преподобный Роман Сладкопевец

Новый Завет. Начало земной жизни Господа Иисуса Христа.

XXXV. Рождество Пресвятой Богородицы

35.t.1.1

Η ΩΔΗ ΡΩΜΑΝΟY

35.pro.t.1

διόμελον

35.pro.1.1

[Ἰω]ακεὶμ καὶ ννα ὀνειδισμοῦ ἀτεκνίας,καὶ Ἀδὰμ καὶ Εα ἐκ τῆς φθορς τοῦ θανάτου λευθερώθησαν, ἄχραντε, ἐν τῇ ἁγίγεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου,

35.pro.1.5ἐνοχῆς τῶν πταισμάτων λυτρωθῆναι τῷ κράζειν σοι·

❘:“Ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.”: ❘

35.strop.t.1

προσευχή (App. Metr. xxviii)

35.strop.1.1

προσευχὴ ὁμοῦ καὶ στεναγμὸς τῆς στειρώσεως καὶ ἀτεκνώσεως ωακείμ τε καὶ ννης εὐπρόσδεκτος καὶ εἰς τα κυρίου ἐλήλυθεν καὶ ἐβλάστησε καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει,

35.strop.1.5ἡ δ᾿ ἐπὶ τῷ παραδόξὄνειδος φέρει·ἀλλὰ μετὰ χαρς

❘:ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.: ❘

35.strop.2.1

τοκετὲ τῆς ννης ἀγαθέ, πῶς ὑμνήσω σε πῶς δοξάσω σε,ὅτι ὑπάρχεις τεχθεὶς ναὸς γιος;

[Ἰω]ακεὶμ ἐν τῷ ὄρει ἱκέτευε τὸν καρπὸν ἀπολαβεῖν ἐκ κοιλίας τῆς ννης· καὶ γίνεται δεκτὴ ἡ εὐχὴ τοῦ ὁσίου,

35.strop.2.5καὶ μετὰ κυοφορίαν ἡ μακαρία  ἐν τῷ κόσμχαρά·

❘:ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.: ❘

35.strop.3.1 Δῶρα ποτὲ προσῆγεν ἐν ναῷ καὶ ἀπρόσδεκτα ταῦτα γεγόνασι,τῶν ἱερέων μὴ θελόντων προσδέξασθαι

ς ἀτέκνου καὶ σπέρμα μὴ ἔχοντος· κα[ὶ ἐ]ν τοῖς υἱοῖς σραὴλ [Ἰω]ακεὶμ ἐβδελύχθη·

35.strop.3.4 ἀλλ᾿λθεν ἐν καιρῷ καὶ προσάγει τὴν παρθένον

35.strop.3.5σύν δώροις εὐχαριστίαςμα τῇ Ἄννῃ,ὅτι χαίρουσα νῦν

❘:ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.: ❘

35.strop.4.1

κουσαν ον φυλαὶ τοῦ σραὴλτι ἔτεκεν ννα τὴν ἄχραντον,κα[[]ν] εὐφροσύναἱ πσαι συνέχαιρον· πότον ωακεὶμ ἐποίησε καὶ ηὐφραίνετο λαμπρῶς ἐπὶ τῷ παραδόξῳ· καλέσας εἰς εὐχὴν ἱερεῖς καὶ Λευίτας

35.strop.4.5καὶ τὴν Μαρίαν μέσονγαγε πάντων,ὅπως μεγαλυνθῇ·

❘:ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.: ❘

35.strop.5.1

εῖθρον ζωῆς ἐξέβλυσας ἡμῖν ἡ τραφῆναι δοθεῖσα εἰς για  καὶ τὴν ἀγγέλου τροφὴν ἀπολαύσασα, ἐν γίοις γία ὑπάρχουσα, ὡς ρίσθη, καὶ ναὸς καὶ δοχεῖον κυρίου· αἱ παρθένοι τὴν παρθένον προσῆγον μετὰ λαμπάδων

35.strop.5.5τὸν λιον τυποῦσαι, ὅνπερ προσφέρειν μελλε τοῖς πιστοῖς·

❘:ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.: ❘

35.strop.6.1

“Ὢ μυστικὸν τελούμενον ἐν γῇ”· μετὰ τόκον ἡ ννα ἐβόησε  πρὸς τὸν προγνώστην ποιητὴν καὶ θεὸν ἡμῶν· “εἰσήκουσάς μου, δέσποτα, ὥσπερ τῆς ννης τοῦ λὶ μεμφομένου ἐν μέθῃ· ατη τὸν Σαμουὴλ ὑπέσχετο τεχθέντα

35.strop.6.5κυρίἱερατεύειν· σύ ον ς πρώην  ἐδωρήσω κἀμοί·

❘:ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.: ❘

35.strop.7.1 Μέγα μοι νῦν ὑπάρχει, ἀγαθέ, ὅτι τέτοκα παῖδα τὴν τίκτουσαν  τὸν πρὸ αἰώνων δεσπότην καὶ κύριον, τὸν μετὰ τόκον φυλάττοντα τὴν μητέρα ἑαυτοῦσπερ ἔστι παρθένον· αὐτὴν ἐν τῷ ναῷ προσφέρω σοι, οἰκτίρμων·

35.strop.7.5αὐτὴ καὶ πύλη σὴ ἔσται τοῦ ἐξ ὑψίστων,

35.strop.7.6ἥνπερ μετὰ χαρς

❘:ἡ στεῖρα τίκτει, τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.”: ❘

35.strop.8.1

ρα ποτὲ καὶ Σάρρα ἡ πιστὴ ἐπεθύμει γεννῆσαι στειρεύουσα  πρὶν τεχθῆναι σαὰκ τὸν υἱὸν αὐτῆς· ατη μὲν θεὸν ὑπεδέξατο ἐν ἀνθρωπίνμορφσύν δυσὶν ἀρχαγγέλοις, καὶ λόγος πρὸς αὐτὴν εἰς τὸν καιρὸν τοῦτον·

35.strop.8.5“ΤΣάρρἔσται τέκνον”· νῦν δὲ τῷ κόσμχαίρουσα ἐκβοᾷ·

❘:“Ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.”: ❘

35.strop.9.1 Νῦν Μαριὰμ ἐκλάμπει τοῖς καιροῖς καὶ ναὸν τῶν γίων οὐκ ἔλιπεν·ἣν Ζαχαρίας θεωρῶν ὑπερακμάζουσαν μνηστῆρα λαχμῷ καθυπέβαλενωσὴφ τὸν ἐκ θεοῦ μνηστευσάμενον ταύτην· ἐδόθη γὰρ αὐτῷ ἐν άβδδηλωθεῖσα

35.strop.9.5ἐκ πνεύματος γίου, δι᾿ν καὶ ννα  χαίρουσα ἐκβοᾷ·

❘:“Ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.”: ❘

35.strop.10.1

λος σεπτὸς ὁ τόκος σου, σεμνή· τοῦ γὰρ κόσμου τὸ καύχημα ἔτεκες καὶ τῶν ἀνθρώπων πρεσβείαν εὐπρόσδεκτον· αὐτὴ γὰρ τεῖχος καὶ στήριγμα καὶ λιμὴν τῶν ἐπ᾿ αὐτπεποιθότων ὑπάρχει,

ν πς Χριστιανὸς ἔχει προστασίαν

35.strop.10.5καὶ σκέπην σωτηρίας καὶ ἐλπίδα,ἥνπερ ἐκ τῆς σῆςγαστρὸς

❘:ἡ στεῖρα τίκτει, τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.: ❘

35.strop.11.1

ψιστε θεέ, ὁ πάντων πλαστουργός, ὁ τῷ λόγποιήσας τὰ σύμπαντα  καὶ σσοφίσκευάσας τὸν ἄνθρωπον, αὐτὸς ς μόνος φιλάνθρωπος τὴν σὴν εἰρήνην σῷ λαῷς οἰκτίρμων παράσχου, φυλάττων βασιλεῖς πιστούς, σύν τῷ ποιμένι

35.strop.11.5ἀτάραχον τὴν ποίμνην φρουρῶν καὶ σκέπων,ἵνα πς τις βοᾷ·

❘:“Ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.”: ❘  

9 (XXXVI). Благовещение Пресвятой Богородицы

9.t.1

τερον κοντάκιον εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου, φέρον

ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ ωμανοῦ]

χος αʹ – ἰδιόμελον.

Προοίμιον

9.pro.1

τι οὐκ ἔστιν ς σύ ἐλεήμων ἔγνωμεν, Κύριε, ἀφ᾿ οἐτέχθης  καὶ υἱὸς νομάσθης γυναικὸςς ἐποίησας·ἣν μακαρίζοντες καθ᾿ ἑκάστην βοῶμεν·Χαῖρε νύμφη ἀνύμφευτε.

9.1.1 Τῷ ἀρχαγγέλΓαβριὴλ δεῦτε καὶ συμπορευθῶμεν πρὸς τὴν παρθένον Μαρίανκαὶ ταύτην ἀσπασώμεθας μητέρα καὶ τροφὸν τῆς ζωῆς ἡμῶν·οτε γὰρ μόνπρέπον τῷ στρατηγῷ τὴν βασιλίδα ἀσπάσασθαιἀλλὰ καὶ τοῖς ταπεινοῖς ἔξεστι ταύτην ἰδεῖν καὶ προφθέγξασθαι,

9.1.5

ν ς μητέρα Θεοῦ αἱ γενεαὶ πσαι   μακαρίζουσαι βοῶσιν· "Χαῖρε ἀκήρατε, χαῖρε κόρη θεόκλητε, χαῖρε σεμνή, χαῖρε τερπνὴ καὶ καλή, χαῖρε εειδεχαῖρε ἄσπορε, χαῖρε ἄφθορε, χαῖρε μῆτερ ἄνανδρε,

9.1.10 χαῖρε νύμφη ἀνύμφευτε."

9.2.1

ἀρχιστράτηγός ποτε τῶν οὐρανίων ταγμάτων, σύνθεμα φιλανθρωπίας   δεξάμενος, ἐπείγετο ἐμφανίσαι τπαρθένῳ, ὡς γέγραπται·καὶ ἐλθν εἰς Ναζαρὲτ πρὸς τὴν σκηνὴν τοῦ ωσὴφ, ἐξεπλήττετο  ὅτι πῶς ὁ ὑψηλὸς τοῖς ταπεινοῖς ἀγαπσυνεπάγεσθαι.

9.2.5

"Ὅλος, φησίν, ὁ οὐρανὸς κα[ὶ ὁ] πύρινος θρόνος   οὐ χωρεῖ μου τὸν δεσπότην, καὶ ἡ εὐτελὴς ατη πῶς ὑποδέχεται; Ἄνω φρικτός, καὶ κάτω πῶς ὁρατός; Πάντως ς βούλεται· τί ον σταμαι καὶ οὐχ πταμαι καὶ τκόρφθέγγομαι·

9.2.10 Χαῖρε νύμφη ἀνύμφευτε;"  

9.3.1

πὸ τὴν σκέπην τῆς σεμνῆς ταῦτα λαλήσας εἰσῆλθε τῶν οὐρανῶν ὁ οἰκήτωρ   καὶ πρόσειπε τὴν ἄγαμον, λέγων· "Χαῖρε, μετὰ σοῦ ὁ Κύριος."Ἡ δὲ παῖς πρὸς τὴν μορφὴν τοῦ φαεινοῦ [τάχα] οὐδ᾿λως ἐθάρρησενἀλλ᾿ εὐθύς ἐπὶ τὴν γῆν ἔκλινε τὴν κεφαλήν, καὶ ἡσύχασε.

9.3.5 Νοῦν δὲ συνῆψεν εἰς νοῦν καὶ φρένα εἰς φρένα   συμβιβάζει [ἐκ]βοῶσα· "Τί ἐστι τοῦτοπερ βλέπω; Τί σκέψομαιΕδος πυρός, φωνὴν δὲ ἔχει ἀνδρὸς ὁ παριστάμενοςκαὶ ταράττει με, [καὶ] θαρρύνει μετι τοῦτο λέγει μοι·

9.3.10 Χαῖρε νύμφη ἀνύμφευτε."

9.4.1 Τοιαύτην λην λογισμῶν τῆς Μαρίας στοιβαζούσης ἐν τἰδίκαρδίᾳ,ἐνέπνευσεν ὁ πύρινος καὶ ς χαίτην τὴν δειλίαν κατέκαυσε καί φησιν· "Ὦ φαεινή, μὴ πτοηθς· ερες γὰρ χάριν πρὸς Κύριον·μὴ πτοοῦ τὸν λειτουργόν, τὸν πλαστουργὸν γὰρ [ἐγὼ] ἥκω φέρων σοι·

9.4.5 μέλλεις γεννν ὑϊόν, καὶ τί σε ταράττει  ἡ πυρίνη ἰδέα μου; Τίκτεις τὸν Κύριον· τί πτοεῖσαι τὸν σύνδουλον; Τί δειλις ἐμὲ τὸν τρέμοντά σε διὰ τὰ μέλλοντα;Ἃ πεπίστευμαι καὶ τεθάρρημαι, ταῦτα λθον λέγων σοι·

9.4.10Χαῖρε νύμφη ἀνύμφευτε."  

9.5.1 Ἀλλ᾿τε τούτων τῶν λόγωνκουσεν ἡ παναγία, επεν ἐν τδιανοίᾳ·"Τὰ πρότερα κουσα κα[ὶ ο]ὐ συνῆκα· καὶ πῶς μάθω τὰ στερον;Ἀσπασμὸν επεν ἐμοὶ ὁ παρεστώς, καὶ οὐ νοῶ τὸ τελούμενονΚαὶ ἰδού ἄλλο φρικτὸν ἐν τοῖς σί μου [ἐκεῖνος] ἐπέθηκεν·

9.5.5 επε γὰρ τι υἱὸν βαστάζεις καὶ τίκτεις,καίτοι ἄνδρα οὐ γινώσκω· τάχα οὐκ ἔμαθεν οτος τι ἐσφράγισμαι;Ἆρ[α ἀ]γνοεῖτι παρθένος εἰμί; Ὄντως οὐ πείθομαι·εἰ μὴ ἔμαθε καὶ κατέμαθεν, οὐκ ν λθε λέγων μοι·

9.5.10Χαῖρε νύμφη ἀνύμφευτε.

9.6.1 Πῶς ἔσται τοῦτο λαλεῖς; Φράσον μοι νῦν ὑπάρχεις· ἄγγελον [ἢ ]νθρωπον εἴπωοὐράνιον γήϊνον; Δίδαξόν με καὶ εκαὶ εἴρηκας·ἐὰν γὰρ φθάσω μαθεῖν τίς ὁ λαλῶν, πάντως νοῶ τὸ λαλούμενον· καὶ [διὰ] τοῦτο φράσο#959;ν μοι πόθεν εἶ· ἄνωθεν λθες κάτωθεν;

9.6.5

λαβον θάρσος λοιπόν· πολλὴν παρρησίαν   κεκτημένη συζητῶ σοι. Τοῦτο εἴρηκας ποῦ ἐρρέθη μὴ κρύψς μοι· ἐν οὐρανῷ ἐρρέθη τὸ κατ᾿ ἐμέ; Τί ον οὐ λέγεις μοι  [ὅτι] ἄγγελος καὶ οὐκ ἄνθρωπος πέλεις σύ ὁ λέγων μοι·

9.6.10 Χαῖρε νύμφη ἀνύμφευτε;"  

9.7.1 Εὐθύς ἀκούσας Γαβριὴλ τῶν τῆς παρθένου ημάτων, πρὸς ἑαυτὸν ἐταράχθη· οὐ μέντοι γε ἐλάλησε σκληρὸν ῆμα ττικτούστὸν Κύριον,ἀλλ᾿ αὐτὸς καθ᾿ ἑαυτὸν οτω φησίν· "Οὐδὲ δε πιστεύομαιἀλλ᾿ς πρὶν ἐν τῷ ναῷ νῦν ἐν τῷ οἴκτῆς κόρης πίστημαι·

9.7.5 ἴσως ἐδίστασεν ἐκεῖ ὁ Ζαχαρίαςκαὶ ἐνταῦθα ἡ Μαρία.

μως οὐ δύναμαι, οὐ τολμῶ ἀποφήνασθαι· οὐχ ἱκανῶ ταύτης δεσμεῦσαι φωνὴνς τὴν τοῦ γέροντος· τότε ἴσχυσα καὶ ἐφίμωσα, νῦν δὲ τρέμων φθέγγομαι·

9.7.10 Χαῖρε νύμφη ἀνύμφευτε.

