τοῦ λοιποῦ δυσπιστία πρὸς τὸ ὅτι Συμεὼν ὁ Θαυμαστοορείτης ἦν ὑμνῳδὸς ἐμμαρτύρως ἐκλείπει τέλεον. Ἰδοὺ δὲ πῶς ἐκδηλοῖ τοῦτο Νικηφόρος ὁ Οὐρανός: ՙ՛Ορασιν εἶδεν ὁ ὄσιος τοῦ θεοῦ Συμεὼν περὶ σεισμοῦ τινος ἐπικειμένου μεγάλου, καὶ πάντας τοὺς ἐν τῇ μάνδρᾳ συναθροίσας «ὃσοι τε τῶν αὐτοῦ μαθητῶν ἦσαν καὶ ὃσοι πολλαχόθεν τηνικαῦτα παραβαλόντες ἐτύγχανον, παραγγέλλει κοινῆ πᾶσι λιτὰς παρ’ ὃλας ἠμέρας ἑξήκοντα προσάγειν τῷ Θεῷ, ἔτι καὶ τοὺς ἐπὶ ταῖς λιταῖς ὕμνους αὐτὸς καὶ συνθεὶς καὶ διδάξας --- Ἐτελοῦντο μὲν οὖν αἱ λιταὶ τοῖς ἐκ τῆς ἰερᾶς ἐκείνης γλώττης ἰεροῖς κατεπαδόμεναι ὕμνοις· τοῖς δὲ ὄχλοις ἀνὰ τὴν χώραν περὶ τῆν Ἀντιόχειαν δεδιέναι τε πρὸς αὐτὰς καὶ τρέμειν ἐπῄει, χρηστὸν ἐκ τοῦ μέλλοντος οὐδὲν προσδοκώσι --- Τῆς δ’ ἐπιοῦσης, Παρασκευή δὲ ἦν, σαλεύει μέν ὁ Θεὸς τήν γῆν ὀψὲ τῆς ημέρας οὕτω σφοδρῶς, ὡς μὴ μόνον αὐτὴν πολλαχοῦ διασχεῖν, τὰ τε ὂρη βίᾳ διαθρυβῆναι, ἀλλα καὶ τὴν θάλασσαν φυγεῖν, τὸ τοῦ Θεοῦ πρόσωπον οὐ φέρουσαν ὀργιζόμενον, ὡς έντεῦθεν οὐ πόλεις μόνον καὶ κώμας καὶ συνοικίας κατὰ την ὀφθεῖσαν τῷ Συμεὼν ὄψιν ἀθλίως καταπεσεῖν, ἀλλὰ καὶ τὰ πλοῖα γυμνῇ προσαρράξαντα τῇ γῇ συντριβῆναι--- Ἐνάτη διῆλθεν ἐξ ἐκείνου ἠμέρα καὶ θεία πάλιν τὸν Συμεῶν κατὰ βορρᾶν ἀρπάσασα ὄψις τὸ τε πνεῦμα βλέψαν εἰς Κωνσταντινοῦπολιν ὑπεδείκνυ--- Μετὰ γοῦν ἕκτην ἐξῆς ἡμέραν σεισμὸς τῇ Κωνσταντίνου νυκτὸς ἐνσκήψας, καταστρέφει μὲν αὐτῆς μέρη τινά, καταστρέφει δὲ Νικομήδειαν καὶ τὸ καλοῦμενον ῾Ρήγιον, οὐ μὴν ἀλλὰ καὶ Νίκαιαν ἐν τῷ μέρει καὶ τινας οὐκ ὀλίγας ἐτέρας πόλεις”. Τοῦ σεισμοῦ δ᾿ ἕτι προσμέλλοντος καὶ τῆς γῆς ἀεὶ σαλευομένης, ὁ Συμεὼν παρακλήσει τῆς μητρὸς δὲεται τοῦ Θεοῦ τῆς οργῆς αὐτοῦ παύσασθαι, καὶ «τοὺς μαθητὰς συγκαλέσας καινὴν ᾠδήν ἐπὶ λέξεως ᾂδειν ἐδίδασκεν ἐμμελῶς”. ῏Ην δὲ ἡ καινὴ ᾠδὴ τοιαύτη, κατὰ τὸν Οὐρανόν‧ «Ὡς ἐπὶ Μωσέως δυσωποῦμενος ἱλάσθης ὁ Θεὸς τοῦ μὴ συντρῖψαι τὸν Ἰσραήλ, καὶ νῦν, Κύριε, παῦσον παρακαλοῦμενος τὴν ὀργὴν ἀπὸ τοῦ λαοῦ σου, συγχώρησιν ποιοῦμενος τῶν ποικίλων ἡμῶν ἀμαρτιῶν ὡς μόνος ἀναμάρτητος, Χριστὲ ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος· δόξα σου». Τῶν μαθητῶν δὲ τὸν ὕμνον ἀσάντων, ”οἰ στύλοι τῆς γῆς εὐθὺς ἐστερέωντο καὶ ὁ σεισμὸς ἀκριβῶς πέπαυτο”10.

