Источник

Приложение III. Мнение Даниила, митрополита ефесского, по прозванию Спана (конца XV века), о браке между сыном крестника и внукою крестного отца

Ἀπόκρισις τοῦ πανιερωτάτου μητροπολίτου Ἐφέσου κυροῦ Δανιὴλ τοῦ Σπανοῦ.682

Ἐπειδὴ καὶ παρ’ ἡμῶν ζητεῖς διευκρινηθῆναι ὅπερ καταγράφεις συνοικέσιον, καὶ γνώμην θέσθαι ἡμᾶς, εἰ χρὴ τοῦτο συντελεσθῆναι, ἢ μή, ἤδη τῇ ὑμετέρᾳ εἴκοντες ἀξιώσει, τὸ εἰς δύναμιν ἧκον οὐκ ὀκνήσομεν παραδηλῶσαι τῇ ὑμετέρᾳ συνέσει, μηδὲν αὐτῆς ἀληθείας προτιμησάμενοι, ἕνεκα τῆς ὑμετέρας ἀγάπης τοῦτον ἀναδεχόμενοι τὸν ἀγῶνα· διὸ καὶ σὺν Θεῷ ὁδηγῷ γράφομεν ταῦτα·

Τὸ παρ’ ὑμῶν προτεθέν, τοῦτο εἴη· ἵνα ἡ ἔγγονος τοῦ Ξενικοπούλου λάβῃ εἰς νόμιμον ἄνδρα τὸν υἱὸν τοῦ Μανουήλ, ὃν ὁ Ξενικόπουλος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνεδέξατο. Καὶ τὰ μὲν νόμιμα κεφάλαια, ἅπερ καταστρώσας πέπομφας, καὶ μέρος περικοπῆς ἐκ τοῦ συντάγματος τοῦ ἀκριβοῦς ἐν πᾶσι καὶ ἀοιδίμου κυροῦ Ματθαίου, ταῦτα ἴσως ἤρκει εἰς λύσιν τοῦ προκειμένου, μόνον νοούμενα ὀρθῶς καὶ ὡς δέον ταῦτα νοεῖν. Ἐπεὶ δὲ ἡ τῶν πολλῶν ἀμαθία εἰς τὰ τοιαῦτα, ἔστι οὗ ἐξ ἀγνοίας καὶ τὰ ὀρθὰ διαστρέφει, κενῆς πολλάκις ἕνεκα δόξης τοῦτο δρῶσα, ἤδη ἡμεῖς τὸν νοῦν τοῦ προκειμένου σαφηνιοῦμεν, ὡς ὑπεσχόμεθα. Ἔστι δ’ ἀναγκαῖον εἰπεῖν, ἐκ τίνος αἰτίας κινηθέντες περὶ τῶν ἀναδεχομένων ἀπὸ τοῦ σωτηριώδους βαπτίσματος [οἱ ἁγίοι πατέρες] τὸν νόμον τοῦτον γεγράφασι;