9.8.1

δού κωφὸς ὁ ἱερεύς καὶ κυοφόρος ἡ στεῖρα, καὶ Μαρία ἀπιστεῖ μοι   καὶ τίς εἰμι καὶ τί λαλῶ ἀπαιτεῖ με, καὶ μὴ θέλων ἀνέχομαι,ἵνα μὴ ὁ ἐν αὐτἐπιδημῶν ἀγανακτῶν ἀπολέσμε  ὥς ποτε ἀπ᾿ οὐρανῶν πταίσαντας ἀγγέλους εἰς δην ἔρριψεν.

9.8.5 Στέργω ον ἐγκαρτερῶν καὶ τσυζητούσῃ τὴν ἀπόκρισιν δίδωμι. Πῶς ἔσται τοῦτοπερ λέγω, ἀμώμητεΠῶς τῷ λαῷ θάλασσα φθη ξηρά, πάλιν δὲ θάλασσαΟτως γίνεται καὶ ἡ μήτρα σου, ἵνα πς τις λέξσοι·

9.8.10 Χαῖρε νύμφη ἀνύμφευτε."  

9.9.1 Νοῆσαι θέλουσα σαφῶς τὸ λαληθὲν ἡ γία, πάλιν βοτῷ ἀγγέλῳ· "Τὴν θάλασσαν ν ἔφης μοι ὁ προφήτης ἐν τῇ ῥάβδδιέρρηξεν·οὐδὲ γὰρ δίχα τινὸς τοῦ μεταξύ τοῦτο τὸ θαῦμα ἐγένετοἀλλὰ ν πρῶτος Μωσῆς, ἔπειτα εὐχαὶ καὶ άβδος μεσάζουσα.

9.9.5 Νῦν [δὲ] εἰς μέσον οὐδέν, καὶ πῶς ἔσται [τοῦτοἐπεὶ ἄνδρα οὐ γινώσκω;

ἀναρότρευτος ἄρουρα, ἀγεώργητος   δώσω καρπὸν μὴ δεξαμένη σπορὰν μηδὲ τὸν σπείρανταΤοῦτο λέξον μοι, τοῦτο φράσον μοι, ὁ ἑστς καὶ λέγων μοι·

9.9.10 Χαῖρε νύμφη ἀνύμφευτε."

9.10.1

ἐν ὑψίστοις θαρρηθεὶς τὸν ἀσπασμόν, οὐ τὸν τόκον, τῆς παναγίας Μαρίας, ὡς κουσεν ἔφησεν ἡ παρθένος, πρὸς αὐτὴν ἀπεκρίνατο·"Ἐπειδὴ ἔφης, σεμνή, μέσον τινὰ ἔχειν τὰ πάλαι γενόμενατὸ παρὸν μεῖζόν ἐστιν, ὅθεν οὐκ ἔστιν χρεία μεσιτεύοντος.

9.10.5

γγελος πέλω ἐγώ, καὶ οὐκ ἐθαρρήθην   μεσιτεῦσαι τὸ τοιοῦτον· πῶς ον ταλαίπωρος ἄνθρωπος μεσιτεύσει σοι; Ῥάβδος ποτὲ καὶ ὁ προφήτης Μωσῆς τύποι ἐγένοντο· νῦν ἀλήθεια ἐπιλάμψει σοι, ὅθεν λθον λέγων σοι·

9.10.10 Χαῖρε νύμφη ἀνύμφευτε.  

9.11.1

– Ὑψόθεν λθες ἀληθῶς· σύγγνωθι, νῦν σε ἐπέγνων· φόβγὰρ νῦν συνεσχέθην   τοῦ κάλλους σου, τῆς θέας σου, τῆς φωνῆς σου, διαφόρως θροούντων με·εἰ μὴ γὰρ ἄνωθεν ς, τὰ τῆς γραφῆςήματα οὐ διερμήνευεςἀλλ᾿ς ν ἐκ τοῦ φωτὸς πάντα τὰ σκολιὰ [σύ] ἐξωμάλισας.

9.11.5 Γένοιτο ον τοῦτό μοιπερ επας ἄρτι· τὴν γὰρ ἀλήθειαν ἔχεις· γένοιτό μο[ι, ]γγελε, γένοιτό μοι τὸ ῆμά σου· δούλη εἰμὶ τοῦ ἀποστείλαντός σε· φράσον βούλεται· καὶ οἰκήσει μοι καὶ τηρήσει με, ἵνα πς τις λέξμοι·

9.11.10 Χαῖρε νύμφη ἀνύμφευτε."

9.12.1

υθμῷ λαλήσας Γαβριὴλ καὶ ἀντακούσας εὐθέως τῶν τῆς παρθένου ημάτωνἀνίπταται καὶ ἔφθασε τὸ πύρινον καὶ φαιδρὸν ἐνδιαίτημα.Ἡ δὲ παῖς τότε ἴσως πρὸς ἑαυτὴν τὸν ωσὴφ μετεπέμψατο   καὶ φησί· "Ποῦ ς, σοφέ; Πῶς οὐκ ἐφύλαξας τὴν παρθενίαν μου;

9.12.5

λθεν γάρ τις [πτερωτὸς] καὶ ἔδωκε μνῆστραμαργαρίτας τοῖς σί [μου·] οτος ἐνεῖρέ μοι λόγους σπερ ἐνώτια· βλέπε, ἰδὲ πῶς ἐκαλλώπισέ με, τούτ[ῳ ὡ]ραΐσας με  ὅ τι ἔφη μοι, ὅ τι λέξεις μοι μετ᾿ ὀλίγον, ὅσιε·

9.12.10 Χαῖρε νύμφη ἀνύμφευτε."  

9.13.1

ς δὲ κατεῖδεν ωσὴφ τὴν θεοκόσμητον κόρην μάλα κεχαριτωμένηνἐτρόμασεν, ἐθαύμασεν, ἐθαμβήθη, καὶ εἰς νοῦν ἐλογίσατο·"Ποταπὴ ατη; φησί· σήμερον γὰρσπερ []χθὲς οὐχ ὁρταί μοι· φοβερὰ καὶ γλυκηρὰ φαίνεται ἡ σύν ἐμοί, καὶ συνέχει με·

9.13.5 καύσωνι καὶ νιφετῷ ἐγἐνατενίζωπαραδείσκαὶ καμίνῳ, ὄρει καπνίζοντι, θείἄνθει χλοάζοντιθρόνφρικτῷ, ὑποποδίοἰκτρῷ τοῦ πανοικτίρμονος· ἥνπερ ἔλαβον οὐ κατέλαβον· πῶς ον ταύτφθέγξομαι·

9.13.10 Χαῖρε νύμφη ἀνύμφευτε;"

9.14.1 Μεγάλη ον καὶ ταπεινή, δέσποινα μα καὶ δούλη, φράσον μοι νῦν ὑπάρχεις· τί εἴπω σε; τί λέξω σοι; πῶς ὑμνήσω, πῶς αἰνέσω τὸ κάλλος σου;Ἀληθῶς τοῦτό ἐστινπερ ἡμῖν ἔφησε τὸ εὐαγγέλιον· [Ἰω]σὴφ ως καιροῦ τὴν σύν αὐτῷ Μαρίαν οὐκ ἐγίνωσκεν,

9.14.5

ως οἔτεκε σαφῶς τὸν τοῦ Θεοῦ λόγον· ὅπερ ν καὶ ἐδηλώθη

ως οἔτεκεν, ἀλλὰ οὐδὲ μετέπειτα· ἔμεινε γὰρ κεκαλυμμένη αὐτὴ καὶ ν ἔτεκεν, καὶ   οτε ἔγνωσται, οτε γνωσθήσεταιδικαίως λέξομεν·

9.14.10 Χαῖρε νύμφη ἀνύμφευτε.

9.15.1 Αὐτὸς ον οτος ὁ [Ἰω]σὴφ ποτὲ μὴ γνούς τὴν παρθένον πρὸς τὴν αὐτῆς εὐδοξίαν   ἱστάμενος ἐξίστατο, κα[ὶ ἀ]τενίζων τῷ φωτὶ τῆς μορφῆς αὐτῆς  ἔφησεν· "Ὦ φαεινή, φλόγα ὁρῶ καὶ ἀνθρακιὰν κυκλοῦσάν σε· διὰ τοῦτο, Μαριάμ, πλήττομαι· φύλαξόν με καὶ μὴ φλέξς με·

9.15.5 κλίβανος πλήρης πυρὸς ἐγένετο ἄφνω   [παν]άμεμπτος γαστήρ σου. Μὴ ον χωνεύσμε, δέομαι, ἀλλὰ φεῖσαί μου· θέλεις κἀγλύσω, ὡς πάλαι Μωσῆς, τὰ ὑποδήματακαὶ ἐγγίσω σοι, καὶ ἀκούσω σου, καὶ μαθν λαλήσω σοι·

9.15.10 Χαῖρε νύμφη ἀνύμφευτε;"

9.16.1 "Νῦν προσεγγίσαι μοι ζητεῖς καὶ διδαχθῆναι πέλω", τῷ [Ἰω]σὴφ [επε] Μαρία. "Προσέγγισον καὶ ἄκουσονὑπάρχω καὶ εἰμὶ περ βλέπεις μοι·πτερωτὸς φθη μοί τις οἡ μορφὴλον τὸν θάλαμον ἔπλησε   καὶ ἐμὲ μα αὐτῷ· τῶν γὰρ θυρῶν κεκλεισμένων ἐπέστη μοι,  

9.16.5 ἔλεξεν οτως ἐμοί· Κεχαριτωμένημετὰ σοῦ ὁ Κύριος.

τε δὲ κουσα τοῦ &##922;υρίου τὸ ὄνοματότε μικρὸν λαβοῦσα παραψυχὴν ἴδον ἔβλεπον   φαεινόμορφον, φλόγινον λον, δροσινὰ λαλοῦντά μοι·

9.16.10 Χαῖρε νύμφη ἀνύμφευτε.

9.17.1

ον τοιοῦτος ἀσπασμὸςχηθεὶς τοῖς σί μου πλήρης, φαεινὴν ἀπαρτίσαςἐγκύμονα ἀπέδειξεν· τοῦ ἐμβρύου ον οὐκ οδα τὴν σύλληψιν,καὶ ἰδού κυοφορῶ καί, ὡς ὁρς, ἄθικτος ἡ παρθενία μου· οτε γὰρ [σύ] ἔγνως με· τίς τούτων μάρτυς σύ ὁ φυλάττων με;

9.17.5 Δὸς ον ὑπὲρ ἐμοῦ τὴν ἀπολογίαν  ἵνα ερς ἀνάπαυσιν." Τοῦτο ς κουσενωσὴφ ἀνεκραύγασε· "Τοῦτο ἐγμαρτυρῶ ὄντως σαφῶς· ὅμως δὲ ἄκουσον· τίς πιστεύσει μοιτι ἄνωθεν [ἦλθεν] ὁ βοήσας σοι·

9.17.10 Χαῖρε νύμφη ἀνύμφευτε;

9.18.1 Yἱοὶ λοιμοὶ καὶ πονηροὶ οἱ ἱερεῖς τοῦ λαοῦ σου, τοῦτο δὲ οδας· πρὶν εἴπω   καὶ ἐμοὶ ἀπιστήσονταιτι δίχα συναφείας συνέλαβες·  παρ᾿ ἐμοὶ δῆλόν ἐστιντι [τὸ φῶς] λάμπει τὸ τῆς παρθενίας σουπαρὰ δὲ τοῖς σκοτεινοῖς ἔσβεσται ς ἀναξίοις τοῦ γνῶναί σε.

9.18.5 Τοῦτο ον ἔσται καλόν, νομίζω, παρθένεἀπολῦσαί σε λαθραίως· θέλω δικαίως μὴ παραδειγματίσαι σε· στέργω γὰρ σὲ καὶ τὸν λαὸν δειλιῶ· ὅθεν οἐκπέμπω σε   δυνατός ἐστιν ἀθῶσαί με θέλων, καὶ λαλήσω σοι·

9.18.10 Χαῖρε νύμφη ἀνύμφευτε."  

10 (I). Рождество Христово (кондак 1-ый)

10.t.1

Μηνὶ δεκεμβρίκεʹ, κοντάκιον τῆς Χριστοῦ γεννήσεως, ἦχος γʹ, φέρον

ἀκροστιχίδα·[ τοῦ ταπεινοῦ ωμανοῦ μνος] Προοίμιον

10.pro.1

παρθένος σήμερον τὸν ὑπερούσιον τίκτεικαὶ ἡ γῆ τὸ σπήλαιον τῷ ἀπροσίτπροσάγει·ἄγγελοι μετὰ ποιμένων δοξολογοῦσιμάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι·

10.pro.5δι᾿ ἡμς γὰρ ἐγεννήθη   παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

10.1.1 Τὴν Ἐδὲμ Βηθλεὲμνοιξε, δεῦτε ἴδωμεν·τὴν τρυφὴν ἐν κρυφηραμεν, δεῦτε λάβωμεν  τὰ τοῦ παραδείσου ἐντὸς τοῦ σπηλαίου· ἐκεῖ ἐφάνηίζα ἀπότιστος βλαστάνουσα ἄφεσιν,

10.1.5ἐκεῖ ηὑρέθη φρέαρ ἀνόρυκτον,οπιεῖν Δαυὶδ πρὶν ἐπεθύμησεν· ἐκεῖ παρθένος τεκοῦσα βρέφος  τὴν δίψαν ἔπαυσεν εὐθύς τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυίδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν ποῦ ἐτέχθη

10.1.10παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.  

10.2.1

πατὴρ τῆς μητρὸς γνώμυἱὸς ἐγένετο,ὁ σωτὴρ τῶν βρεφῶν βρέφος ἐν φάτνἔκειτο·ὃν κατανοοῦσα φησὶν ἡ τεκοῦσα· "Εἰπέ μοι, τέκνον, πῶς ἐνεσπάρης μοιπῶς ἐνεφύης μοι·

10.2.5ὁρῶ σε, σπλάγχνον, καὶ καταπλήττομαι,ὅτι γαλουχῶ καὶ οὐ νενύμφευμαι· καὶ σὲ μὲν βλέπω μετὰ σπαργάνων,τὴν παρθενίαν δὲ ἀκμὴν ἐσφραγισμένην θεωρῶ· σύ γὰρ ταύτην φυλάξας ἐγεννήθης εὐδοκήσας

10.2.10παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

10.3.1

ψηλὲ βασιλεῦ, τί σοι καὶ τοῖς πτωχεύσασιΠοιητὰ οὐρανοῦ, τί πρὸς γηΐνους λυθαςΣπηλαίου ράσθηςφάτνἐτέρφθης;Ἰδού οὐκ ἔστι τόπος τδούλσου ἐν τῷ καταλύματι·

10.3.5 οὐ λέγω τόπον, ἀλλ᾿ οὐδὲ σπήλαιον, ὅτι καὶ αὐτὸ τοῦτο ἀλλότριον·καὶ τμὲν Σάρρτεκούσβρέφος   ἐδόθη κλῆρος γῆς πολλῆς, ἐμοὶ δὲ οὐδὲ φωλεός·ἐχρησάμην τὸ ἄντρονκατκησας βουλήσει,

10.3.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός."  

10.4.1 Τὰ τοιαῦτα ητὰ ἐν ἀπορρήτλέγουσα   καὶ τὸν τῶν ἀφανῶν γνώστην καθικετεύουσαἀκούει τῶν μάγων τὸ βρέφος ζητούντων·εὐθύς δὲ τούτοις· "Τίνες ὑπάρχετε;" ἡ κόρη ἐβόησεν·

10.4.5 οἱ δὲ πρὸς ταύτην· "Σύ γὰρ τίς πέφυκας, ὅτι τὸν τοιοῦτον ἀπεκύησας;Τίς ὁ πατήρ σου, τίς ἡ τεκοῦσα, ὅτι ἀπάτορος υἱοῦ ἐγένου μήτηρ καὶ τροφός;Οτὸ ἄστρον ἰδόντες συνήκαμεν τι φθη

10.4.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

10.5.1 Ἀκριβῶς γὰρ ἡμῖν ὁ Βαλαὰμ παρέθετο   τῶν ημάτων τὸν νοῦννπερ προεμαντεύσατοεἰπν τι μέλλει ἀστὴρ ἀνατέλλειν,ἀστὴρ σβεννύων πάντα μαντεύματα καὶ τὰ οἰωνίσματα·

10.5.5 ἀστὴρ ἐκλύων παραβολὰς σοφῶν, ῥήσεις τε αὐτῶν καὶ τὰ αἰνίγματα·ἀστὴρ ἀστέρος τοῦ φαινομένου   ὑπερφαιδρότερος πολύ, ὡς πάντων ἄστρων ποιητής,περὶ οπροεγράφη· ἐξ ακβ ἀνατέλλει

10.5.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός."  