Τὴν ἐν τῷ διηγήματι τοῦτῳ ᾠδήν, αὐτὸ τοῦτο τροπάριον οὖσαν, οὐκ ἔχει τὸ μηναῖον τοῦ ’Οκτωβρίου κατὰ τὴν εορτὴν τῆς 26-ης ἡμέρας‧ ἀλλ’ ἐπειδὴ ἐν τοῦτῳ στιχηρὰ του Συμεῶνος ὑπάρχουσιν ὀπωσδήποτε περὶ σεισμοῦ τινος, οὐδὲν ἡμᾶς κωλύει νομίζειν, ὅτι τοῦ μηναίου τὸ ῤηθὲν ἐξέπεσε τροπάριον. Τὸ διήγημα ὅμως, ὡς ἐν συνόψει προεξετέθη, σεισμὸν ὑπ᾿ ὄψει μέγαν ἔχει, γενόμενον ἐν Κωνσταντινουπόλει καὶ τοῖς πλησίον τὸποις έπιζημιώτατον, ἀλλ’ ὅστις οὐδὲν ἔχει κοινὸν πρὸς τὸν ἐν τῷ Μηναίω μνημονευόμενον, μεμαρτυρημένου ὄντος οὐ μόνον ἐκ τοῦ συναξαριοῦ, ἀλλὰ καὶ ἐκ τῶν χρονογράφων, ὅτι τῇ 26-ῃ τοῦ μηνὸς ’Οκτωβρίου ἔτους 740-ου, βασιλεύοντος τοῦ Ἰσαύρου Λέοντος, ἐγένετο μέγας ἐν Κωνσταντινουπόλει σεισμός.

Κατὰ τὴν ἐν τῷ μηναίῳ ἐπιγραφὴν τρία τροπάρια τῷ Συμεῶνι προσήκουσιν, ὡν τὸ πρῶτον ἀμφιβάλλεται‧ καὶ ἔστιν ἀληθῶς νόθον‧ οὔτω δε καὶ τὸ δεύτερον, ὥσπερ ἀποδείκνυσιν ὁ γνήσιος ἀλλὰ τύποις ἀνἐκδοτος ἔτι βίος τοῦ Συμεῶνος· πάσαν γὰρ ἀμφιβολίαν περὶ τῶν τροπαρίων αὐτοῦ αἴρει ὁ τοῦτου βίος, ὅν ἔγραψεν Ἀρκάδιος ὁ μαθητὴς αυτοῦ’ εὔρον δὲ τὸν βίον τοῦτον ἐν Ἱεροσολύμοις11 Ἐν τοῦτῷ μὲν οὖν τῷ βίῳ ῥητῶς ἀναφέρεται τὸ ἐν τῷ μηναίῳ τρίτον καὶ τελευταῖον στιχηρὸν ἰδιόμελον τροπάριον‧ γνωρίζονται δὲ νῦν τὸ πρῶτον ἐξ αὐτοῦ καὶ δύο ἔτερα τρςπάρια, ἃπερ ἀποδεικνύασι τὰ νῦν ἰσάριθμα τοῦ μηναίου τρανῶς εἶναι ψευδεπίγραφα‧ ἀλλ᾿ ἴνα τοῦ Συμεῶνος ἡ ὑμνογραφικὴ σημασία δηλοτέρα γένηται, παρατίθεμαι νῦν ἐνταῦθα τέσσαρα κεφάλαια τῆς ἔτι τύποις ἀνεκδότου συγγραφῆς Ἀρκαδίου, ἃπερ ὁ Οὐρανὸς μεταφράσας εἰς ὕφος ρητορικὸν ἀσαφῆ κατέστησεν, ἀπορρίψας τὰ δεδηλωμένως ὑπὸ τοῦ Ἀρκαδίου προπαραδοθέντα δύο τροπάρια‧ ἔχουσι δὲ τὰ κεφάλαια ταῦτα ὤδε12.