Πρὸ τῶν ἡμερῶν τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, ἐτολμάτο καὶ τοῦτο καὶ πάνυ ἥπλωτο, εἰς τὸ λαμβάνειν τινὰς τὰς ἑαυτῶν συντέκνους δῆθεν εἰς νόμιμον γάμον, δηλαδὴ ἢ παρθένους οὔσας, ἢ διαζευγνυμένας, ἢ χηρευούσας. Ἡ δὲ ἁγία αὕτη σύνοδος καὶ τὸ ἄθεσμον τοῦτο κωλῦσαι βουλομένη, δηλονότι τὸ μὴ λαμβάνειν τινὰ τὴν ἑαυτοῦ σύντεκνον, ὥσπερ οὐδὲ τὴν ἰδίαν ποτέ τις λήψεται ἀδελφήν, τὸν κανόνα τοῦτον ἐξέδωκε, μόνον τὸν σύντεκνον εἴργοντα εἰς γυναῖκα λαβεῖν τὴν ἰδίαν σύντεκνον, καὶ οὐ περαιτέρω προβαίνοντα. Ὁ δὲ νόμος, ὥσπερ τὸν κανόνα τοῦτον ἐξαπλῶν καὶ οἷον ἀνακαλύπτων, προσέθηκεν, ὡς οὔτε τὴν ἰδίαν τις σύντεκνον λαβεῖν δύναται, οὔτε ἣν ἀπὸ τοῦ σεπτοῦ λουτροῦ ἀνεδέξατο, οὔτε τὴν ταύτης ἧς ἀνεδέξατο θυγατέρα, ἀλλ’ οὐδὲ ὁ υἱὸς αὐτοῦ, ἢ ἡ θυγάτηρ ἐκ τῶν τοιούτων προσώπων καὶ μόνον οὐ λήψεται εἰς γάμου συνάλλαγμα ἐπεὶ ἐν τῇ τοιαύτῃ συγγένειᾳ τοῦ ἱεροῦ βαπτίσματος, οἷον συγγένειας σχετικῆς γινομένης τοῦ τε ἀναδόχου μεθ’ οὗ ἀνεδέξατο παιδὸς καὶ τῶν αὐτοῦ γεννητόρων, οὐκ ἀριθμοῦνται ἐν τοῖς τοιούτοις γαμικοῖς συναλλάγμασι βαθμοὶ (ἐπεὶ ἡ γενομένη δῆθεν συγγένεια οὐκ ἐξ αἵματός ἐστιν, ἀλλ’ οὐδ’ ἐξ ἀγχιστείας, καὶ διὰ ταῦτα οὐ βαθμολογεῖται ἡ πνευματικὴ συγγένεια, ὡς ἡ σαρκικὴ), ἀλλὰ μόνα τὰ πρόσωπα οὐ δύνανται συζευχθῆναι πρὸς νόμιμον γάμον, ἅπερ ὁ κανὼν τῆς συνόδου καὶ ὁ νόμος διέξεισιν, εἰς δὲ τὰ ἄλλα πρόσωπα τὰ καθ’ ἑξῆς τοὺς γάμους προβαίνειν εὐλογώτατα οὐ κεκώλυται· ὅθεν δύναταί τις εἰς γυναῖκα λαβεῖν τὴν τοῦ συντέκνου ἀδελφὴν ἀπροκριματίστως· ὅρα οὖν, ὅτι εἰ βαθμολογῆσαι τοῦτο πειρασόμεθα, εὑρεθήσεται λαμβάνων τὴν αὐτοῦ ἀδελφήν, εἴπερ μετὰ τοῦ συντέκνου τὶς σχετικὸς γίνεται ἀδελφός, καὶ δεύτερος βαθμὸς εὑρεθήσεται τοῦτο. Ἁλλὰ διὰ τοῦτο λοιπὸν ἡ ταιαύτη τοῦ βαπτίσματος συγγένεια οὐκ ἐκτείνεται εἰς πλείονα πρόσωπα, ὡς ἡ ἐξ αἵματος, ἢ ἐξ ἀρχιστείας· ὅθεν τοῦτο καὶ μόνον ἐξ ἀρχῆς καὶ ἕως τοῦ νῦν κεκώλυται, ἅπερ ἔφημεν ἀνωτέρω πρόσωπα.Ἔτι δὲ ἀπηγόρευται καὶ τὸ ποιῆσαί ποτε σύντεκνον πρὸς ἴδιον αὐτοῦ σύντεκνον συνάλλαγμα γαμικόν, φημὶ δὴ πρὸς μόνους τοὺς ἑαυτῶν γνησίους παῖδας, ἄνευ ὧν ὁ νόμος καὶ ὁ κανὼν καὶ ἡμεῖς ἐμνήσθημεν ἐνταῦθα προσώπων. Ὅσα δὲ ἄλλα πρόσωπα συμπέσῃ ἀπὸ συντεκνίας πρὸς ἔνωσιν νομίμου γάμου, ἀκωλύτως γίνεται, ἔν τε τῇ καθολικῇ ἡμῶν ἐκκλησίᾳ, καὶ ἐν ἡμῖν ἐνταῦθα, καὶ πολλαχοῦ. Καὶ διὰ τοῦτο τοῦ Ξενικοπούλου ἡ ἐγγόνη ἀκωλύτως, εἰ οὐκ ἔλαβεν ἐς δεῦρο, ἀλλ’ οὖν γε λήψεται τὸν υἱὸν τοῦ Μανουὴλ εἰς ἄνδρα νόμιμον ἀπροκριματίστως· οὐ μόνον οὗτος, ἀλλὰ καὶ ἕτεροι ἐφ’ ὁμοίοις πράξουσι, μηδὲν διακρινόμενοι. Εἰ γὰρ καὶ ὁ Ξενικόπουλος γέγονε σύντεκνός τινος, ἀλλ' οὐκ ἔστιν ἀνάγκη εἶναι συντέκνους ἐκείνου καὶ τοὺς αὐτοῦ υἱούς, ἢ τοὺς ἐγγόνους, ἢ τοὺς ἀδελφούς, ἢ τοὺς ἀνεψιούς. Ἐπειδή, ὡς ἔφημεν, τὸ τοιοῦτον εἶδος τῆς συγγενείας οὐκ ἐκτείνεται ἐπὶ πολύ, οὐδὲ βαθμολογεῖται, ὡς τὰ κυρίως καὶ ἀληθῶς συγγενικά. Καὶ διὰ ταῦτα θαρρῶν τῇ ἀληθείᾳ καὶ τῇ ἡμετέρᾳ γνώμῃ, τοῖς τε νόμοις καὶ τῷ τῆς ἁγίας συνόδου κανόνι, ἀποφαίνομαι προβῆναι τὸ τοῦ Ξενικοπούλου πρὸς τὸν Μανουήλ, ἤτοι τὸν υἱὸν αὐτοῦ συνοικέσιον, ἀφεὶς τοὺς λήρους τινῶν ἀνοήτων καὶ ἀγραμμάτων διακενῆς ἠχεῖν. Ἤδη οὖν, ἄνθρωπε τοῦ Θεοῦ, λέλυταί σοι σὺν Θεῷ εὐλόγως, καὶ ὡς ἔγωγε οἶμαι, καὶ κανονικῶς τὸ ζητούμενον, εἰ καὶ μετρίως ἔτι ἐν ἀσθενεία σώματός εἰμι.