10.6.1 Παραδόξων ητῶν ἡ Μαριὰμ ς κουσετῷ ἐκ σπλάγχνων αὐτῆς κύψασα προσεκύνησε   καὶ κλαίουσα επε· "Μεγάλα μοι, τέκνον,μεγάλα πάντασα ἐποίησας μετὰ τῆς πτωχείας μου·

10.6.5 ἰδού γὰρ μάγοι ἔξω ζητοῦσί σε· τῶν ἀνατολῶν οἱ βασιλεύοντες  τὸ πρόσωπόν σου ἐπιζητοῦσικαὶ λιτανεύουσιν ἰδεῖν οἱ πλούσιοι τοῦ σοῦ λαοῦ·ὁ λαός σου γὰρ ὄντως εἰσὶν οτοι ος ἐγνώσθης,

10.6.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

10.7.1

Ἐπειδὴ ον λαὸς σός ἐστι, τέκνον, κέλευσον   ὑπὸ σκέπην τὴν σὴν γένωνται, ἵνα ἴδωσι   πενίαν πλουσίαν, πτωχείαν τιμίαν·αὐτόν σε δόξαν ἔχω καὶ καύχημα· διὸ οὐκ αἰσχύνομαι·

10.7.5 αὐτὸς εχάρις καὶ ἡ εὐπρέπεια   τῆς σκηνῆς κἀμοῦ· νεῦσον εἰσέλθωσιν·οὐδέν μοι μέλει τῆς εὐτελείας· ὡς θησαυρὸν γὰρ σὲ κρατῶ, ὃν βασιλεῖς λθον ἰδεῖν,  βασιλέων καὶ μάγων ἐγνωκότων τι φθης,

10.7.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός."

10.8.1

ησοῦς ὁ Χριστὸς ὄντως τε καὶ Θεὸς μῶν   τῶν φρενῶν ἀφανῶςψατο τῆς μητρὸς αὐτοῦ, "Εἰσάγαγε, λέγων, ος γαγον λόγῳ·ἐμὸς γὰρ λόγος οτος ς ἔλαμψε τοῖς ἐπιζητοῦσί με·

10.8.5 ἀστὴρ μέν ἐστιν πρὸς τὸ φαινόμενονδύναμις δέ τις πρὸς τὸ νοούμενον·συνῆλθε μάγοιςς λειτουργῶν μοικαὶ ἔτι σταται πληρῶν τὴν διακονίαν αὐτοῦ  καὶ ἀκτῖσι δεικνύων τὸν τόπον που ἐτέχθη

10.8.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

10.9.1 Νῦν ον δέξαι, σεμνή, δέξαι τούς δεξαμένους με· ἐν αὐτοῖς γὰρ εἰμὶσπερ ἐν ταῖς ἀγκάλαις σου· καὶ σοῦ οὐκ ἀπέστην κἀκε#949;ίνοις συνῆλθον."

δὲ ἀνοίγει θύραν καὶ δέχεται τῶν μάγων τὸ σύστημα·

10.9.5 ἀνοίγει θύραν ἡ ἀπαράνοικτος   πύλη, ἣν Χριστὸς μόνος διώδευσεν·ἀνοίγει θύραν ἡ ἀνοιχθεῖσα   καὶ μὴ κλαπεῖσα μηδαμῶς τὸν τῆς γνείας θησαυρόν·αὐτὴ νοιξε θύραν, ἀφ᾿ς ἐγεννήθη θύρα,

10.9.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

10.10.1 Οἱ δὲ μάγοι εὐθύςρμησαν εἰς τὸν θάλαμον,καὶ ἰδόντες Χριστὸν ἔφριξαν, ὅτι εἴδοσαν  τὴν τούτου μητέρα, τὸν ταύτης μνηστῆρα, καὶ φόβεπον· "Οτος υἱός ἐστιν ἀγενεαλόγητος;

10.10.5Καὶ πῶς, παρθένε, τὸν μνηστευσάμενον  βλέπομεν ἀκμὴν ἔνδον τοῦ οἴκου σου; Οὐκ ἔσχε μῶμον ἡ κύησις σου·μὴ ἡ κατοίκησις ψεχθσυνόντος σοι τοῦ ωσήφ·πλῆθος ἔχεις φθονούντων ἐρευνώντων ποῦ ἐτέχθη

10.10.10παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.  

10.11.1

– Ὑπομνήσω ὑμς, μάγοις Μαρία ἔφησετίνος χάριν κρατῶ τὸν ωσὴφ ἐν οἴκμου· εἰς ἔλεγχον πάντων τῶν καταλαλούντων· αὐτὸς γὰρ λέξειπερ ἀκήκοε περὶ τοῦ παιδίου μου·

10.11.5 ὑπνῶν γὰρ εδεν ἄγγελον γιον   λέγοντα αὐτῷ πόθεν συνέλαβον·πυρίνη θέα τὸν ἀκανθώδη   ἐπληροφόρησε νυκτὸς περὶ τῶν λυπούντων αὐτόν·δι᾿ αὐτὸ σύνεστί μοιωσὴφ δηλῶν ς ἔστι

10.11.10 παιδίον νέον ὁ πρὸ αἰώνων Θεός.

10.12.1

ητορεύει σαφῶςπαντα περ κουσεν· ἀπαγγέλλει τρανῶςσα αὐτὸς ἑώρακεν   ἐν τοῖς οὐρανίοις καὶ τοῖς ἐπιγείοις·τὰ τῶν ποιμένων, πῶς συνανύμνησαν πηλίνοις οἱ πύρινοι·

10.12.5 ὑμῶν τῶν μάγων, ὅτι προέδραμεν   ἄστρον φωταυγοῦν καὶ ὁδηγοῦν ὑμς·διὸ ἀφέντες τὰ προρρηθένταἐκδιηγήσασθε ἡμῖν τὰ νῦν γενόμενα ὑμῖν,πόθεν κατε, πῶς δὲ συνήκατε τι φθη

10.12.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός."  

10.13.1

ς δὲ ταῦτα αὐτοῖς ἡ φαεινὴ ἐλάλησενοἱ τῆς ἀνατολῆς λύχνοι πρὸς ταύτην ἔφησαν· "Μαθεῖν θέλεις πόθενλύθαμεν δε;Ἐκ γῆς Χαλδαίων, ὅθεν οὐ λέγουσι· θεὸς θεῶν κύριος,

10.13.5 ἐκ Βαβυλῶνος, ὅπου οὐκ οἴδασιν   τίς ὁ ποιητὴς τούτων ν σέβουσιν·ἐκεῖθεν λθε καὶ ρεν ἡμς   ὁ τοῦ παιδίου σου σπινθὴρ ἐκ τοῦ πυρὸς τοῦ περσικοῦ·πῦρ παμφάγον λιπόντες, πῦρ δροσίζον θεωροῦμεν,

10.13.10 παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

10.14.1 Ματαιότης ἐστὶ ματαιοτήτων πανταἀλλ᾿ οὐδεὶς ἐν ἡμῖν ταῦτα φρονῶν εὑρίσκεται· οἱ μὲν γὰρ πλανῶσιν, οἱ δὲ καὶ πλανῶνται·διό, παρθένε, χάρις τῷ τόκσου δι᾿ οἐλυτρώθημεν

10.14.5 οὐ μόνον πλάνης, ἀλλὰ καὶ θλίψεως   τῶν χωρῶν πασῶννπερ διήλθομεν,ἐθνῶν ἀσήμων, γλωσσῶν ἀγνώστωνπεριερχόμενοι τὴν γῆν καὶ ἐξερευνῶντες αὐτὴν  μετὰ λύχνου τοῦ ἄστρου, ἐκζητοῦντες ποῦ ἐτέχθη

10.14.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.  

10.15.1 Ἀλλ᾿ς ἔτι αὐτὸν τοῦτον τὸν λύχνον εἴχομεντὴν ερουσαλὴμ πσαν περιωδεύσαμενπληροῦντες εἰκότως τὰ τῆς προφητείας·ἠκούσαμεν γὰρτι πείλησε Θεὸς ἐρευνν αὐτήν·

10.15.5 καὶ μετὰ λύχνου περιηρχόμεθαθέλοντες εὑρεῖν μέγα δικαίωμα·ἀλλ᾿ οὐχ εὑρέθη, ὅτι ἐπήρθη   ἡ κιβωτὸς αὐτῆς μεθ᾿ν συνεῖχε πρότερον καλῶν·τὰ ἀρχαῖα παρῆλθεν, ἀνεκαίνισε γὰρ πάντα

10.15.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

10.16.1 – Ναί, φησί, τοῖς πιστοῖς μάγοις Μαρία ἔφησετὴν ερουσαλὴμ πσαν περιωδεύσατετὴν πόλιν ἐκείνην τὴν προφητοκτόνον;Καὶ πῶς ἀλύπως ταύτην διήλθετε τὴν πσι βασκαίνουσαν;

10.16.5 Ἡρώδην πάλιν πῶς διελάθετε   τὸν ἀντὶ θεσμῶν φόνων ἐμπνέοντα;"Οἱ δὲ πρὸς ταύτην φησί· "Παρθένεοὐ διελάθομεν αὐτόν, ἀλλ᾿ ἐνεπαίξαμεν αὐτῷ·  συνετύχομεν πσιν ἐρωτῶντες ποῦ ἐτέχθη

10.16.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός."

10.17.1

τε ταῦτα αὐτῶν ἡ Θεοτόκος κουσεντότε επεν αὐτοῖς· "Τί ὑμς ἐπηρώτησεν  Ἡρώδης ὁ ἄναξ καὶ οἱ Φαρισαῖοι; – Ἡρώδης πρῶτον, ετα, ὡς ἔφησας, οἱ πρῶτοι τοῦ ἔθνους σου

10.17.5 τὸν χρόνον τούτου τοῦ φαινομένου νῦν   ἄστρου παρ᾿ ἡμῶν ἐξηκριβώσαντο·καὶ ἐπιγνόντεςς μὴ μαθόντες   οὐκ ἐπεθύμησαν ἰδεῖνν ἐξηρεύνησαν μαθεῖν,ὅτι τοῖς ἐρευνῶσιν ὀφείλει θεωρηθῆναι

10.17.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

10.18.1

πενόουν ἡμς ἄφρονας οἱ ἀνόητοι   καὶ ρώτων, φησί· Πόθεν καὶ πότε κατεπῶς μὴ φαινομέναςδεύσατε τρίβους;

μεῖς δὲ τούτοιςπερ πίσταντο ἀντεπηρωτήσαμεν·

10.18.5 Ὑμεῖς τὸ πάρος πῶς διωδεύσατε  ἔρημον πολλὴννπερ διήλθετε;Ὁ ὁδηγήσας τούς ἀπ᾿ Αἰγύπτου   αὐτὸς δήγησε καὶ νῦν τούς ἐκ Χαλδαίων πρὸς αὐτόν,τότε στύλπυρίνῳ, νῦν δὲ ἀστέρι δηλοῦντι

10.18.10 παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

10.19.1

[Ὁ ἀστὴρ πανταχοῦν ἡμῶν προηγούμενος  ὡς ὑμῖν ὁ Μωσῆςάβδον ἐπιφερόμενοςτὸ φῶς περιλάμπων τῆς θεογνωσίας·ὑμς τὸ μάννα πάλαι διέθρεψε καὶ πέτρα ἐπότισεν·

10.19.5 ἡμς ἐλπὶς ἡ τούτου ἐνέπλησε· ττούτου χαρδιατρεφόμενοι,οὐκ ἐν Περσίδι ἀναποδίσαι   διὰ τὸν ἄβατον ὁδὸν ὁδεύειν ἔσχομεν ἐν νῷ,θεωρῆσαι ποθοῦντες, προσκυνῆσαι καὶ δοξάσαι

10.19.10 παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν."]

10.20.1

πὸ τῶν ἀπλανῶν μάγων ταῦτα ἐλέγετο· ὑπὸ δὲ τῆς σεμνῆς πάντα ἐπεσφραγίζετοκυροῦντος τοῦ βρέφους τὰ τῶν ἀμφοτέρων,τῆς μὲν ποιοῦντος μετὰ τὴν κύησιν τὴν μήτραν ἀμίαντον,

10.20.5 τῶν δὲ δεικνύντος μετὰ τὴν ἔλευσιν   ἄμοχθον τὸν νοῦνσπερ τὰ βήματα·οὐδεὶς γὰρ τούτων ὑπέστη κόπον,   ὡς οὐκ ἐμόχθησεν ἐλθν ὁ Ἀμβακούμ πρὸς Δανιήλ·ὁ φανεὶς γὰρ προφήταις ὁ αὐτὸς ἐφάνη μάγοις

10.20.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

10.21.1 Μετὰ ταῦτα αὐτῶν πάντα τὰ διηγήματαδῶρα ραν χερσὶν μάγοι καὶ προσεκύνησαν   τῷ δώρτῶν δώρων, τῷ μύρτῶν μύρων·χρυσὸν καὶ σμύρ #957;αν ετα καὶ λίβανον Χριστῷ προσεκόμισαν,

10.21.5 βοῶντες· "Δέξαι δώρημα τρίϋλον, ὡς τῶν Σεραφὶμμνον τρισάγιον·μὴ ἀποστρέψςς τὰ τοῦ Κάϊνἀλλ᾿ ἐναγκάλισαι αὐτὰς τὴν τοῦ βελ προσφοράν,διὰ τῆς σε τεκούσης, δι᾿ς ἡμῖν ἐγεννήθης,

10.21.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός."

10.22.1 Νέα νῦν καὶ φαιδρὰ βλέπουσα ἡ ἀμώμητος   μάγους δῶρα χερσὶ φέροντας καὶ προσπίπτονταςἀστέρα δηλοῦντα, ποιμένας ὑμνοῦντας,τὸν πάντων τούτων κτίστην καὶ κύριον ἱκέτευε λέγουσα·

10.22.5 "Τριάδα δώρων, τέκνον, δεξάμενοςτρεῖς αἰτήσεις δὸς τγεννησάσσε·  ὑπὲρ ἀέρων παρακαλῶ σε   καὶ ὑπὲρ τῶν καρπῶν τῆς γῆς καὶ τῶν οἰκούντων ἐν αὐτῇ·διαλλάγηθι πσι, δι᾿ ἐμοῦ τι ἐτέχθης,

10.22.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

10.23.1 Οὐχ πλῶς γάρ εἰμι μήτηρ σου, σῶτερ εσπλαγχνε· οὐκ εἰκγαλουχῶ τὸν χορηγὸν τοῦ γάλακτοςἀλλὰ ὑπὲρ πάντων ἐγδυσωπῶ σε·ἐποίησάς μελου τοῦ γένους μου καὶ στόμα καὶ καύχημα·

10.23.5 ἐμὲ γὰρ ἔχει ἡ οἰκουμένη σου   σκέπην κραταιάν, τεῖχος καὶ στήριγμα·ἐμὲ ὁρῶσιν οἱ ἐκβληθέντες   τοῦ παραδείσου τῆς τρυφῆς, ὅτι ἐπιστρέφω αὐτούς·λάβαἴσθησιν πάντα δι᾿ ἐμοῦ τι ἐτέχθης,

10.23.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.  

10.24.1 Σῶσον κόσμον, σωτήρ· τούτου γὰρ χάριν λυθας· στῆσον πάντα τὰ σά· τούτου γὰρ χάριν ἔλαμψας   ἐμοὶ καὶ τοῖς μάγοις καὶ πάστκτίσει·ἰδού γὰρ μάγοι ος ἐνεφάνισας τὸ φῶς τοῦ προσώπου σου,

10.24.5 προσπίπτοντές σοι δῶρα προσφέρουσι   χρήσιμα, καλά, λίαν ζητούμενα·αὐτῶν γὰρ χρζω, ἐπειδὴ μέλλω   ἐπὶ τὴν Αἴγυπτον μολεῖν καὶ φεύγειν σύν σοὶ διὰ σέ,ὁδηγέ μου, υἱέ μου, ποιητά μου, πλουτιστά μου,

10.24.10 παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός."  