«ρδ´. Κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπέβλεψεν ὁ Κύριος καὶ εἶδε πᾶσαν τὴν γῆν κατεφθαρμένην, ὅτι χατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν τοῦ Θεοῦ, καὶ οὐκ ἀπἐκρυψεν οὐδὲν ἀπὸ τοῦ δοῦλου αὐτοῦ‧ εἶδε γὰρ ἐαυτὸν ἐν τῇ δυνάμει τοῦ πνεύματος ἐπὶ τὸ στῆθος αὐτοῦ ἔχοντα τὰ ἅγία εὐαγγέλια καὶ περιερχόμενον ἀπὸ Τύρου ἐπὶ τὰ Ἱεροσόλυμα καὶ τὰ κελλία τῶν τὴν ἔρημον οίκοῦντων ἐπὶ παραφυλακῇ τοῦ μεσημβρινοῦ κλίτους, καὶ διατρέχοντα ἐκεῖθεν κατὰ Λαοδίκειαν καὶ ἐπὶ ᾈντιόχειαν κατὰ τὸ βόρειον κλῖτος περισπουδάστως, ἀπαντῆσαι δὲ αὐτῷ θίασον ἀγγέλων καὶ εἰπεῖν πρὸς αὐτὸν‧ „τί ὅτι μέλλει σοι οὔτως; Τίς ἐρεῖ ταῦτα τοῖς ᾈντιοχεῦσιν; αὐτοὶ λέγουσιν ἐναντία περὶ σοῦ, καὶ σὺ ἀγωνίζη ὑπὲρ αὐτῶν”; Ταῦτα ἰδῶν ἒφη πρὸς ἡμᾶς ὁ τοῦ Θεοῦ δοῦλος‧ „ ὀργὴ μεγάλη ἐπίκειται τῷ κόσμῳ καὶ οὐκ οἶδα τί φράσαι πρὸς τὴν νῦν θεωρίαν‧ ᾀλλὰ προσεύχεσθε, ἀδελφοί”. Πάντων δὲ ἡμῶν φοβηθέντων καὶ αὐτοῦ λαλοῦντος πρὸς ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, ἠλλοιώθη τὸ πρόσωπον αὐτοῦ‧ καὶ σιγήσας οὐκ ἐδίδου ἠμῖν ἀπόκρισιν, περίλυπος ὤν, ὥστε καὶ ἡμάς ἐν ἀγῶνι πολλῷ καὶ θλίψει γενέσθαι. Μιᾶς δὲ ὥρας διελθοῦσης ἐπερωτῆςαμεν αὐτὸν περὶ τῆς θεωρίας‧ ἔφη δὲ πρὸς ἡμᾶς‧ «προσεύξασθε, ἀδελφοί, ἐκτενῶς τῷ Κυρίῳ, ἵνα μὴ εἰσέλθωμεν εἰς πειρασμόν‧ εἰ μὴ γὰρ ὁ οἰκτίρμων Θεὸς ἵλεως γένηται καὶ μετανοήση ἐπὶ ταῖς κακίαις τῶν ἀνθρώπων, οὐ καταλειφθήσεται λίθος ἐπὶ λίθον‧ εἶδον γὰρ ἀφράστως τὴν δύναμιν τοῦ Θεοῦ ἐν παντὶ τὸπῳ τοῦ ἀέρος καὶ τῆς γῆς, ὡς μὴ εἶναι τὸπον ἀπολιμπανόμενον τῆς φοβερᾶς τοῦ Θεοῦ δυνάμεως, καὶ συνέστρεφε πᾶσαν σχεδὸν τὴν κτίσιν, ἕως ἡρπάγη ἀπ᾽ ἐμοῦ τὸ τῆς θεωρίας ἀποτέλεσμα, διὰ τὸ μὴ ὐπενεγκεῖν με τὰ δεδειγμένα ᾅπαντα”. Ταῦτα εἰπὼν πάλιν προσέθετο τοῦ θεωρῆσαι τῇ δυνάμει τοῦ πνεύματος, καὶ εἶδε τοὺς οὐρανοὺς ἀνεῳγότας καὶ ὑπεράνω τῶν οὐρανῶν ἄλλον ἀέρα ἄρρητον καὶ χαθαρώτατον λίαν, καὶ αἰ δυνάμεις τῶν οὐρανῶν ἐν τῷ ἀέρι ἐκείνῳ παρηστηκεισαν ἐν δυσὶ κλίταισι ταγμάτων, ὥσπερ ἐν συνθέσει, εἴς πρὸς τὸν ἕνα προσκείμενοι καὶ τὰς κεφαλὰς ἐπικλίνοντες· καὶ εἶδε, καὶ ἰδοὺ ὑπεράνω αὐτοῦ θρόνος ἐπαιρόμενος ἐν τῷ ἀέρι, οὐκ ἐπὶ τινος ἐστηριγμένος, φοβερὸς λίαν, καὶ ὁ κύριος Ἰησοὺς Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ἐκαθέζετο ἐπάνω αὐτοῦ, καὶ ἡ οργὴ τοῦ θυμοῦ αὐτοῦ ἔμελλεν ἔρχεσθαι, καὶ οὐδεὶς ἦν τοῦ λιτανεῦσαι κατενώπιον αὐτοῦ’ καὶ ἐν τῇ δυνάμει τοῦ πνεύματος ἔστη ὁ τοῦ Θεοῦ θεράπων πρὸ προσώπου τοῦ ἀγίου θρόνου ἐπὶ τοῦ ἀέρος, τῶν ἑκατέρων δυνάμεων φριττουσῶν, καὶ εἶπεν πρὸς τὸν Κύριον‧ «Ἄκουσόν μου, Κύριε ὁ Θεός μου, τοῦ δοῦλου σου καὶ σπλαγχνίσθητι, καὶ μὴ ποίησης κατὰ τὸ ῥῆμα τῆς ὀργῆς σου, ἀλλὰ τῇ σῇ φιλανθρωπία διαλλάγηθι. Ἐν τῇ πρώτῃ Παρασκευῇ, ὅτε ἐκέλευσας στραφῆναι Ἀντιόχειαν, οὐκ ἦσαν ἐν αὐτῇ τριάκοντα δίκαιοι καὶ ἀπώλεσας αὐτοὺς μετὰ τῶν ἀσεβῶν; ἀλλὰ νῦν μή ποίησης κατὰ τὸ ῥῆμα τοῦτο: ὁ κρίνων πᾶσαν τὴν γῆν, μὴ ἀπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς”. Ταῦτα ἐπρέσβευε περὶ τῶν κατοικοῦντων Ἀντιόχειαν καὶ τὰς πέριξ αὐτῆς πόλεις καὶ χώρας· καὶ εἶδεν, καὶ ἰδοὺ ὁ Κύριος ἠγαθύνετο ἐπὶ τοῖς λόγοις αὐτοῦ, καὶ ἐν τῇ ἐπιφανείᾳ τοῦ προσώπου αὐτοῦ ἐδηλοῦτο ἠδὲως αὐτοῦ ἀκοῦων καὶ φάσις οὐκ ἐξήρχετο‧ γενόμενος δὲ ἐν ἐαυτῷ εἶπεν ” Ἐκτενῶς προσεύξασθε, ἀδελφοί‧ εὖρον γὰρ χάριν παρὰ τῷ Θεῷ τοῦ διασωθῆναι τὰς πέριξ ταύτας πόλεις καὶ χώρας”. Καὶ ταῦτα εἰπὼν θεωρεῖ πάλιν ἐν τῇ δυνάμει τοῦῦ πνεύματος, ὅτι ἔστη ἐπὶ τοῦ αἰγιαλοῦ Σελευκείας, καὶ εἶδεν ἐπάνω τῆς θαλάσσης πρὸ προσώπου αὐτοῦ ἐν τῷ ἀέρι πλοῖον ἑστηκὸς ἀερινόν, καὶ ἐν τῷ πλοίῳ ἄγγελοι ἐστῶτες ἕτοιμοι, περιμένοντες τὴν ἐξουσίαν τοῦ πνεύματος, καὶ ἔστη τὸ πνεῦμα ἐπὶ τοῦ τὸπου προσέχον τὸ πλοῖον κατὰ θάλασσαν‧ καὶ ἔσεισε τὰς δύο χεῖρας ἐν τῷ ἀέρι τρὶς καὶ ἔκλαυσε κλαυθμὸν μέγαν καὶ εἶπε‧ ” Κόπτε καὶ ἀπὸ ῥιζοῦ ἀπορρίζωνε” Ὡς δὲ ἤκουσαν τοῦτο οἱ ἐν τῷ πλοίῳ ἐστηκότες, ἔδωκαν τὸ ἦχος αὐτῶν μέγα σφόδρα, ὥστε κινῆσαι πᾶσαν τὴν ἄβυσσον καὶ ἐξορμίσαι τὸ πλοῖον ἐν τῷ ἀέρι κατὰ τῆς παράλου, καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ κατέπεσον πόλεις αὐτῆς καὶ χῶραι. Γενόμενος δὲ ἐν ἐαυτῷ εἶπεν ” Ἔτι ἐκτενῶς προσεύξασθε, ἀδελφοί, διότι πολὺς θυμὸς ἐπίκειται τῷ κόσμφῳ· τήν δὲ χώραν ταύτην διαφυλάξει Κύριος διὰ τὸ ἐμὲ ἐξαιτῆςασθαι χάριν περὶ αὐτῆς‧ ἀλλὰ λιτανεύσωμεν· ἴσως γὰρ σπλαγχνισθήσεται ὁ Θεὸς ἐπὶ πάντων”.