* * *

Примечания

682

Из рукописи оксфордской Бодлеевой библиотеки № 107, л. 290 (ср. Сохе, Catalogus codicum mss. bibliothecae Bodleanae. P. I, page 176. Oxonii. 1853). Биографические сведение об авторе см. в Православном Палестинском Вестнике, т. III, выпуск второй, где издано другое сочинение того же Даниила «Путешествие ко святым местам», с предисловием Г. Дестуниса. Существенно важные поправки и дополнение к сведениям, сообщаемым в этом предисловии, сделаны Пападопуло-Керамевсом в 17-м томе ученого греческого журнала Ἑλληνικὸς Φιλολογικὸς Σύλλογος. См. в статье г. Керамевса: Ἔκθεσις παλαιογραφικῶν καὶ φιλολογικῶν ἐρευνῶν ἐν Θράκῃ καὶ Μακεδονίᾳ, стр. 54–56.


Источник: 50-я глава Кормчей книги, как исторический и практический источник русского брачного права / [Соч.] А. Павлова, заслуж. орд. проф. Моск. ун-та. - Москва: Унив. тип. (М. Катков), 1887. - [4], IV, 452 с.

Ошибка? Выделение + кнопка!
Если заметили ошибку, выделите текст и нажмите кнопку 'Сообщить об ошибке' или Ctrl+Enter.
Комментарии для сайта Cackle