11 (II). Рождество Христово (2-й кондак)

11.t.1

τερον κοντάκιον εἰς τὴν γίαν γέννησιν τοῦ Κυρίου ἡμῶν ησοῦ Χριστοῦ,

φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ ωμανοῦ]

χος πλ. βʹ, ἰδιόμελον. Προοίμιον

11.pro.1

πρὸ ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθεὶς   ἐπὶ γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ·ὅθεν ἀστὴρ εὐαγγελίζεται μάγοιςἄγγελοι δὲ μετὰ ποιμένων ὑμνοῦσι

11.pro.5 τὸν ἄσπορον τόκον σου, ἡ κεχαριτωμένη.

11.1.1 Τὸν ἀγεώργητον βότρυν βλαστήσασα ἡ ἄμπελος  ὡς ἐπὶ κλάδων ἀγκάλαις ἐβάσταζε καὶ ἔλεγεν·"Σύ καρπός μου, σύ ζωή μου, [σύ] ἀφ᾿ οἔγνωντι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός,

11.1.5 τὴν σφραγῖδα τῆς παρθενίας μου ὁρῶς[α ἀ]κατάλυτονκηρύττω σε ἄτρεπτον Λόγον σάρκα γενόμενον. Οὐκ οδα σποράν, οδά σε λύτην τῆς φθορς· ἁγνὴ γάρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ·ὡς γὰρ ερες ἔλιπες μήτραν ἐμήν,

11.1.10 φυλάξας σώαν αὐτήν· διὰ τοῦτο συγχορεύει   πσα κτίσις βοῶσά μοι· Ἡ κεχαριτωμένη.  

11.2.1 Οὐκ ἀθετῶ σου τὴν χάρινς ἔχω πεῖραν, δέσποτα· οὐκ ἀμαυρῶ τὴν ἀξίανς ἔτυχον τεκοῦσά σε·τοῦ γὰρ κόσμου βασιλεύω· ἐπειδὴ κράτος τὸ σὸν ἐβάστασα γαστρί, πάντων κρατῶ·

11.2.5 μετεποίησας τὴν πτωχείαν μου τσυγκαταβάσει σουσαυτὸν ἐταπείνωσας καὶ τὸ γένος μου ψωσας. Εὐφράνθητέ μοι νῦν μα, γῆ καὶ οὐρανός· τὸν γὰρ ποιητὴν ὑμῶν βαστάζω ἐν χερσί·γηγενεῖς, ἀπόθεσθε τὰ λυπηρά,

11.2.10 θεώμενοι τὴν χαρὰνν ἐβλάστησα ἐκ κόλπων   ἀμιάντων, καὶ κουσα· Ἡ κεχαριτωμένη."

11.3.1

μνολογούσης δὲ τότε Μαρίας ν ἐγέννησεκολακευούσης δὲ βρέφοςμόνη ἀπεκύησεν,ἤκουσεν ἡ ἐν ὀδύναις   τεκοῦσα τέκνα, καὶ γηθομένη τῷ Ἀδὰμ Εα βοᾷ·

11.3.5 "Τίς ἐν τοῖς σί μου νῦν χησεν ἐκεῖνο ὃ ἤλπιζονΠαρθένον τὴν τίκτουσαν τῆς κατάρας τὴν λύτρωσιν,

ς μόνη φωνὴ ἔλυσέ μου τὰ δυσχερῆ   καὶ ταύτης γονὴ ἔτρωσε τὸν τρώσαντά με·ταύτην ν προέγραψεν υἱὸς Ἀμώς,

11.3.10 άβδος τοῦ εσσαὶ ἡ βλαστήσασά μοι κλάδον   οφαγοῦσα οὐ θνήξομαι, ἡ κεχαριτωμένη.

11.4.1 Τῆς χελιδόνος ἀκούσας κατ᾿ ὄρθρον κελαδούσης μοιτὸν ἰσοθάνατον πνον, Ἀδάμ, ἀφεὶς ἀνάστηθι·ἄκουσόν μου τῆς συζύγου· ἐγἡ πάλαι πτῶμα προξενήσασα βροτοῖς νῦν ἀνιστῶ.

11.4.5 Κατανόησον τὰ θαυμάσια, ἰδὲ τὴν ἀπείρανδρον   διὰ τοῦ γεννήματος ἰωμένην τοῦ τραύματος· ἐμὲ γάρ ποτε ελεν ὁ ὄφις καὶ σκιρτᾷ, ἀλλ᾿ ἄρτι ὁρῶν τούς ἐξ ἡμῶν φεύγει συρτῶς·κατ᾿ ἐμοῦ μὲν ψωσε τὴν κεφαλήν,

11.4.10 νυνὶ δὲ ταπεινωθεὶς κολακεύει, οὐ χλευάζειδειλιῶν ν ἐγέννησεν ἡ κεχαριτωμένη."   Ἀδὰμ ἀκούσας τούς λόγους ος φανεν ἡ σύζυγοςἐκ τῶν βλεφάρων τὸ βάρος εὐθέως ἀποθέμενος  ἀνανεύεις ἐξ πνου   καὶ ος ἀνοίξαςἔφραξε παρακοὴ οτως βοᾷ·

11.5.5 "Γλυκεροῦ ἀκούω κελαδήματος, τερπνοῦ μινυρίσματοςἀλλὰ τοῦ μελίζοντος νῦν ὁ φθόγγος οὐ τέρπει με· γυνὴ γάρ ἐστιν, ἧς καὶ φοβοῦμαι τὴν φωνήν· ἐν πείρεἰμί, ὅθεν τὸ θῆλυ δειλιῶ·ὁ μὲν χος θέλγει μες λιγυρός,

11.5.10 τὸ ὄργανον δὲ δονεῖ μὴ ς πάλαι με πλανήσῃ ἐπιφέρουσα ὄνειδος ἡ κεχαριτωμένη.

11.6.1 – Πληροφορήθητι, ἄνερ, τοῖς λόγοις τῆς συζύγου σου· οὐ γὰρ εὑρήσεις με πάλιν πικρά σοι συμβουλεύουσαν·τὰ ἀρχαῖα γὰρ παρῆλθε   καὶ νέα πάντα δείκνυσιν ὁ τῆς Μαριὰμ γόνος Χριστός.

11.6.5 Τούτου τῆς νοτίδος ὀσφράνθητι καὶ εὐθέως ἐξάνθησον,   ὡς στάχυς ὀρθώθητι· τὸ γὰρ ἔαρ σε ἔφθασεν,

ησοῦς Χριστὸς πνέει ς αρα γλυκερά· τὸν καύσωνα ᾧ ἦς ἀποφυγν τὸν αὐστηρόν,δεῦρο ἀκολούθει μοι πρὸς Μαριάμ,

11.6.10 καὶ αὐτῆς πρὸ τῶν ποδῶν ἐρριμένους θεωροῦσα   εὐθέως σπλαγχνισθήσεται ἡ κεχαριτωμένη.

11.7.1

– Ἔγνων, ὦ γύναι, τὸ ἔαρ καὶ τῆς τρυφῆς ὀσφραίνομαι  ἧς ἐξεπέσαμεν πάλαι· καὶ γὰρ ὁρῶ παράδεισον  νέον, ἄλλον, τὴν παρθένον   φέρουσαν κόλποις αὐτὸ τὸ ξύλον τῆς ζωῆςπερ ποτὲ

11.7.5 Χερουβὶμ ἐτήρει τὸ γιον πρὸς τὸ μὴ ψαῦσαι []μέ· τοῦτο τοίνυν ἄψαυστον ἐγβλέπων φυόμενον,

σθόμην πνοῆς, σύζυγε, τῆς ζωοποιοῦ   τῆς κόνιν ἐμὲ ὄντα καὶ ἄψυχον πηλὸν  ποιησάσης ἔμψυχον· ταύτης νυνὶ

11.7.10 τεὐοσμίᾳ ῥωσθείς, πορευθῶ πρὸς τὴν ἀνθοῦσαν   τὸν καρπὸν τῆς ζωῆς ἡμῶν, τὴν κεχαριτωμένην.  

11.8.1

δού εἰμι πρὸ ποδῶν σου, παρθένε, μῆτερ ἄμωμεκαὶ δι᾿ ἐμοῦ πν τὸ γένος τοῖς ἴχνεσί σου πρόσκειται.Μὴ παρίδς τούς τεκόνταςἐπειδὴ τόκος ὁ σὸς ἀνεγέννησε νῦν τούς ἐν φθορᾷ·

11.8.5 τὸν ἐν ιδπαλαιωθέντα με, Ἀδὰμ τὸν πρωτόπλαστον   οἰκτείρησον, θύγατερ, τὸν πατέρα σου στένοντα· τὰ δάκρυά μου βλέπουσα, σπλαγχνίσθητί μοι   καὶ τοῖς ὀδυρμοῖς κλῖνον τὸ ος σου εὐμενῶς·τὰ δὲ άκη βλέπεις μουπερ φορῶ,

11.8.10 ἃ ὄφις φανέ μοι· ἄμειψόν μου τὴν πενίαν   ἐνώπιον οἔτεκες, ἡ κεχαριτωμένη.

11.9.1 – Ναί, ἡ ἐλπὶς τῆς ψυχῆς μου, κἀμοῦ τῆς Εας ἄκουσον   καὶ τῆς ἐν λύπαις τεκούσης τὸ ασχος ἀποσόβησον,ὡς ἰδοῦσατι πλέον   ἐγἡ τλήμων τοῖς ὀδυρμοῖς τοῦ Ἀδὰμ τήκω τὴν ψυχήν·

11.9.5 τῆς τρυφῆς γὰρ οτος μνησκόμενος ἐμοὶ ἐπανίσταται   κραυγάζων ς· Εἴθε μὴ τῆς πλευρς μου ἐβλάστησας· καλὸν ν μή σε λαβεῖν εἰς βοήθειάν μου· οὐκ ἔπιπτον γὰρ νυνὶ εἰς τοῦτον τὸν βυθόν.Καὶ λοιπὸν μὴ φέρουσα τούς ἐλεγμούς

11.9.10 μηδὲ τὸν ὀνειδισμόν, κατακάμπτω τὸν αὐχένα  ἕως οἀνορθώσς με, ἡ κεχαριτωμένη."

11.10.1 Οἱ ὀφθαλμοὶ δὲ Μαρίας τὴν Εαν θεωρήσαντες   καὶ τὸν Ἀδὰμ κατιδόντες δακρύειν κατηπείγοντο·ὅμως στέγει καὶ σπουδάζει   νικν τὴν φύσιν ἡ παρὰ φύσιν τὸν Χριστὸν σχοῦσα υἱόν·

11.10.5 ἀλλὰ τὰ σπλάγχνα ἐταράττετο γονεῦσι συμπάσχουσα· τῷ γὰρ ἐλεήμονι μήτηρ ἔπρεπεν εσπλαγχνος. Διὸ πρὸς αὐτούς· "Παύσασθε τῶν θρήνων ὑμῶνκαὶ πρέσβις ὑμῖν γίνομαι πρὸς τὸν ἐξ ἐμοῦ·ὑμεῖς δὲ ἀπώσασθε τὴν συμφοράν,

11.10.10 τεκούσης μου τὴν χαράν· διὰ τοῦτο τὰ τῆς λύπης   ἐκπορθήσουσα κω νῦν ἡ κεχαριτωμένη.

11.11.1 Yἱὸν οἰκτίρμονα ἔχω καὶ λίαν ἐλεήμοναἐξ ν τπείρἐπέγνων· προσέχω πως φείδεται·πῦρ ὑπάρχων, ᾤκησέ με   τὴν ἀκανθώδη καὶ οὐ κατέφλεξεν ἐμὲ τὴν ταπεινήν·

11.11.5

ς πατὴρ οἰκτείρει υἱούς αὐτοῦ, οἰκτείρει ὁ γόνος μου   τούς φοβουμένους αὐτόν, ὡς Δαυὶδ προεφήτευσε. Τὰ δάκρυα ον στείλαντες, ἐκδέξασθέ με   μεσῖτιν ὑμῶν γενέσθαι πρὸς τὸν ἐξ ἐμοῦ·χαρς γὰρ παραίτιος ὁ γεννηθεὶς

11.11.10 ὁ πρὸ αἰώνων Θεός· ἡσυχάσατε ἀλύπωςπρὸς αὐτὸν γὰρ εἰσέρχομαι ἡ κεχαριτωμένη."

11.12.1

ήμασι τούτοις Μαρία καὶ ἄλλοις δὲ τοῖς πλείοσι   παρακαλέσασα Εαν καὶ ταύτης τὸν ὁμόζυγα,εἰσελθοῦσα πρὸς τὴν φάτνηναὐχένα κάμπτει καὶ δυσωποῦσα τὸν υἱὸν οτω φησί·

11.12.5

"Ἐπειδή με, ὦ τέκνον, ὕψωσας τσυγκαταβάσει σουτὸ πενιχρὸν γένος μου δι᾿ ἐμοῦ νῦν σοῦ δέεται. Ἀδὰμ γὰρ πρός μελυθε στενάζων πικρῶς· Εα δὲ αὐτῷ ὀδυνωμένη συνθρηνεῖ·ὁ δὲ τούτων αἴτιος ὄφις ἐστὶν

11.12.10 τιμῆς γυμνώσας αὐτούς· διὰ τοῦτο σκεπασθῆναι   ἐξαιτοῦσι βοῶντές μοι· Ἡ κεχαριτωμένη."  

11.13.1

ς δὲ τοιαύτας δεήσεις προσήγαγεν ἡ ἄμωμος   Θεῷ κειμένἐν φάτνῃ, λαβν εὐθύς ὑπέγραφεν·ἑρμηνεύων τὰ ἐσχάτωςφησίν· "Ὦ μῆτερ, καὶ διὰ σὲ καὶ διὰ σοῦ σζω αὐτούς.

11.13.5 Εἰ μὴ σῶσαι τούτους θέλησα, οὐκ ν ἐν σοὶ κησαοὐκ ν ἐκ σοῦ ἔλαμψα, οὐκ ν μήτηρ μου κουσας· τὴν φάτνην ἐγδιὰ τὸ γένος σου οἰκῶμαζῶν δὲ τῶν σῶν βουλόμενος νῦν γαλουχῶ,ἐν ἀγκάλαις φέρεις με χάριν αὐτῶν·

11.13.10 ὃν οὐχ ὁρΧερουβὶμ ἰδού βλέπεις καὶ βαστάζεις   κα[ὡ]ς υἱὸν κολακεύεις με, ἡ κεχαριτωμένη.

11.14.1 Μητέρα σε ἐκτησάμην ὁ πλαστουργὸς τῆς κτίσεως   καὶ σπερ βρέφος αὐξάνω ὁ ἐκ τελείου τέλειος·τοῖς σπαργάνοις ἐνειλοῦμαι   διὰ τούς πάλαι χιτῶνας δερματίνους φορέσαντας,

11.14.5 καὶ τὸ σπήλαιόν μοι ἐράσμιον διὰ τούς μισήσαντας   τρυφὴν καὶ παράδεισον καὶ φθορὰν ἀγαπήσαντας· παρέβησάν μου τὴν ζωηφόρον ἐντολήν· κατέβην εἰς γῆννα ἔχουσι τὴν ζωήν.Ἂν δὲ καὶ τὸ τερον μάθς, σεμνή,

11.14.10 ὃ μέλλω δρν δι᾿ αὐτούς, μετὰ πάντων τῶν στοιχείων   σὲ δονεῖ τὸ γενόμενον, ἡ κεχαριτωμένη."

11.15.1 Ἀλλὰ τοιαῦτα εἰπόντος τοῦ πσαν γλῶσσαν πλάσαντος   καὶ τῆς μητρὸς τδεήσει ταχέως ὑπογράψαντος,ἔτι επεν ἡ Μαρία· "Ἐὰν λαλήσω, μὴ ὀργισθς μοι τπηλῷ, ὦ πλαστουργέ·

11.15.5

ς πρὸς τέκνον παρρησιάσομαι· θαρρ[ὡ]ς σὲ γεννήσασα· σύ μοι γὰρ τῷ τόκσου πσαν καύχησιν δέδωκας.