«ρε´. Καὶ διὰ τοῦ ἐν αὐτῷ ἁγίου πνεύματος ἐποιήσατο εὐθέως τροπάριν, καὶ ἐλάλησεν αὐτὸ – πάντα γὰρ ἐχαρίσθη αὐτῷ ποιεῖν εὐθὺς ἐτοίμως ἐκ τοῦ ἄγαν πλοῦτου τῆς δωρεᾶς τοῦ Θεοῦ, – καὶ συναθροίσας ἡμᾶς ἐδίδαξε‧ καὶ ἐποίησεν ἡμᾶς καὶ τοὺς λαοῦς, τοὺς ἐκ διαφόρων ἐπαρχιῶν συνελθόντας, μηδὲν πρός τινα λέγοντας λιτανεῦσαι, ψάλλοντας οὕτως‧ «Νινευῖται τοῖς παραπτώμασι | τὴν διὰ σεισμοῦ κατάχωσιν ἤκουον‧ | ἐν δὲ τῷ μεσιτεύοντι σημείῳ τοῦ κήτους | τὴν διὰ τοῦ Ἰωνᾶ ἀνάστασιν | ἡ μετάνοια παρακαλεῖ‧ | ὡς ἐν ἐκείνῳ τῷ καιρῷ, Χριστὲ ὁ Θεός, | βοὴν λαοῦ σου μετὰ νηπίων καὶ κτηνῶν οἰχτείρας ἀπεδὲξω, | φεῖσαι καὶ ἐλέησον, | ὅτι σὺ εἶ ὁ Θεὸς | Θεὸς τῶν μετανοοῦντων, | καὶ ἐν ἡμῖν δεῖξον τὴν ἀγαθότητά σου‧ | τρισάγιε, δόξα σοι”. Ἐποίησεν δὲ ψάλλειν ἡμᾶς οὕτως καὶ λιτανευειν ἐπὶ ἑξήκοντα ἡμέρας· ἔχλαιον δὲ οἱ άκοῦοντες ὄχλοι καὶ ἔλεγον‧ «Τί ἆρα ἔσται τοῦτο”; Πρὸ οὖν μιᾶς ἡμέρας τῆς Παρασκευῆς, ἐν ᾗ ἔμελλε γίνεσθαι ὁ μέγας σεισμὸς ἐκεῖνος, προσῆλθεν αὐτῷ ἡ κυρία Μάρθα, ἡ μήτηρ αὐτοῦ, δεομένη γνωσθῆναι αὐτἀ τὰ ἀποκαλυφθέντα αὐτῷ μυστήρια‧ ὅ δὲ ἐκβιασθεὶς ὑπ᾽ αὐτῆς εἶπεν αὐτῆ‧ «Μέλλει, μῆτερ, γίνεσθαι σεισμός, οἶς οὐ γέγονε πώποτε, εἰ μὴ ἐν τῇ σταυρώσει‧ τοῦ Κυρίου, καὶ πτώματα μεγάλα”. Ἣ δὲ φοβηθεῖσα ᾔτησεν αὐτὸν παραυτίκα μεταλαβεῖν ἐκ τῶν χειρῶν αὐτοῦ τοῦ σωτηρίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ Θεοῦ, πρὸς φυλακτήριον. Τῇ δὲ ἐξῆς περὶ ὥραν δεκάτην τῆς ἡμέρας ἐσείσθη πᾶσα ἡ γῆ σεισμῷ μεγάλῷ, οἶον ουδὲ αἱ παρελθοῦσαι πολλαὶ γενεαὶ ἀπεμνημόνευον γενέσθαι, καὶ ἔπεσαν πόλεις καἔ χῶραι τῆς παράλου, κατὰ τὴν ὀφθεῖσαν αὐτῷ θεωρίαν, καὶ τὰ ὄρη ἐθρύβη βία σχισθέντα‧ ἡ δὲ γῆ χάσματα ἔσχε κατὰ τὸπους, καὶ ἡ θάλασσα ἔφυγεν ἐκ τοῦ τὸπου αὐτῆς ἐπὶ πολλὰς τὰς ὥρας‧ τὰ δὲ πλοῖα ἐπὶ τοῦ ξηροῦ καταρραγέντα συνετρίβησαν. Ἀπὸ μέντοι Δαοδικείας κατὰ Ἀντιόχειαν ἐπὶ τὸ βόρειον κλῖτος ἔστησαν πάντα, μόνον πύργων τινῶν τοῦ τείχους καὶ τοίχων τῶν ἐκκλησιῶν διαρραγέντων‧ πτῶσις δὲ οὐ γέγονεν, κατὰ τὸν λόγον τοῦ ἁγίου‧ καὶ τὰ ἀπὸ Τύρου δὲ ἐπὶ τὰ Ἱεροσόλυμα καὶ τὸ μεσημβρινόν κλῖτος διεφυλάχθη ὡσαύτως, κατὰ τὸ εἶδος τῆς θεωρίας αὐτοῦ. Ἰδόντες οὖν τὰ γενόμενα οἱ προακοῦσαντες τῇ ἡμέρᾳ ἐκείνῃ, σὺν τῇ κυρίᾳ τῇ μεγάλῃ ἔδραμον ἐν φόβῳ κλαίοντες καὶ προσκυνοῦντες αὐτῷ καὶ ἀπαγγέλλοντες πᾶσι τὰ μεγαλεῖα τοῦ Θεοῦ, τὰ δι’ αὐτοῦ προαγγελθέντα.