μέλλεις τελεῖν τί ἐστι θέλω νῦν μαθεῖν· μὴ κρύψς ἐμοὶ τὴν ἀπ᾿ αἰῶνός σου βουλήν·ὅλον σε ἐγέννησα· φράσον τὸν νοῦν

11.15.10 ὃν ἔχεις περὶ ἡμς, ἵνα μάθω καὶ ἐκ τούτου  ὅσης ἔτυχον χάριτος ἡ κεχαριτωμένη.  

11.16.1 – Νικῶμαι διὰ τὸν πόθονν ἔχω πρὸς τὸν ἄνθρωπον", ὁ ποιητὴς ἀπεκρίθη. "Ἐγώ, δούλη καὶ μῆτερ μου,οὐ λυπῶ σε· γνωριῶ σοι  ἃ θέλω πράττειν καὶ θεραπεύσω σου ψυχήν, ὦ Μαριάμ.

11.16.5 Τὸν ἐν ταῖς χερσί σου φερόμενον τὰς χεῖρας ἡλούμενον   μετὰ μικρὸν ὄψει με, ὅτι στέργω τὸ γένος σου·

ν σύ γαλουχεῖς ἄλλοι ποτίσουσι χολήν· ὃν καταφιλεῖς μέλλει πληροῦσθαι ἐμπτυσμῶν·ὃν ζωὴν ἐκάλεσας, ἔχεις ἰδεῖν

11.16.10 κρεμάμενον ἐν σταυρῷ καὶ δακρύσεις ς θανόνταἀλλ᾿ ἀσπάσει μ[ε ἀ]ναστάντα, ἡ κεχαριτωμένη.

11.17.1

λων δὲ τούτων ἐν πείρβουλήσει μου γενήσομαικαὶ πάντων τούτων αἰτία διάθεσις γενήσεται ν ἐκ πάλαι&nbsnbsp;   ἕως ἄρτι   πρὸς τούς ἀνθρώπους ἐπεδειξάμην ς Θεός, σῶσαι ζητῶν."

11.17.5 Μαριὰμ δὲ τούτων ς κουσεν ἐκ βάθους ἐστέναξε   βοῶσα· "Ὦ βότρυς μου, μὴ ἐκθλίψωσί ς[ε ἄ]νομοι· βλαστήσαντός σου μὴ ὄψωμαι τέκνου σφαγήν." Ὁ δὲ πρὸς αὐτὴν ἔφησεν οτως εἰπών·"Παῦσαι, μῆτερ, κλαίουσαἀγνοεῖς·

11.17.10 ἐὰν γὰρ μὴ τελεσθῇ, ἀπολοῦνται οτοι πάντες   ὑπὲρ ν ἱκετεύεις με, ἡ κεχαριτωμένη.  

11.18.1

πνον δὲ νόμισον εναι τὸν θάνατόν μου, μῆτερ μου· τρεῖς γὰρ ἡμέρας τελέσας ἐν μνήματι θελήματι,μετὰ ταῦτα σοὶ ὁρῶμαι   ἀναβιώσας καὶ ἀνακαινίσας τὴν γῆν καὶ τούς ἐκ γῆς.

11.18.5 Ταῦτα, μῆτερ, πσιν ἀνάγγειλον, ἐν τούτοις πλουτίσθητιἐκ τούτων βασίλευσον, διὰ τούτων εὐφράνθητι."

Ἐξῆλθεν εὐθύς ἡ Μαριὰμ πρὸς τὸν Ἀδάμεὐαγγελισμὸν φέρουσα τΕὔᾳ φησί·"Τέως ἡσυχάσατεσον μικρόν·

11.18.10 ἠκούσατε γὰρ αὐτοῦπερ επεν ὑπομεῖναι   δι᾿ ὑμς τούς βοῶντάς μοι· Ἡ κεχαριτωμένη."  

12 (XXXVII). Рождество Христово (3-й кондак)

12.t.1

Κοντάκιον μεθεόρτιον τῆς Χριστοῦ γεννήσεως, φέρον ἀκροστιχίδα τήνδε [ μνος ωμανοῦ]

χος δʹ

[ οἱ οκοι]· Ἡ προσευχὴ ὁμοῦ καὶ [στεναγμός]

Προοίμιον

12.pro.1 Κατεπλάγη ωσὴφ τὸ ὑπὲρ φύσιν θεωρῶν,καὶ ἐλάμβανεν εἰς νοῦν τὸν ἐπὶ πόκον ὑετὸν   ἐν τἀσπόρκυήσει σου, Θεοτόκε,βάτον ἐν πυρὶ ἀκατάφλεκτον,

12.pro.5 ῥάβδον Ἀαρν τὴν βλαστήσασαν· καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ τοῖς ἱερεῦσιν ἐκραύγαζεν· Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν μένει παρθένος. 12.1.1

περ ὁρῶ νοῆσαι οὐ χωρῶ· ὑπὲρ νοῦν γὰρ ὑπάρχει ἀνθρώπινον   πῶς πῦρ φέρων ὁ χόρτος οὐ φλέγεται,ἀμνὰς βαστάζει λέοντα, ἀετὸν δὲ χελιδώνκαὶ δεσπότην ἡ δούλη·

12.1.5 γαστρὶ θνητΘεὸν ἀπεριγράπτως   Μαρί[α ἐ]μὸν σωτῆρα ἑκόντα φέρει, ὅθεν χαιρῶν βοῶ· Παρθένος τίκτει καὶ μετὰ τόκον [πάλιν μένει παρθένος.]

12.2.1

βριν οὐδεὶς ἡγεῖται βασιλεύς, ὅταν τὸν ἐχθρὸν θέλχειρώσασθαικν σχῆμα στρατιώτου ἐνδύσηται·διὸ Θεὸς τὸν τρώσαντα τὸν Ἀδὰμ τρῶσαι ζητῶν   ἐκ παρθένου σαρκοῦται,

12.2.5 καὶ γίνεται παγὶς τῷ [παμ]πανούργῳ μορφὴν ἡμετέραν λαβν ὁ πρὸ αἰώνων, ὅνπερ δίχα σπορς   παρθένος τίκτει [καὶ μετὰ τόκον πάλιν μένει παρθένος.]  

12.3.1 Μάννα ποτὲ καὶ στάμνον τὴν χρυσῆν κιβωτὸν Μωσῆς γράφει βαστάζουσαν· τί βούλεται δὲ ταῦτα ζητήσωμεν·οὐδὲν γὰρ ἀργὸν ἔγκειται τγραφοὐδ᾿ ἀσαφέςἀλλὰ πάντα εὐθέα.

12.3.5

στάμνος ἡ χρυσῆ Χριστοῦ τὸ σῶματὸ μάννα θεῖος λόγος περ ἡνώθη· τίς δὲ ἡ κιβωτόςΠαρθένος τίκτει καὶ μετὰ τόκον πάλιν μένει [παρθένος.]

12.4.1 Νῦν θεωρῶ τὴν άβδον Ἀαρν τὴν ἀνθήσασαν δίχα ἀρδεύοντος, ἣν Ἀμς σαΐας μοι ἔγραψεν."Ἰδού, φησιν, ἐλεύσεταιάβδος ἐκ τοῦ εσσαὶ   καὶ ἐκ ίζης τὸ ἄνθος."

12.4.5

Ἡ ῥάβδος Ἀαρν καὶ εσσαὶ τίςΜαρία ἡ ἀνθοῦσα ἀγεωργήτως [τὸν καρπὸν ν ἐμοὶ   παρθένος τίκτει, καὶ μετὰ τόκον πάλιν μένει παρθένος.]

12.5.1 Οτω ποτὲ καὶ πῦρ ἐν βάτῳ ἦν φωταυγοῦν καὶ μὴ καῖον τὴν ἄκανθα, ὡς νῦν ἐν τπαρθένὁ Κύριος·  οὐ γὰρ φαντάσαι θελε τὸν Μωσέα ὁ Θεὸς   οὐδὲ καταπτοῆσαι·

12.5.5 γνωρίζων δὲ αὐτῷ τὰ μετὰ ταῦταἐδείκνυε πυρφόρον τὴν βάτον, ὅπως μάθῃ ὅτι Χριστὸν   παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν [μένει παρθένος.]

12.6.1 Σέ, Ἰησοῦ, δηλοῦσιν αἱ γραφαί, ἡ μὲν μάννα καὶ στάμνον σημαίνουσαἡ δὲ ἐκ ίζης ἄνθος γνωρίζουσα·καὶ σὴν μητέρα λέγουσιν ἄνθος, ῥάβδον, κιβωτόντὴν σὲ φέρουσαν κόλποις,

12.6.5 τὴν διὰ πνεύματος ἀνεωχθεῖσαν   καὶ μετὰ τοῦτο μείνασαν κεκλεισμένην, ἵνα πς τις ἐρεῖ· Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν [μένει παρθένος.]

ῆμα χαρς εἰπν ὁ Γαβριὴλ τπαρθέντὸν λόγον ἐνέσπειρετὴν ἄγαμον λοχὸν δείξας πνεύματι·"Ἰδού μετὰ σοῦ Κύριος, καὶ ἐκ σοῦ ὁ καὶ πρὸ σοῦὁ πατήρ σου υἱός σου,

12.7.5 ὁ πέμψας με πρὸς σὲ καὶ προλαβών μεὁ καὶ μετὰ τὸν τόκον γνὴν τηρῶν σε, ἵνα πς τις ἐρεῖ· Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν μένει παρθένος.

12.8.1

σθη Ἀδάμ, διὸ Θεὸς Ἀδὰμ τῷ Ἀδὰμ μηχανώμενος ἔγερσιν   τῆς σῆς κοιλίας τοῦτον ἀνέλαβε·γυνὴ τὸ πρὶν κατέβαλε καὶ γυνὴ νῦν ἀνιστᾷ ἐκ παρθένου παρθένος·

12.8.5 τὴν Εαν ὁ Ἀδὰμ οὐκ ἔγνω τότεοὐδὲ τὴν Θεοτόκον ὁ ωσὴφ νῦν, ἀλλὰ δίχα σπορς   παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν [μένει παρθένος.]"  

12.9.1 Μόνον δὲ τῶνημάτων κουσε τοῦ ἀγγέλου, ἡ κόρη ἐβόησε· "Πῶς ἔσται, ὅτι πέλω ἀπείρανδρος;ὁ νῦν θαλάμοις ἔχων μες μνηστήρ, οὐκ ς ἀνήρἑαυτῷ με φυλάττει·

12.9.5 εἰ δὲ γενήσεταιπερ σύ λέγειςσωματικοῦ μοι γάμου τὸ πργμα κρεῖττον, ὅπως πς τις ἐρεῖ· Παρθένος τίκτει καὶ μετὰ τόκον [πάλιν μένει παρθένος.]

12.10.1

– Ἄκουσόν μου, φησίν, ὦ Μαριάμ· πρὸς γὰρ σὲ ἀπεστάλην ὁ ἄσαρκος  ὡς ἄλλον πόλον μέλλουσαν γίνεσθαι.Μὴ θς ἐν τκαρδίσουτι μέλλει ωσὴφ  [σὲ] γυναῖκα λαμβάνειν·

12.10.5 προώρισέ σε γὰρ ὁ πλαστουργός σου   βαστσαι τοῦτον σπερ ὁ θρόνος ἄνω, ἵνα πς τις ἐρεῖ· Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν μένει [παρθένος.]

12.11.1 – Νύξ ἀμειδὴς ἡ φύσις ἡ ἐμή· καὶ πῶς ἐξ αὐτῆς λάμψει ὁ λιος; Ὢ ἄπιστον λέγεις μοι, ἄνθρωπε·γυνὴ ἡ πρὶν τὸν θάνατον προξενήσασα βροτοῖςπῶς ζωὴν νῦν βλαστήσει;

12.11.5 Πηλὸν ὁ πλαστουργὸς πῶς μοι οἰκήσει;   Τὴν ἀκανθώδη φύσιν τὸ πῦρ οὐ φλέγει; Ὄντως πς τις ἐρεῖ· Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν [μένει παρθένος.]

12.12.1

– Ὅλον Θεὸς βεβούλευται ἐκ σοῦ καινουργῆσαι φθαρέντα τὸ_#957; ἄνθρωπονΜὴ λέγε· Πῶς οἰκεῖ καὶ οὐ φλέγει με;Τὸ πῦρ περ σύ δέδοικας ἔσται ὄμβρος ἐπὶ σέ, ὡς Δαυὶδ πρ[οα]νεφώνει·

12.12.5

ς ὑετός φησίν –  [ὁ ἐ]πὶ τὸν πόκονοτως οἰκεῖ τὴν κόρην Θεὸς ἡσύχως, ἵνα πς τις ἐρεῖ· Παρθένος [τίκτει καὶ μετὰ τόκον πάλιν μένει παρθένος.]"

12.13.1

μνησον ον Χριστόν, ὦ Μαριάμ, τὸν καὶ κάτω σοι κόλποις φερόμενον   καὶ ἄνω [τῷ] πατρὶ συγκαθήμενον,μαστὸν τὸν σὸν μὲν λκοντα, χορηγοῦντα δὲ θνητοῖς   βρῶσιν θείαν ὑψόθεν,

12.13.5 τὸν ἄνω, ὡς σκηνήν, οἰκοῦντα πόλονκαὶ κάτω ἐν σπηλαίἀνακλιθέντα διὰ πόθον βροτῶν· Παρθένος τίκτει καὶ μετὰ τόκον [πάλιν μένει παρθένος.]

13 (LXXXIII). Рождество Христово (стихиры)

13.t.1

Εἰς τούς στίχους στιχηρά, ἦχος πλ. βʹ, ἔχοντα ἀκροστιχίδα·[ ανος ταπεινοῦ ωμανοῦ εἰς τὰ γενέθλια].

13.1.1 Αἱ ἀγγελικαὶ προπορεύεσθε δυνάμεις·οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν φάτνην· ὁ Λόγος γὰρ γεννται, ἡ σοφία προέρχεται. Δέχου ἀσπασμόν, ἡ ἐκκλησία, εἰς τὴν χαρὰν τῆς Θεοτόκου·

13.1.5λαοὶ εἴπωμεν· "Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι." 13.2.1

δν ωσὴφ τὰς οὐρανίους δυνάμεις  εἰς προσκύνησιν τοῦ σαρκωθέντος προσδραμούσας,

πόρει τὸ μυστήρ[ιον] τοῦ τεχθέντος βασιλέως, μάγους μετὰ δώρων προσκυνοῦντας τὸν ἐκ τῆς Παρθένου προελθόντα·

13.2.5διὸ ἔλεγεν· "Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι."

13.3.1 Νίκην κατ᾿ ἐχθρῶν κεκτημένοι τὸν τεχθέντα,καταβάλλομεν τὴν δυναστείαν τοῦ Βελίαρ. Χριστοῦ γὰρ γεννηθέντος, ἐδεσμεύθη ὁ τύραννος·

θεν προσκυνοῦμέν σου τὸν τόκον τῆς εὐλογημένης Θεοτόκου,

13.3.5πιστῶς κράζοντες· "Εὐλογημένος ὁ τεχθεὶς ἐκ κόρης θεόπαιδος."

13.4.1

ρος νοητὸν ἀνεδείχθης, ὦ παρθένε·ἐτμήθη γὰρ ἐκ σοῦ ὁ ἀκρογωνιαῖος λίθος,

ν εδεν ὁ προφήτης τὴν εἰκόνα ὀλέσαντα· οτος γὰρ συνέτριψε τὸ κράτος τοῦ δεινοῦ φθορέως τῶν ἀνθρώπων·

13.4.5διὸ κράξωμεν· "Εὐλογημένος [ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι]." 13.5.1 Σάλπιγγος φωνὴν ἀναλάβετε, ποιμένες·λόγους μαγικούς ἀπορρίψατε, οἱ μάγοι· ὁ Λόγος γὰρ γεννται, ὁ Θεὸς ἐμφανίζεται. Δεῦτε, θυγατέρες βασιλέων, εἰς τὴν χαρὰν τῆς Θεοτόκου·

13.5.5λαοί, εἴπωμεν· Εὐλογημένος [ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι].

13.6.1 Τέτοκε χαρὰν ἡ ἀπείρανδρος παρθένος·πέπαυται λοιπὸν τοῦ προπάτορος ἡ λύπη· ὁ ἄκτιστος γεννται, ὁ ἀχώρητος χωρεῖται· σήμερον ἡ χάρις ἐπεφάνη, σήμερον ἡ πλάνη κατεπόθη·

13.6.5λαοί, εἴπωμεν· Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.

13.7.1 Αὐλὸν ποιμενικὸν ἀποβάλλεσθε, ποιμένες·τὸν ἐν Βηθλεὲμ ἀνυμνήσατε δεσπότην· ἐκ κόρης γὰρ προῆλθεν ὁ λυτρούμενος τὸν κόσμον, λέλυται τῆς Εας ἡ κατάρα διὰ τοῦ τεχθέντος ἐκ Παρθένου·

13.7.5λαοί, εἴπωμεν· Εὐλογημένος ὁ καρπός, ἁγνή, τῆς κοιλίας σου.  

13.8.1 Ποῖος νοῦς βροτῶν ἑρμηνεύσει σου τὸν τόκον;Τί καλέσωμέν σε, ὑπερένδοξε Μαρία;

Ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ τὴν κτίσιν πλαστουργήσας. "Χαῖρέ σοι", βοήσω τἀμνάδι· "Χαῖρέ σοι", προσείπω τπαρθένῳ·

13.8.5λαοί, εἴπωμεν· Εὐλογημένος [ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι].

13.9.1

Ἐν ἀλαλαγμῷ νῦν κροτήσωμεν τὰς χεῖρας,τὴν ἀγγελικὴν συστησώμεθα χορείαν· ἐτέχθη γὰρ ὁ Κύρ[ιος] ἐκ Μαρίας τῆς παρθένου

να τούς πεσόντας ἀναστήσκαὶ κατερραγμένους ἀνορθώσ

13.9.5πιστῶς κράζοντας· Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, [δόξα σοι].

13.10.1

δού τέτοκεν Ἐμμανουὴλ ἡ παρθένος,καὶ πεπλήρωνται τῶν θεοφόρων προφητεῖαι· ἐβλάστησεν ἡ άβδος, καθς επεν σαΐας.

Ἐγνώσθης ἐν μέσδύο ζων, ἦλθες εἰς σωτηρίαν λαοῦ σου·

13.10.5διὸ κράζωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.] 13.11.1 Νόμου ποιητὴς ὑπὸ νόμου ἐσαρκώθη·ἄχρονος Yἱὸς ἐκ παρθένου ἐγεννήθη· ὁ πλάστης τῶν πάντων ἐν τφάτνἀνεκλίθη· ἐκ Πατρὸς ἀμήτωρ γὰρ ὑπάρχων, γέγονεν ἀπάτωρ ἐκ παρθένου·

13.11.5λαοὶ εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.]

13.12.1

ντως ἡ χαρὰ ἐν σπηλαίνῦν ἐτέχθη· σήμερον χοροὶ ἀγάλλονται ἀσωμάτων· αἰνοῦσιν ἔθνη πάντα τὴν ἀμόλυντον παρθένον· σήμερον γὰρ τίκτει τὸν σωτῆρα, σήμερον χορεύει ὁ προπάτωρ·

13.12.5λαοὶ εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.]

13.13.1

μνον ὁ χορὸς τῶν ἀγγέλων ἀναμέλπει  σοὶ τφωτεινκαὶ ἀπειράνδρΜαρίᾳ, γηθόμενος χορεύει ἐν τῷ τόκσου ἀξίως. Χαῖρε, ἡ ἐλπὶς τῶν οἰκετῶν σου· χαῖρε, προστασία ὀρθοδόξων·

13.13.5λαοί, εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.] 13.14.1

άμνος θεϊκὸς ἀνακέκλιται ἐν φάτνῃ,ἄνω σύν Πατρὶ δοξαζόμενος ἐν θρόνῳ· ἑκν γὰρ ἐσαρκώθη, μὴ κενώσας οὐράνια· δέει καὶ χαρδορυφορεῖται γόνασι μητρὸς καὶ ταῖς ἀγκάλαις·

13.14.5λαοί, εἴπωμεν· Εὐλογημένος ὁ τεχθεὶς [Θεὸς ἡμῶν, δόξα σοι.]

13.15.1

σπερ ἐκ Πατρὸς ἀνεβλάστησας ἀμήτωρ,οτως ἐκ μητρὸς ἐνηνθρώπησας ἀπάτωρ, τὸ μὲν ἀσώματος γάρ, τὸ δὲ πάλιν ἐν σώματι·

θεν Χερουβὶμ δοξολογοῦσιν· Δόξα σοι Θεῷ τῷ ἐν ὑψίστοις.

13.15.5Λαοί, εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.]

13.16.1 Μέγα τοῦ Πατρὸς πεφανέρωται ἐκ κόρης,θεῖον, εὐσεβὲς καὶ μυστήριον τῷ κόσμῳ· παιδίον γὰρ ἐτέχθη ὁ κατέχων τὰ σύμπαντα, μόρφωσιν ἑκν τοῦ πρωτοπλάστου εἴληφε σαρκὸς ἐξ ἀπειράνδρου.

13.16.5Λαοί, εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.] 13.17.1

νθος εσσαὶ ἐξελεύσεται ἐκ άβδου,ὑπὸ τοῦ φαιδροῦ προηγόρευται προφήτου· ὁρῶμεν γὰρ παρθένον ὑπὲρ φύσιν κυήσασαν

άμνον ποθεινὸν ἐξ οὐρανόθεν, σύνθρονον Πατρὸς ἐν τοῖς ὑψίστοις.

13.17.5Λαοί, εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.]

13.18.1 Νέεσθε λοιπόν, οἱ φυλάσσοντες ποιμένες·ἴδετε &##920;εὸν νηπιάσαντα ἀτρέπτως, καὶ παύσασθε αὐλοῦντες, καὶ σκιρτῶντες θαυμάσατε

τι ἐν χερσὶν ἡ Θεοτόκος φέρει ὑϊὸν πρὸ ἑωσφόρου.

13.18.5Λαοί, εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.]

13.19.1

ρος τοῦ Θεοῦ προετύπωσέν σε πάλαι,ἄνανδρε, σεμνή, ὑπερένδοξε, προφήτης· ὁ λίθος γὰρ ἐτμήθη ἐκ γαστρός σου, σωτὴρ ἡμῶν. Νέμεται Ἀδὰμ ἐλευθερίαν, λύεται δεσμὰ τῆς μαρτίας·

13.19.5λαοί, εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.] 13.20.1

μνον αἰνετὸν ἀνυμνήσατε ἀπαύστως  τῷ ἐν Βηθλεὲμ ἀνατείλαντι δεσπότῃ· ἀσπόρως γὰρ σαρκοῦται, ἀληθείγεγέννηται. Μέλψωμεν, λαοί, σύν τοῖς ἀγγέλοις· "Δόξα τῷ Θεῷ ἐν τοῖς ὑψίστοις",

13.20.5πιστῶς κράζοντες· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.]

13.21.1

δειξεν ἡμῖν συναγάλλεσθαι, Παρθένε,τόκος μυστικὸς σπαργανούμενος ἐν φάτνῃ· οἰκήσας γὰρ ἐν μήτρπαρθενίαν οὐκ ἔλυσεν· φαίνεται ἑκν ἀνανθρωπήσας ὁ Λόγος σαρκωθεὶς ἀνερμηνεύτως.

13.21.5Λαοί, εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.]

13.22.1

δοσαν λαοὶ τὸ σωτήριον τῆς δόξης  ἐκ παρθενικῆς ἀνατείλαντα νηδύος. Ποιμένες μὲν θαυμάζουν, οἱ δὲ μάγοι προσάγουσιν λίβανον, χρυσὸν καὶ εδος σμύρνης, τύπωμα πιστῶν τὸ τῆς Τριάδος·

13.22.5λαοί, εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.] 13.23.1 Σήμερον Ἀδὰμ ἀνακέκληται ἐκ πλάνης  καὶ τῆς ζοφερς τοῦ ἀλάστορος ἀπάτης· Χριστὸς γὰρ ἐκ Παρθένου σωματοῦται ς ἄνθρωπος,ὃς καὶ τὸν Ἀδὰμ ἀνακαλέσας ελε τὴν ἀρὰν ἐκ τῆς παρθένου·

13.23.5λαοί, εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.]

13.24.1 Τύπος κιβωτοῦ προτετύπωται Παρθένος  τέξασα Θεός, ἱλαστήριον τοῦ κόσμου, ἐν ᾗ ἦν γὰρ καὶ στάμνος ἡ τὸ μάννα κατέχουσα, δι᾿ς σραὴλ ἐπωδηγεῖτο· διὸ καὶ ἡμεῖς τΘεοτόκ

13.24.5ὕμνον εἴπωμεν· Εὐλογημένη ἡ Θεὸν ἀφράστως κυήσασα.

13.25.1

φραστον, φρικτὸν τὸ μυστή[ριον τοῦ Λόγου]πσι, γηγενεῖς, καὶ στρατεύμασι πυρίνοις· λαθν γὰρ ἀσωμάτων τὰς δυνάμεις σεσάρκωται,   φαίνεται Θεὸς ἐνανθρωπήσας· πῶς δὲ προῆλθεν, λανθάνει πάντας·

13.25.5διὸ εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.]

13.26.1 Γῆ καὶ οὐρανός, συναγάλλεσθε, ὁρῶντες  τὸν Ἐμμανουὴλν ἐκήρυξαν προφῆται

ς ἄνθρωπον ὀφθέντα καὶ ἐν φάτνκαθεύδοντα,

νπερ οἱ χοροὶ τῶν ἀσωμάτων τρέμουσιν ἀεὶ ἀτενίζειν·

13.26.5αὐτῷ εἴπωμεν· Εὐλογημένος ὁ τεχθεὶς [Θεὸς ἡμῶν, δόξα σοι.]

13.27.1

γνωσαν σαφῶςτι σήμερον ἐτέχθη  [ὁ σύν τῷ Πατρὶ] συστησάμενος τὰ πάντα [αἱ τάξεις τῶν ἀγγέλων, καὶ οἱ] μάγοι ἐκ[ραύγαζον· "Σήμερον Χριστὸς ἐκ τῆς Παρθ]ένου τίκτεται ἡμῖν εἰς [σωτηρίαν·

13.27.5διὸ κράξατε·] Εὐλογημένος ὁ τεχθεὶς Θεὸς [ἡμῶν, δόξα σοι]".

13.28.1 "Νῦν τὴν Βηθλεὲμ καταλάβωμεν σπουδαίως  καὶ τὴν τῆς φωνῆς ἀκριβήσωμεν ἐλπίδα", ποιμένες ἀγραυλοῦντες πρὸς ἀλλήλους ἀπέφηναν. "Ζένα γάρ εἰσι τὰ λαληθέντα, μλλον δὲ φρικτὰ τὰ ἀκουσθέντα·

13.28.5διὸ εἴπωμεν· [Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.]" 13.29.1

Ἐν τπενιχρθεασάμενος ς βρέφος  ἄγραυλος χο[ρὸς ἀν]ακείμενον ἐν φάτντὸν μόνον εὐεργέτην τῶν πάντων καὶ Κύριον, ἔκραζον φαιδρῶς σύν τοῖς ἀγγέλοις· "Δόξα τῷ Θεῷ [ἐν τοῖς] ὑψίστοις·

13.29.5διὸ εἴπωμεν· Εὐλογημένος ὁ τεχθεὶς [Θεὸς ἡμῶν, δόξα σοι.]"

13.30.1 Θεόθεν σαφῶς παιδευόμενοι, οἱ [μάγοι  ἀπ᾿ ἀνα]τολῶν παρεγένοντο σπουδαίως, ζητοῦντες τὸν τεχθέντα βασιλέα τῆς κτίσεως· ἴδον γὰρ αὐτοῦ τὸν ἑωσφόρον λάμποντα φαιδρῶς, καὶ σοφισθέντες

13.30.5λαμπρῶς ἔλεγον· Εὐλογημένος ὁ τεχθεὶς [Θεὸς ἡμῶν, δόξα σοι.]

13.31.1 Λίβανον, χρυσὸν κομισάμενοι καὶ σμύρνανκαὶ τφαειντοῦ ἐκλάμποντος ἀστέρος  οἱ μάγοι ἐκθραυσθέντες τῷ τεχθέντι προσέφερον,

θεν καὶ Θεὸν προσωμολόγουν τὸν ἐκ τῆς γνῆς ἐμφανισθέντα·

13.31.5 διὸ ἔκραζον· "Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι."

13.32.1

δού ἡ γνὴ ἀνεβόησεν Παρθένος·"Τίκτω νῦν υἱὸν ὑπὲρ ἔννοιαν καὶ λόγον, Θεὸν ν σαΐας ..." † καταυγάζων τὰ σύμπαντα,   ἄφθορον αὐτὴν διαφυλάττων, λύσας τοῦ Ἀδὰμ τὴν μαρτίαν·

13.32.5διὸ εἴπωμεν· "Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι."

13.33.1

νω στρατιαὶ καὶ οὐράνιοι δυνάμεις μνον ἐκτενῆ καὶ ἀσίγητον βοῶσιν· βροτοὶ δὲ ἐν σπηλαίπροσκυνοῦντες κραυγάζουσιν· "Δόξα σοι, Χριστέ, τῷ κατελθόντι σῶσαι χοϊκούς ἐκ τῆς κατάρας.

13.33.5Διὸ ψάλλωμεν· Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι."

14 (IV). Сретение Господне.

14.t.1

Μηνὶ φεβρουαρίβʹ, κοντάκιον εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου, ἦχος αʹ,

φέρον ἀκροστιχίδα·[ τοῦτο ωμανοῦ τὸ ἔπος]

πρός· Τὸ φοβερόν σου. Προοίμιον I

14.pro 1.1 Χορὸς ἀγγελικὸς ἐκπληττέσθω τὸ θαῦμα,βροτοὶ δὲ ταῖς φωναῖς ἀνακράξωμεν μνον,ὁρῶντες τὴν ἄφατον τοῦ Θεοῦ συγκατάβασιν·

ν γὰρ τρέμουσι τῶν οὐρανῶν αἱ δυνάμεις,

14.pro 1.5νῦν γηράλαιαι ἐναγκαλίζονται χεῖρες   τὸν μόνον φιλάνθρωπον.

Προοίμιον II

14.pro 2.1

σάρκα δι᾿ ἡμς ἐκ παρθένου φορέσας  καὶ βρέφος βασταχθεὶς ἐν ἀγκάλαις πρεσβύτου,τὸ κέρας ἀνύψωσον τῶν πιστῶν βασιλέων ἡμῶν· τούτους κράτυνον ἐν τδυνάμει σου, Λόγε,

14.pro 2.5τούτων εφρανον τὴν εὐσεβῆ βασιλείανὁ μόνος φιλάνθρωπος.

Προοίμιον III

14.pro 3.1

μήτραν παρθενικὴνγιάσας τῷ τόκσου  καὶ χεῖρας τοῦ Συμεν εὐλογήσας, ὡς ἔπρεπε,προφθάσας καὶ νῦν ἔσωσας ἡμς, Χριστὲ ὁ Θεός· ἀλλ᾿ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα

14.pro 3.5καὶ κραταίωσον βασιλέας ος γάπησαςὁ μόνος φιλάνθρωπος.  

14.1.1

]#932;ῇ Θεοτόκπροσδράμωμεν οἱ βουλόμενοι   κατιδεῖν τὸν υἱὸν αὐτῆς πρὸς Συμεν ἀπαγόμενον·

νπερ οὐρανόθεν οἱ ἀσώματοι βλέποντες   ἐξεπλήττοντο λέγοντες·

14.1.5 "Θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα·ὁ τὸν Ἀδὰμ γὰρ δημιουργήσας βαστάζεται ς βρέφος·ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ πρεσβύτου· ὁ ἐπὶ τῶν κόλπων τῶν ἀπεριγράπτων ὑπάρχων τοῦ πατρὸς αὐτοῦ  ἑκν περιγράφεται σαρκί, οὐ θεότητι,

14.1.10 ὁ μόνος φιλάνθρωπος."