«ρς´. Ἐποίησε δὲ καὶ ἄλλο τροπάριν πρὸς τὰ γεγονότα καὶ έμέλισεν αὐτό, διδάξας τε αὐτὸ ἐπέτρεψε λιτανεύοντας ἡμᾶς ψάλλειν οὕτως‧ “Θαυμάσια τὰ ἔργα σου‧ | ἡ ψυχὴ ἡμῶν γινώσκει σφόδρα, | ἐξουσιαστὰ Χριστέ ὁ Θεός‧ | τρόμος λήψεται τὰ ὄρη ἀπὸ σοῦ‧ | ἐσείσθη πᾶσα ἡ γῆ‧ | διεθρύβη τὰ ὄρη βία‧ | ἡ θάλασσα εἶδε καὶ ἔφυγε(ν)‧ | ἐκ νότου σκάφη τῇ ξηρᾶ ἀπέθετο‧ | ἐν ὀργῇ ἐλέους μνησθεὶς | τοὺς ὑπολειφθέντας σῶσον‧ | ἀναμάρτητε Κύριε, δόξα σοι”. Μετὰ δὲ ἐνάτην ἡμέραν τοῦ σεισμοῦ ἐκείνου πάλιν εὐχόμενος ὁ τοῦ Θεοῦ δοῦλος εἶδεν ἐαυτὸν ἀρπαγέντα κατὰ βορρᾶν Κωνσταντινουπόλεως, καὶ τὸ πνεῦμα ἐπέβλεψεν ἐπ’ αὐτὴν καὶ ἔσεισε τρὶς τὰς χεῖρας καὶ ἔκλαυσεν ἐπ᾽ αὐτὴν καὶ εἶπεν‧ „Οὐαὶ καὶ ταῖς ἄλλαις πόλεσιν, ὅτι καὶ ἐν Κωνσταντινουπόλει ἐπισκοπὴ γενήσεται μερικῶς“. Ταῦτα προεωρακὼς ἔστενε καὶ ἐλυπεῖτο‧ συνιέντες δὲ ἡμεῖς, ὅτι ὀπτασίαν τινὰ ἐώρακεν, ἐβιασάμεθα αὐτὸν τοῦ ἀπαγγεῖλαι ἡμῖν‧ εὐξάμενος δὲ εἶπεν «Μέλλει ἐπισκοπὴν ποιήσασθαι ὁ Θεὸς καὶ εἰς μέρος τῆς βασιλευούσης πόλεως, καὶ αἱ παρακείμεναι δὲ αὐτῇ πόλεις καὶ χῶραι μερικῶς καταπεσοῦνται”. Παρῆν δὲ τις τῶν φιλοχρίστων τῆς πόλεως Ἀντιόχειας κληρικός, ᾧ ὄνομα ’Ιωάννης, ὅν ἰάσατο ἀλγοῦντα τὸν μηρὸν αὐτοῦ, καὶ μὴ δυνάμενος κινῆσαι. Οὖτος οὖν παρακροώμενος ἤκουεν, ὅτε ταῦτα ἔλεγεν ἡμῖν ὁ τοῦ Θεοῦ θεράπων, καὶ μεθ’ ἡμέρας ἕξ ἐγένετο σεισμὸς μέγας ἐν Κωνσταντινουπόλει, καὶ κατὰ ῥεγεῶνας κατεστράφησαν ἐν μέρει οἶκοι πολλοὶ καὶ ἀπώλετο λαὸς πολὺς ἐν αὐτῇ‧ κατεστράφη δὲ καὶ ἡ Νικομήδεια καὶ τὸ Ῥήγιον, ἡ Νίκαια δὲ ἀπὸ μέρους, καὶ αἱ λόιπαὶ πόλεις αὶ πλησίον τοῦ Ἰλλυρικοῦ! Ἐγνώσθη δὲ ταῦτα ἐν Ἀντιοχείᾳ τῇ πόλει καὶ ἐγένετο πένθος ἐν αὐτῇ, καὶ ἐλιτάνευον νυκτὸς καὶ ἡμέρας· ἀκουσας δὲ ὁ φιλόχριστος ἐκεῖνος τὰ συμβεβηκότα δρομαῖος ἦλθε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, θαυμάζων ἐπὶ τῇ ἐκβάσει τῆς προρρήσεως αὐτοῦ‧ ὅς ἤκουσε παρακροώμενος ἐξηγουμένου αὐτοῦ τοῖς ἀδελφοῖς, καὶ ἐδίδου δόξαν καὶ ἐξομολόγησιν τῷ υἱῷ τοῦ Θεοῦ, τῷ μηδὲν ἀποκρυπτοντι τοῖς ἁγίοις αὐτοῦ, οἶς ἐθαυμάστωσεν ἐπὶ γῆς.

«ρζ'. Τότε οὖν ἐπιμεινάσης τῆς γῆς σειομένης, μηκέτι στέρξασα τὸν φόβον ἡ κυρία Μάρθα, ἡ μήτηρ αὐτοῦ, προσῆλθεν αὐτῷ λέγουσα‧ „παρακαλῶ σοι, τἐκνον, σχολάσαι σήμερον εἰς εὐχὴν καὶ μηδὲνα τῶν συνελθόντων ὄχλων δὲξασθαι, ὅπως δυσωπηθῆ ὁ Θεὸς καὶ παύση τοὺς σεισμοὺς τοῦτους ἀπὸ τῆς γῆς’’. Εἰσήκουσε δὲ τῆς φωνῆς αὐτῆς καὶ ἠσφαλήσατο τὰς θύρας, καὶ ήλθε τὸ πνεῦμα τοῦ Θεοῦ χαῖρον ἐπ’ αῦτὸν‧ καὶ ψάλλων ὁ ἅγιος τροπάριν ἐμμελῶς ἔλεγεν οὕτως· «Ὡς ἐπὶ Μωσέως πρεσβευόμενος ἱλάσθης ὁ Θεὸς τοῦ μὴ συντρῖψαι τὸν ’Ισραήλ, καὶ νῦν, Κύριε, παῦσον λιτανευόμενος τὴν ὀργὴν ἀπὸ τοῦ λαοῦ σου, συγχώρησιν ποιούμενος τῶν ποικίλων ἡμῶν ἁμαρτιῶν, ὡς μόνος ἀναμάρτητος. Χριστὲ ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος, δόξα σοι“. Μετὰ οὖν τὸ πληρώσαι ταῦτα, τὸ παράκλητον πνεῦμα ἔφη πρὸς αὐτόν‧ „Οὕτω δίδαξον λιτανεῦσαι καὶ παύσονται οἱ σεισμοὶ ἀπὸ τῆς γῆς”. Παραυτίκα δὲ καλέσας Συμεὼν τοὺς ἀδελφοὺς ἐποίησεν, ὡς προσετὰχθη, καὶ οὐ προσέθετο ἡ γῆ ἔτι σαλευθῆναι ἀπὸ τῆς ὥρας ἐκείνης. Μηδεὶς οὖν ἀπιστείτω, μηδὲ ἀμφιβαλλέτω ταῦτα αὐτὸν ἐκδιδάξαι τὸ κύριον καὶ πανάγιον πνεῦμα, ἀλλὰ πιστῶς δεχόμενος καὶ βεβαίως κατέχων σὺν ἡμῖν δοξαζέτω τὸν Θεὸν ἐπὶ πᾶσι τοῖς γινομένοις διὰ τοῦ ἁγίου αὐτοῦ θεράποντος Συμεών».

Οὕτως ἔχουσι τὰ κεφάλαια τῆς Ἀρκαδίου συγγραφῆς περὶ τοῦ ἁγίου Συμεῶνος, ἐξ ὧν οὗτος παραδίδοται συντὰκτης εἶναι καὶ μελιστὴς τριῶν ᾀσματικῶν τροπαρίων, οὐχὶ δ’ ἑνός, ὡς ἔγραψεν ὁ Οὐρανός‧ τοῦτων δὲ τῶν τροπαρίων ἓν μόνον ἔσωσε τὸ μηναῖον τοῦ ’Οκτωβρίου‧ διὸ πιθανὸν ἤδη φαίνεταί μοι, ὅτι μετὰ τὴν ἐν τῷ μηναίῳ ἐπιγραφήν, περὶ ἧς εἶπον ἐν τῇ ἀρχῇ τοῦ λόγου, ὑπῆρχον μὲν καὶ τὰ τρία τροπάρια, καὶ μετὰ ταῦτα δύο ἕτερα μεταγενέστερα, διὰ δὲ σύγχυσιν αὐτῶν κατὸπι τὰ μέν δύο πρῶτα τοῦ Συμεῶνος ἐξεβλήθησαν, αὐτὰ δὲ τὰ μεταγενέστερα τὸν τόπον αὐτῶν κατέλαβον. Σώζεται μὲν οὖν ἐν τῷ μηναίῳ νῦν ἕν καὶ μόνον τροπάριον τοῦ Συμεῶνος, ὅπερ ἐν μὲν τῷ βίῳ πρῶτον ἀριθμεῖται (κεφ. ρε'), ἐν δὲ τῷ μηναίῳ τρίτον‧ τοῦτο δὲ πάλιν ἐνταῦθα διεφθάρη, καθὰ καὶ ἕτερα παλαιὰ τροπάρια, παρὰ τῶν μετέπειτα τῶν μηναίων ἐπιθεωρητῶν, ὡς δείκνυσιν ἡ συμπαραβολὴ τῶν κειμένων ἀμφοτέρων:

Βίος τοῦ ἁγίου Συμεών

Μηναῖον, 26 Ὀκτομβρίου.