14.2.1

τε δὲ ταῦτα ἐφθέγξαντο, ἀοράτως μὲν   προσεκύνουν τὸν Κύριον, ἀνθρώπους δὲ ἐμακάριζον

τι ὁ ἐπ᾿μων Χερουβὶμ ἐποχούμενος   σύν αὐτοῖς πολιτεύεται·

14.2.5

τι τοῖς γηγενέσιν ἐφάνη εὐπρόσιτος ὁ ἀγγέλοις ἀπρόσιτος·ὅτι ὁ φέρων καὶ περιέπων τὰ σύμπαντα ς κτίστης,ὁ τὰ βρέφη διαπλάττων ἐν κοιλίαις τῶν μητέρων γέγονεν ἀτρέπτως βρέφος ἐκ παρθένου, καὶ ἔμεινεν ἀχώριστος  πατρὸς καὶ τοῦ πνεύματος ὁ τούτων συνάναρχος,

14.2.10 ὁ μόνος φιλάνθρωπος.  

14.3.1

μνουν ἐν τούτοις οἱ ἄγγελοι τὸν φιλάνθρωπονΜαριὰμ δὲ ἐβάδιζεν ἀγκάλαις τοῦτον βαστάζουσα, καὶ διενοεῖτο πῶς καὶ μήτηρ ἐγένετο   καὶ παρθένος διέμεινεν.

14.3.5

πὲρ φύσιν γινώσκουσα εναι τὴν γέννησιν, ἐφοβεῖτο καὶ ἔφριττε·καθ᾿ ἑαυτὴν δὲ λογιζομένη, ἐφθέγγετο τοιαῦτα·"Ποίαν ερω, ὑϊέ μου, ἐπὶ σοὶ προσηγορίαν;

Ἐὰν γάρ, ὡς βλέπω, ἄνθρωπόν σε εἴπω, ὑπάρχεις ὑπὲρ ἄνθρωπον,ὁ τὴν παρθενίαν μου φυλάξας ἀκήρατον,

14.3.10 ὁ μόνος φιλάνθρωπος.

14.4.1 Τέλειον ἄνθρωπον εἴπω σε; Ἀλλ᾿ ἐπίσταμαι   θεϊκήν σου τὴν σύλληψιν· οὐδεὶς ἀνθρώπων γὰρ πώποτε δίχα συνουσίας καὶ σπορς συλλαμβάνεται  ὥσπερ σύ, ἀναμάρτητε·

14.4.5 κν Θεόν σε καλέσω, θαυμάζω ὁρῶσά σε κατὰ πάντα μοι μοιον,οὐδὲ γὰρ ἔχεις παρηλλαγμένον οὐδὲν τῶν ἐν ἀνθρώποις,εἰ καὶ δίχα μαρτίας συνελήφθης καὶ ἐτέχθης. Γαλακτοτροφήσωδοξολογήσω; Θεὸν γάρ σε τὰ πράγματα  κηρύττουσιν ἄχρονον, κν γέγονας ἄνθρωπος,

14.4.10 ὁ μόνος φιλάνθρωπος."  

14.5.1 Οτως εἰσήχθη ὁ Κύριος βασταζόμενος   σύν τοῖς ὁλοκαυτώμασιν ἐν τῷ ναῷ, καθς γέγραπται,

νπερ ἐξ ἀγκάλων τῆς μητρὸς ὑπεδέξατο   Συμεν ὁ μακάριος·

14.5.5 ἡ χαρὰ καὶ ὁ φόβος συνεῖχε τὸν δίκαιον· τῆς ψυχῆς γὰρ τοῖς ὄμμασι  τῶν ἀρχαγγέλων καὶ τῶν ἀγγέλων τὰ τάγματα ἑώρα  μετὰ φόβου παρεστῶτα καὶ Χριστὸν δοξολογοῦντα. Καὶ καθικετεύων ἐν τδιανοίἐβόα· "Σύ με φύλαξον,καὶ μὴ καταφλέξμε τὸ πῦρ τῆς θεότητος,

14.5.10 ὁ μόνος φιλάνθρωπος.

14.6.1

ώννυμαι νῦν ὁ ταλαίπωρος, ὅτι εδόν σου   τὸ σωτήριον, Κύριε. Σύ χαρακτὴρ ὁ παντέλειος τῆς ἀκαταλήπτου πατρικῆς ὑποστάσεωςὁ φωστὴρ ὁ ἀπρόσιτος,

14.6.5 ἡ σφραγὶς τῆς θεότητος ἡ ἀπαράλλακτος, τὸ τῆς δόξης ἀπαύγασμα  τὸ καταλάμπον τὰς τῶν ἀνθρώπων ψυχὰς ἐν ἀληθείᾳ,ὁ ὑπάρχων πρὸ αἰώνων καὶ τὰ σύμπαντα ποιήσας· φῶς γὰρ τηλαυγὲς εἶ, φῶς τὸ τοῦ πατρός σου, ἀσύγχυτον, ἀορίστον  καὶ ἀπερινόητον, κν γέγονας ἄνθρωπος,

14.6.10 ὁ μόνος φιλάνθρωπος.  

14.7.1

ἀγαθὲ καὶ φιλάνθρωπε, τὰς τοῦ βελ σύ   προσφορὰς προσεδέξω πρὶν καὶ τὰς τῶν ἄλλων δικαίων σου· τίνι τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα   προσκομίζεις, πανάγιε;

14.7.5

τι μείζονα ἄλλον οὐκ ἔχεις ἐπίσταμαι, ἀσυλλόγιστε Κύριε·ὁ γὰρ πατήρ σου τὸ κατ᾿ οὐσίαν οὐδέν σου ὑπερέχει·ὁμοούσιος γὰρ τούτου καὶ συνάναρχος ὑπάρχεις· ἀλλὰ να δείξςς ἐν ἀληθείὑπάρχεις περ γέγονας,ὡς φύλαξ τοῦ νόμου σου θυσίαν προσήνεγκας,

14.7.10 ὁ μόνος φιλάνθρωπος.

14.8.1 Μέγας ὑπάρχεις καὶ ἔνδοξος, ὃν ἐγέννησεν   ἀπορρήτως ὁ ψιστος, υἱὲ Μαρίας πανάγιε.

να γάρ σε λέγω ὁρατὸν καὶ ἀόρατονχωρητὸν καὶ ἀχώρητον·

14.8.5 κατὰ φύσιν Θεοῦ ὑϊὸν προαιώνιον καὶ νοῶ καὶ πιστεύω σε·ὁμολογῶ δὲ καὶ ὑπὲρ φύσιν υἱόν σε τῆς παρθένου.  Διὰ τοῦτο καὶ τολμήσαςσπερ λύχνον σε κατέχω· πς γὰρ ὁ βαστάζων λύχνον ἐν ἀνθρώποις φωτίζεται, οὐ φλέγεται·διό με καταύγασον, ὁ λύχνος ὁ ἄσβεστος,

14.8.10 ὁ μόνος φιλάνθρωπος."

14.9.1 Ἀκούουσα ταῦτα παρίστατο καὶ ἐξίστατο   ἡ παρθένος ἡ ἄσπιλος, πρὸς ν ὁ γέρων ἐφθέγξατο· "Πάντες οἱ προφῆται τὸν υἱόν σου ἐκήρυξαν  ὃν ἀσπόρως ἐγέννησας·

14.9.5 περὶ σοῦ δὲ προφήτης πρὸς τούτοις ἐκέκραγε καὶ τὸ θαῦμα κατήγγειλεν τι ἡ πύλη ἡ κεκλεισμένη ὑπάρχεις, Θεοτόκε·διὰ σοῦ γὰρ καὶ εἰσῆλθε καὶ ἐξῆλθεν ὁ δεσπότης, καὶ οὐκ νεχθη οὐδὲ ἐκινήθη ἡ πύλη τῆς γνείας σου ν μόνος διώδευσε καὶ σώαν ἐφύλαξεν

14.9.10 ὁ μόνος φιλάνθρωπος.  

14.10.1 Νῦν γνωριῶ σοι καὶ παντα προφητεύσω σοιπαναγία, ἀμώμητε· εἰς πτῶσιν γὰρ καὶ ἀνάστασιν κεῖται ὁ υἱός σου, ἡ ζωὴ καὶ ἡ λύτρωσις   καὶ ἡ πάντων ἀνάστασις·

14.10.5 οὐχ ν᾿ ἄλλοι μὲν πίπτουσιν, ἄλλοι δ᾿ ἀνίστανται ἐπεφάνη ὁ Κύριος·οὐδὲ γὰρ χαίρει ὁ πανοικτίρμων τπτώσει τῶν ἀνθρώπων,οὐ προφάσει τε ἐπέστη τοῦ πεσεῖν τούς ἱσταμένους, ἀλλὰ τούς πεσόντας μλλον ἀναστῆσαι σπουδάζων παρεγένετο,θανάτου λυτρούμενος τὸ πλάσμα τὸ ἴδιον

14.10.10 ὁ μόνος φιλάνθρωπος.  

14.11.1 Οτος ὁ τρόπος τῆς πτώσεως καὶ ἐγέρσεως   τοῖς δικαίοις καθέστηκεν ἐν ἐπιλάμψει τῆς χάριτος· τμὲν μαρτίοἱ ἱστάμενοι πίπτουσι   καὶ νεκροὶ ἀποδείκνυνται·

14.11.5 τδὲ δικαιοσύνκαὶ πίστει ἀνίστανται καὶ συζῶσι τχάριτι·καὶ καθαιρεῖται καὶ καταπίπτει τοῦ σώματος τὰ πάθη·ἡ ψυχὴ δὲ διαλάμπει ἀρεταῖς ταῖς πρὸς τὸ θεῖον.

ταν γὰρ τελείως πέσἡ πορνεία, ἡ σωφροσύνη σταται·τὸ χεῖρον ον ἔσβεσε, τὸ κρεῖττον δ᾿ ἀνέστησεν

14.11.10 ὁ μόνος φιλάνθρωπος.

14.12.1

πὸ Χριστοῦ ἐνεργούμενος, προμηνύω σοι  ὡς ἐντεῦθεν γενήσεται σημεῖον ἀντιλεγόμενον· ἔσται δὲ σημεῖον ὁ σταυρὸς νπερ στήσουσι   τῷ Χριστῷ οἱ παράν #959;μοι·

14.12.5 τὸν σταυρούμενον ἄλλοι Θεὸν μὲν κηρύξουσιν, ἄλλοι δὲ πάλιν ἄνθρωπον,  καὶ ἀσεβείας καὶ εὐσεβείας τὰ δόγματα κινοῦνται·καὶ οὐράνιόν τινες μὲν ὑποπτεύσουσι τὸ σῶμα, ἄλλοι φαντασίαν· ἕτεροι δὲ πάλιν ἐκ σοῦ τὴν σάρκα ἄψυχον  καὶ τεροι ἔμψυχον φασὶν ς ἀνέλαβεν

14.12.10 ὁ μόνος φιλάνθρωπος.

14.13.1 Τοσοῦτον δὲ τὸ μυστήριον ἀντιλέγεται  ὅτι ἐν διανοίσου γενήσεται ἀμφισβήτησις. Καὶ γὰρ ταν ἴδς τῷ σταυρῷ προσηλούμενον   τὸν υἱόν σου, ἀμώμητε,

14.13.5 μεμνημένη τῶν λόγων ν επεν ὁ ἄγγελος καὶ τῆς θείας συλλήψεως  καὶ τῶν θαυμάτων τῶν ἀπορρήτων, ἀμφιβαλεῖς εὐθέως·ὡς ομφαία δέ σοι ἔσται ἡ διάκρισις τοῦ πάθους· ἀλλὰ μετὰ ταῦτα ἴασιν ταχεῖαν ἐκπέμψει τκαρδίσου  καὶ τοῖς μαθηταῖς αὐτοῦ εἰρήνην ἀήττητον

14.13.10 ὁ μόνος φιλάνθρωπος."  

14.14.1

τε δὲ ταῦτα ἐφθέγξατο πρὸς τὴν ἄμεμπτονὁ πρεσβύτης ὁ δίκαιος πρὸς τὸ παιδίον ἐβόησε· "Νῦν με ἀπολύεις ἐν εἰρήντὸν δοῦλόν σου, ὅτι εδόν σε, Κύριε·

14.14.5 πρὸς ζωήν με ἀπόλυσον τὴν ἀτελεύτητον, ἡ ζωὴ ἡ ἀνείκαστος,ἐπειδὴ τοῦτό μοι ἐπηγγείλω πρὶν ἔλθς ἐν τῷ κόσμῳ·τοῦ ον λόγου σου τὸν ρον διατήρησόν μοι, Λόγε· πρὸς τὸν Ἀβραάμ με καὶ τούς πατριάρχας ἀπόστειλον, πανάγιε,καὶ τῶν ἐπικήρων με ταχέως ἀπόλυσον,

14.14.10 ὁ μόνος φιλάνθρωπος.

14.15.1

στι γάρ, ἔστι πολύστονα καὶ ἐπίμοχθα   τὰ παρόντα ς πρόσκαιρα καὶ τέλος πάντως δεχόμενα·

θεν διὰ τοῦτο τούς δικαίους σου παντας   τῶν ἐντεῦθεν μετέστησας·

14.15.5 τὸν Ἐνχ καὶ λίαν θανάτου μὴ γεύσασθαι προμηθούμενος, Κύριε,ἐκ τῶν ἐνταῦθα μετατεθῆναι εὐδόκησας ἀρρήτως,  ἵνα σιν ἐν χωρίοις φωτεινοῖς καὶ ἀστενάκτοις. Νῦν ον τῶν προσκαίρων χώρισόν με, κτίστα, καὶ τὴν ψυχήν μου πρόσδεξαι,καὶ συγκαταρίθμησον κἀμὲ τοῖς γίοις σου,

14.15.10 ὁ μόνος φιλάνθρωπος.

14.16.1 Πάντων ζωὴ καὶ ἀνάστασις παραγέγονας   διὰ σὴν ἀγαθότητα· τῆς ον ζωῆς με ἀπόλυσον ταύτης, ὁ Θεός μου, τζωδὲ παράπεμψον   τἀφθάρτῳ ὡς ἄφθαρτος·

14.16.5 αἰσθητῷ μὲν θανάτπαράδος τὸ σῶμά μουσπερ πάντων τῶν φίλων σου,τὴν νοητὴν δὲ καὶ αἰωνίαν ζωήν μοι δός, οἰκτίρμων·ὡς ἐν σώματί σε εδον καὶ βαστάσαι ξιώθην, ἴδω σου τὴν δόξαν τὴν σύν τῷ πατρί σου καὶ τῷ γίπνεύματι·κἀκεῖ γὰρ μεμένηκας καὶ δε ἐλήλυθας,

14.16.10 ὁ μόνος φιλάνθρωπος."

14.17.1

βασιλεύς τῶν δυνάμεων προσεδέξατο   τοῦ δικαίου τὴν δέησιν καὶ ἀοράτως ἐφθέγξατο· "Νῦν σε ἀπολύω τῶν προσκαίρων, ὦ φίλε μουπρὸς χωρία αἰώνια· 14.17.5 τῷ Μωσκαὶ τοῖς ἄλλοις προφήταις ἐκπέμπω σε· τούτοις πσιν ἐξάγγειλον τι ν επον ἐν προφητείαις, ἰδού παρεγενόμην  καὶ ἐτέχθην ἐκ παρθένου, ὡς προήγγειλαν ἐκεῖνοι·

φθην τοῖς ἐν κόσμκαὶ συνανεστράφην ἀνθρώποις, ὡς ἐκήρυξαν·ταχέως δὲ φθάνω σε λυτρούμενος παντας,

14.17.10ὁ μόνος φιλάνθρωπος."

14.18.1 Σὲ δυσωποῦμεν, πανάγιε, ἀνεξίκακεἡ ζωὴ καὶ ἀνάκλησις, πηγὴ ἡ τῆς ἀγαθότητος, βλέψον οὐρανόθεν καὶ ἐπίσκεψαι παντας   τούς ἀεὶ πεποιθότας σοι·

14.18.5 ἐξ ὀργῆς καὶ ἀνάγκης καὶ θλίψεως λύτρωσαι τὴν ζωὴν ἡμῶν, Κύριε, καὶ ἐν τπίστει τῆς ἀληθείας ὁδήγησον τούς πάντας  ταῖς πρεσβείαις τῆς γίας Θεοτόκου καὶ παρθένου. Σῶσόν [σου] τὸν κόσμον, σῶσόν σου τὴν ποίμνην, καὶ πάντας περιποίησαι,ὁ δι᾿ ἡμς ἄνθρωπος ἀτρέπτως γενόμενος,

14.18.10 ὁ μόνος φιλάνθρωπος.  