Νινευῖται τοῖς παραπτώμασι | τὴν διὰ σεισμοῦ κατάχωσιν ἤκουον‧ | ἐν δὲ τῷ μεσιτεύοντι σημείῳ τοῦ κήτους | τὴν διὰ τοῦ ’Ιωνᾶ ἀνάστασιν | ἡ μετάνοια παρακαλεῖ‧ | ὡς ἐν ἐκείνῳ τῷ καιρῷ, Χριστὲ ὁ Θεός, | βοὴν λαοῦ σου μετὰ νηπίων καὶ κτηνῶν | οίκτείρας ἀπεδέξω, | φεῖσαι καὶ ἐλέησον, | ὅτι σὺ εἶ ὁ Θεὸς | Θεὸς τῶν μετανοούντων, | καὶ ἐν ἡμῖν δεῖξον τὴν ἀγαθότητά σου‧ | τρισάγιε, δόξα σοι.

Νινευῖται τοῖς παραπτώμασι | τὴν διὰ τῆς τοῦ σεισμοῦ ἀπειλῆς κατάχωσιν ἤκουον‧ | ἐν δὲ τῷ μεσιτεύοντι σημείῳ τοῦ κήτους | τὴν διὰ τοῦ Ἰωνᾶ ἀνάστασιν | ἡ μετάνοια παρακαλεῖ‧ | ἀλλ’ ὡς ἐκείνους | βοῇ λαοῦ σου μετὰ νηπίων καὶ κτηνῶν | οἰκτείρας προσεδέξω| καὶ ἡμᾶς παιδευομένους | διὰ τῆς τριημέρου ἀναστάσεως | φεῖσαι καὶ ἐλέησον.

Οὐδὲν ἧττον ἡ συμπαραβολὴ τοῦ τροπαρίου τούτου μαρτυρεῖ, νομίζω, τοῦτο‧ ὅτι κανονισθείσης τῆς μνήμης τοῦ σεισμοῦ τῆς 26-ης ’Οκτωβρίου, τοῦ γενομένου ἔτει 740-ῷ, καθ’ ὅν, ὡς λέγει τὸ συναξάριον, ἐπηνέχθη „μετὰ φιλανθρωπίας φοβερὰ τοῦ σεισμοῦ ἀπειλή”, τὸ ῥηθὲν τροπάριον τοῦ Συμεῶνος ἐξ ἑτέρου τόπου τῶν μηναίων παραληφθὲν μετὰ τῶν ἑτέρων δύο τοῦ αὐτοῦ μετηλλάχθη καὶ πρὸς τὸν σκοπὸν ἡρμόσθη τῆς ἐορτῆς. Ἀλλ’ ἐν ποίῳ μηναίῳ τὰ τροπάρια τοῦ Συμεῶνος ἔκειντο πρότερον; τίνος δὲ χρόνου σεισμὸν εἶχον ὑπ’ ὄψει; Τὰ ἐρωτήματα ταῦτα μένουσι τὸ γε νῦν ἄλυτα κατ’ ἐμέ. Εἰκάζω δὲ μόνον, ὅτι τὰ τροπάρια τοῦ Συμεῶνος ἐν αὐτῷ τῷ μηναίῳ τοῦ ’Οκτωβρίου περιείχοντο κατ’ ἄλλην ἑορτὴν αὐτοῦ πρότερον, ἥτις, ὧσαύτως ἀνάμνησιν σεισμοῦ τίνος ἐτέλει. Ὁ Janinghius νομίζει, ὅτι τοῦ βίου τοῦ ἁγίου Συμεῶνος ἡ διήγησις ὑπαινίσσεται σεισμὸν μηνὶ αὐγούστῳ γενόμενον ἔτει 554-ῳ13, καθ'ὅν, ὡς ὁ Μαλάλας ἱστορεῖ, ἐν μὲν τῇ Κωνσταντίνοὺ πόλει πολλά οἰκήματα καὶ λουτρὰ καὶ ναοὶ καὶ μέρη τῶν τειχῶν αὐτῆς τῆς πόλεως ἔπαθον, ἔξω δὲ ταύτης πόλεις ἕτεραι πολλαί, ἐξ ὧν καὶ ἡ Νικομήδεια μέρος αὐτῆς ἀπώλεσε καταπεσόν. Οὐχ ἤττον ὅμως τὰ ἐν τῷ βίῳ τοῦ ἁγίου Συμεῶνος ἱστορούμενα περὶ τοῦ σεισμοῦ κατ’ ἀκρίβειαν ἐκ τῶν χρονογράφων ἀνερμήνευτα μένουσι‧ διὸ καὶ νομίζω μᾶλλον, ὅτι σεισμοῦ τὴν ἀνάμνησιν ποιοῦσι, περὶ οὗ σιγῶσι τὰ χρονικά. Τὰ τετυπωμένα μηναῖα τοῦ ’Οκτωβρίου μνημονεύουσιν, ὡς εἴρηται, μόνον τοῦ σεισμοῦ τοῦ ἐπὶ Λὲοντος Ἰσαύρου‧ ἀλλ’ ἔν τισι χειρογράφοις συναξαρίων περιφέρεται σεισμοῦ ἀνάμνησις ὁτέ μὲν τῇ πέμπτῃ, ὁτὲ δὲ τῇ ἐβδόμῃ ἡμέρᾳ τοῦ μηνὸς ’Οκτωβρίου, περὶ οὗ οὐδὲν ἀπολύτως ἀκριβὲς γινώσκεται 14. Τοῦτον δὲ πάλιν τὸν σεισμὸν ἕτερον συναξάριον, ὅπερ εἶδον ἐγὼ ἐν Ἱεροσολύμοις, ὁρίζει μὲν ὡσαύτως τῇ 7-ῃ τοῦ αὐτοῦ μηνός, προστίθησι δ’ ὅμως ταῦτα‧ ‘‘τελεῖται δὲ ἅμα τῇ αὐτῇ ἡμέρᾳ ἡ μνήμη τοῦ μεγάλου σεισμοῦ‧ ἡ δὲ ἀκολουθία γίνεται οὕτως. Μετὰ τὸν ὄρθρον τῆς ἐκκλησίας ἀπέρχεται ὁ πατριάρχης (Κ/πόλεως) εἰς τὴν Ἁγίαν Ἀναστασίαν μετὰ τῆς λιτῆς ἐν τοῖς Δομνίνου ἐμβόλοις καὶ γίνονται ἐκεῖσε ἀντίφωνα τρία” 15 μεθ’ ἃ συνεχίζεται τῆς λιτῆς ἡ περιγραφή, ἣν ἐγὼ παραλείπω νῦν ἐνταῦθα. Οὐδὲν δὲ περὶ τοῦ σεισμοῦ τούτου λέγεται καὶ ἐν τῷ συναξαρίῳ τούτῳ, δυνάμενον ὁρίσαι τὸν χρόνον αὐτοῦ.

Ἀ. Παπαδόπουλος-Κεραμεύς.

* * *

1

Μηναῖον τοῦ ’Οκτωβρίου, ἐκδόσ. 5-ης, Βενετία 1890, σ. 135.

2

Christ et Paranicas, Antologia graeca carminum christianorum

3

Krumbacher, Gesch. d. Byz. Litteratur, σ. 305–344.

4

Pitra, Hymnographie de l’église grecque, σ. CLVI.

5

Pitra, Analecta sacra I, σ. 622.

6

Архим. Сергия, Полный Месяцеслов Востока, II, σ. 59.

7

Leontis Allatii de Symronum scriptis diatriba, σ. 23.

8

Филарета, Исторический обзор песнопевцев и песнопения греческой церкви. Чернигов 1864, σ. 217.

9

Γεωργίου Ἰ. Παπαδοπούλου, Συμβολαὶ εἰς τὴν ἰστορίαν τῆς παρ’ ἠμῖν ἐκκλησιαστικῆς μουσικῆς. ’Εν Ἀθήναις 1890, σ. 142.

10

Βιος τοῦ ὁσίου Συμεων, κεφ. 104–109 ( Acta Sanctorum, τ.V τοῦ Μαιου, σ. 347–348).

11

Κῶδιξ 108-ος τῆς ἐκ τοῦ ἁγιου Σάβα συλλογῆς.

12

Παραλείπονται τά έν τω χώδιχι σφάλματα.

13

Acta Sanctorum, τ. V τοῦ Μαΐου, σ. 349.

14

Архим. Сергия, Полный Месяцеслов Востока, τ. II, σ. 266,268.

15

Κῶδιξ 40-ὸς τῆς ἐκ τοῦ Σταυροῦ συλλογῆς, φύλλ. 22b


Источник: Санкт-Петербург, типография В.Ф. Киршбаума, 1894 г. 10 с.

Вам может быть интересно:

1. Святейшего патриарха Фотия архиепископа Константинопольского XLV неизданных писем Афанасий Иванович Пападопуло-Керамевс

2. Сильвестр Медведев об исправлении богослужебных книг при патриархах Никоне и Иоакиме Сергей Алексеевич Белокуров

3. Слова и речи протоиерей Михаил Соколов

4. Нечто о современных отношениях римской Церкви к восточной православной епископ Иоанн (Соколов)

5. Баптизм или штунда в Киевской губернии протоиерей Петр Лебединцев

6. Краткое сказание о жизни блаженной памяти отца Феофана, Кирилло-Новоезерской Пустыни священно-архимандрита, с присовокуплением нравственно-духовных его поучений архимандрит Феофан (Соколов)

7. Амфилохий, епископ Угличский профессор Григорий Александрович Воскресенский

8. Слова относительно обязанностей христиан друг ко другу архиепископ Игнатий (Семенов)

9. О нормальном положении православия в Православном Русском Царстве епископ Андрей (Ухтомский)

10. Пророк веры архиепископ Варфоломей (Ремов)

Комментарии для сайта Cackle

Ищем ведущего программиста. Требуется отличное знание php, mysql, фреймворка Symfony, Git и сопутствующих технологий. Работа удаленная. Адрес для резюме: admin@azbyka.ru

Открыта запись на православный интернет-курс