15 (III). Мученики-младенцы Вифлеемские и бегство во Египет.

15.t.1

Μηνὶ τῷ αὐτῷ κθʹ, κοντάκιον τῶν γίων νηπίων, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ ωμανοῦ]

χος πλ. βʹ, πρός· Τὴν ὑπὲρ ἡμῶν.

Προοίμιον

15.pro.1

Ἐν τΒηθλεὲμ τεχθέντος τοῦ βασιλέως,μάγοι ἐκ Περσῶν σύν δώροις ἐπιδημοῦσι  δι᾿ ἀστέρος ἐξ ψους ὁδηγούμενοι· ἀλλ᾿ρώδης ταράσσεται καὶ θερίζει τὰ νήπιασπερ σῖτον, ὀδυρόμενος

15.pro.5ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.  

15.1.1 Τῶν ἄνω καὶ τῶν κάτω εὐφραινομένωντί ἐστιν ἐν αμᾷ, ὅτι κούσθη   θρῆνος ἐκεῖ ἄμετρος; Ἰακβ ἐπαγάλλεται καὶ αχὴλ τί ὀδύρεται;[Ἰω]σὴφ ἀνεγνωρίσθη, καὶ αχὴλ τί στενάζει;

15.1.5 Βενιαμὶν ὑψώθη, τί κλαίει αχήλ; Δεῦτε ον ἴδωμεν τὸν ὀδυρμὸν καὶ τὸ πένθος· οὐ γὰρ τὰ πρῶτα θρηνεῖ παιδία, οὐ τὰ πραθέντα καὶ εὑρεθέντα  ἀλλ᾿περ νῦν κατέσφαξενρώδης ὁ μότατος· τὸν χρόνον γὰρ κρίβωσεν ἀστέρος τοῦ ἐκλάμψαντος,

15.1.10καὶ πέμψας εἰς Βηθλεὲμ ἀτεκνοῖ τὴν αχὴλ [διὰ] τὸ βρέφος Μαριάμ· ἀλλ᾿ ἐκείνη ἐν χαρερε πάλιν αὐτά, ρώδης δὲ θρηνεῖ  ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.

15.2.1

φόβος ν ἀεὶ ἐπευλαβεῖτο   νῦν ἐπῆλθεν αὐτῷ μὴ βουλομένῳ, καὶ περ οὐκ λπιζε μελετήσας ἐξέμαθε τὸν προφήτην τὸν λέγοντα·φησὶ γὰρ σαΐας· "Παιδίον ἐγεννήθη

15.2.5 ἡμῖν, καὶ οτως υἱὸς ἐδόθη ἡμῖν· πάντων πατήρ ἐστι καὶ τῶν αἰώνων δεσπότης·   ἐπὶ τῶν μων τὴν ἀρχὴν ἔχει, τὸ ὄνομα δὲ αὐτοῦ καλεῖται μεγάλης βουλῆς ἄγγελος." Θεὸς ἰσχυρὸς πέφυκεν   ἐν θρόνκαὶ ἐν φάτντε καὶ πανταχοῦ ἀχώρητος.

15.2.10Καλῶς ον δέδοικεν αὐτὸν ρώδης φοβηθείς, καὶ κρίβωσεν μαθεῖν   ποῦ ἐτέχθη ὁ φανεὶς βασιλεύς τοῦ παντός, καὶ ἔμαθεν ἀψευδῶς  ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.

15.3.1

πνώσας ἐν εἰρήνἄφνω γέρθηκαὶ ν τεταραγμένος ὑπὸ δειλίας· φόβγὰρ συνείχετο ρώδης, καὶ ἔτρεμεν τοῦ τεχθέντος τὸ ὄνομα.Μαθν γὰρ ἐκ τῶν μάγων τὴν δύναμιν τοῦ βρέφους,

15.3.5 τῷ γέλωτι συμμείξας πένθος ἐκβοᾷ·

"Ὢ τῶν ἀ #948;οκήτων κακῶν, ὅτι βρέφος πτοοῦμαι. Ὢ τῶν ἀθλίων λογισμῶν, ὅτι παιδίον τρέμωπερ οὐκ εδον. Πόντου καὶ γῆς ἐδέσποσα, καὶ νήπιον ταράττει με· τί ον τελέσω σήμερον; τί πράξω εἰς τὴν αριον;

15.3.10Ἐξαίφνης πσαν τὴν γῆν κατεφώτισεν ἀστήρ, καὶ ἐκήρυξεν αὐτὸν   βασιλέα ἰσχυρὸν καθαιροῦντα τὴν ἐμὴν βασιλείαν, καὶ θρηνῶ  ὅτι τὸ κράτος μου καθ[αιρεῖται ταχύ."]

15.4.1 Τούτους τούς λόγους ἀπορῶν ἀπεφθέγγετοκαὶ κινῶν τούς λογισμούς ἐνεθυμεῖτο   πῶς καθαιρεθήσεται διὰ τάχους τὸ νήπιονπερ μάγοι ἐκήρυξαν·  καὶ τὸν στρατὸν καλέσας, παρέχει παρρησίαν

15.4.5 βοήσας πσιν οτως τραχείφωνῇ· "Πορεύεσθε ταχύ ἐπὶ τὰς πόλεις καὶ χώρας   καθωπλισμένοι, γεγαυρωμένοι καὶ ἀσπλαγχνίαν ἐνδεδυμένοι, καὶ πάντα ἀποκτείνατε τῆς Βηθλεὲμ τὰ ἔκγονα· οὐκ ἔχει ον δυσκολίαν, οὐ δειλίαν ὁ πόλεμος·

15.4.10πρὸς βρέφη πέμπω ὑμς διετῆ καὶ τρυφερά· ὁ κωλύων οὐδεὶς   πρόσταγμα βασιλικόν· πάντες τρέμουσι λαοὶ καὶ οὐ λέγουσί ποτε  ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ."

15.5.1 Ἀκούσας ὁ στρατὸς τὰ εἰρημέναἀπεκρίθη παρευθύς πρὸς τὸν ρώδην· "Ταῦτα προσέταξας ἐκτελέσαι δεδοίκαμεν, μήπως γέλως γενώμεθα.Ποῖος γὰρ τῶν ἀφρόνων ἀνθρώπων οὐ γελάσει

15.5.5 ὅτι κατὰ νηπίων στρατευόμεθα; Εἰ Βηθλεέμ ἐστι [γῆ] τοῦ τεχθέντος παιδίουκέλευσον ἡμς, καὶ λην τάχος διερευνῶμεν, βάρεις καὶ οἴκους. Οὐδείς σοι λέγει, δέσποτα· Μὴ φρόντιζε τοῦ πράγματος· οὐδείς σοι καταμέμφεται· ἐρευνῶν περ ἔμαθες,

15.5.10κατάδραμε, κατάδραμε τὸν ἐλθόντα ἐπὶ γῆς ἀπὸ τοῦ οὐρανοῦ. Ἔθος ν τΒηθλεὲμ προφέρειν βασιλεῖς· μὴ ον προσκρούσης αὐτῇ ὅτι τὸ κράτος σου καθαιρεῖται ταχύ.  

15.6.1 Πρὸ χρόνου τὸν Δαυὶδ ἄνακτα μέγαν  ἤνεγκεν ἡ Βηθλεέμ, ὃν γεννηθέντα   φόβἐδειλίασε Γολιὰθ ὁ ἀλλόφυλος, ὡς ἡμεῖς τὸν τεχθέντα νῦν.Εἰ ον δοκεῖ σοι, ἄναξ, ἐρευνηθήτω πσα

15.6.5 ἡ Βηθλεὲμ καὶ τόποι ὁρίων αὐτῆς,

τι ἐν τοῖς [ἐκεῖ] φονευομένοις νηπίοις   τὸ γεννηθέντα ερωμεν βρέφος καὶ ἀνέλωμεν αὐτὸ σύν τούτοις.

τόκος ἐδηλώθη σοι καὶ ὁ τόπος ἐγνώσθη σοι· οἱ μάγοι σε ἐχλεύασαν καὶ προφῆται ἐπτόησαν.

15.6.10Νεῦσον ον τοῖς σοῖς παισὶ καὶ τὸν θέλοντα τὴν σὴν βασιλείαν ἀφελεῖνἀφελώμεθα αὐτοῦ τὴν ζωὴν ἀπὸ γῆς, καὶ μὴ ἔσδειλιῶν  ὅτι τὸ κράτος σου καθαιρεῖται ταχύ."

15.7.1 Εὐθύς ἐνωτισθεὶς τὰ εἰρημένα   παρὰ τῶν στρατιωτῶν, ὁ παιδοκτόνος  [ὥσπερ] πῦρ ἐγένετο καὶ βολίδας ἐξέπεμπεν τῆς ὀργῆς τὰ ὁρμήματα,οὐ φλέγων ἐν ἀκάνθαις, ἀλλὰ φονεύων βρέφη

15.7.5 καὶ καταμολύνων αμασι τὴν γῆν· ἐσείσθη γὰρ τὸν νοῦν καὶ ἐσκοτίσθη τὰς φρέναςοὐκ ἀπὸ μέθης, ἀλλ᾿ ἀπὸ φθόνου· βότρυς πικρίας αὐτὸς ὑπάρχων, τούς νέους κλάδους ἔτεμεν ὑπὲρ ἑνὸς ὁ ἄδικοςκαὶ τούτους μὲν ἀπέκοψεν, ἐκεῖνον δὲ οὐκ ἔφθασεν·

15.7.10καὶ διὰ τοῦτο θυμοῦ ἐνεπλήσθη χαλεποῦ, ὅτι κουσεν φωνῆς   καθαιρούσης τὴν αὐτοῦ βασιλείαν ἀψευδῶς, καὶ διέμενε θρηνῶν  ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.  

15.8.1

χνεύσας ἡ ἀλώπηξ τὸν μέγαν σκύμνονδιεγείρει κατ᾿ αὐτοῦ τούς κακούς κύνας   ἔσωθεν καὶ ἔξωθεν Βηθλεὲμ περιτρέχοντας καὶ ζητοῦντας τὸ θήραμα·τούς ἄρνας δὲ σπαράττει, οὐχὶ δὲ τὸν λέοντα·

15.8.5 τῷ βλέμματι γὰρ τούτου οὐκ ἀντοφθαλμεῖ. Τὸν ἀετὸν γῦπες ἐπὶ τὰ ὄρη ἐζήτουν· ἦν δὲ ἐκεῖνος ἐν ἀποκρύφῳ, σκέπων καὶ θάλπων ταῖς αὐτοῦ πτέρυξι τὴν νοσσιὰν ν ἔκτισε χειρὶ ἰδίπρότερονκν ἄρτι τοῦτον τέτοκε παρθένος, μήτηρ ἄνανδρος·

15.8.10 αὐτὸς γὰρ ταύτης πατὴρ καὶ τοῦ κόσμου ποιητὴς καὶ εἰρήνης φυτουργός· κν ρώδης πολεμκοπιῶν ἀνωφελῶς, θρηνήσει δὲ ἀψευδῶς  ὅτι τὸ κράτος αὐ[τοῦ καθαιρεῖται ταχύ.]

15.9.1 Νεφέλης φωτεινῆς ἐφαπλουμένης   κατὰ τῆς ουδαίας καὶ σκιαζούσηςγνόφον σκοτεινότατον ρώδης εἰσήνεγκε καὶ ἐσκότισεν παντας·τὴν ἱλαρὰν γὰρ φύσιν τῶν παίδων καὶ γελῶσαν

15.9.5 δεικνύει παραχρῆμα κλαίουσαν πικρῶς, τὴν πρὸ μικροῦ [ἔτι] εὐφραινομένην τῷ τόκῳ τῆς παναχράντουγνῆς Μαρίας, καὶ ἄρτι μλλον ὀδυρομένην.

ς ἄνθος γὰρ αὐθήμερον ἐπὶ τὴν γῆν κατέπιπτενκαὶ πς ὁρῶν δύρετο καὶ τῇ Ῥαχὴλ ἐμήνυεν·

15.9.10"Δεῦρο κλαῦσον, Ῥαχήλ, καὶ συνθρήνησον ἡμῖν· μέλος ὀδυνηρὸν   ἀντὶ σματος τερπνοῦ, ἀντὶ μνου γλυκεροῦ προσκομίσωμεν κλαυθμόν, † ὅτι τὸ κράτ[ος αὐτοῦ καθαιρεῖται ταχύ.]" †

15.10.1

Ὁ ἦχος τῶν θρηνούντων τούς νέους παῖδας  ὡς βροντὴ ἐπὶ γῆς κτύπον ἐποίει· βουνοὶ γὰρ καὶ φάραγγες καὶ κοιλάδες τῶν ὀρῶν ἀντηχοῦντες λόλυζον·τὴν οἰμωγὴν ἐκείνηνσπερ ἀφομοιοῦντες,

15.10.5 συνέπασχον ἀλλήλοις συγκοπτόμενοι.

ν δὲ ἰδεῖν τότε πλήρης αἱμάτων τὴν γαῖαντὴν ἔρημόν τε καὶ ἀοικήτους, ὅτι καὶ μέχρι τούτων ἐκτείνει τὸν θυμὸν ὁ παράνομος καὶ ὄντως ὑπερήφανος· τὰς μητέρας γὰρ λαυνεν, καὶ φθάνων ταύτας ρπαζεν

15.10.10ἐκ τῶν ἰδίων ἀγκαλῶνς στρουθία νεοσσούς μέλος δοντα γλυκύκαὶ κατέσφαζεν αὐτά, μὴ νοῶν ὁ δυσμενὴςτι καὶ ταῦτα ποιῶν   τὸ κράτος αὐτοῦ καταλυθήσεται ταχύ.

15.11.1

πήντων ταῖς μητράσι γυμνῷ τῷ ξίφει   βασταζούσαις τὰ βρέφη οἱ στρατιῶται· φόβδὲ πτοούμεναι, ἃ ἐβάσταζον ἔρριπτονπερ πόθἐθήλαζον·δειλὸν γὰρ φύσει ἐστὶν τὸ γένος τῶν θηλείων,

15.11.5 εἰ καὶ προπετὲς πέλει καὶ θρασύτατον.

θεν αἱ μὲν αὐτῶν τούς φονευτὰς ἐλιπάρουν   καὶ τούς αὐχένας αὐτοῖς παρεῖχον, προτελευτῆσαι ἐπιθυμοῦσαι   τῶν τέκνων περ ὄψεσθαι αὐτὰ κατασφαζόμενα· καὶ μάρτυς τούτου ἄξιοςτις μήτηρ ἐγένετο·

15.11.10ὅθεν ἐβόων πικρῶς· "Ἀποκτείνετε αὐτά, ̙#7936;λλ᾿ ὁ κόλπος Ἀβραὰμ   ὑποδέξεται αὐτὰς τὸν βελ τὸν πιστόν· ρώδης δὲ θρηνεῖ  ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖ[ται ταχύ.]"

15.12.1

αινόντων τῶν ἀνόμων ἀθῷον αμα   τῶν ἀκάκων νηπίων, ἔδει μνησθῆναι  Ἄβελ τοῦ προσάξαντος τὴν θυσίαν τῷ Θεῷ καθαρὰν καὶ ἀμόλυντον,καὶ παραμυθηθῆναι· κἀκεῖνος γὰρ ἐκτάνθη.

15.12.5 Καὶ πάλιν Ζαχαρίαν ἐχρῆν κατιδεῖν,

ς τῷ Θεῷ ἐκεῖ κατηγορίαν προσάξει   κατὰ τῶν τοῦτον ἀποκτεινάντων· ἀεὶ γάρ εἰσιν οἱ ουδαῖοι καὶ οἱ τούτων ἀνάσσοντες ὑβρισταὶ καὶ παράνομοιφονευταὶ καὶ ἀσυνετοὶ καὶ νόμον παραβαίνοντες·

15.12.10τὸν Μωϋσῆν θέτησαν, Ἠσαΐαν δὲ αὐτοὶ μέσον ἔπρισάν ποτε· καὶ τὰ βρέφη τῆς αχὴλ κατασφάττουσι νῦν· διὰ τοῦτο καὶ θρηνοῦν  [ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.]

15.13.1

κακία, ὢ μανία τοῦ βασιλέως. Ὢ ἀνοίκτιστος τρόπος, ὅτι νηπίοις   πόλεμον ἐξήγειρε, καὶ τὸ γένος τὸ ἴδιον οὐδὲ λως κτείρησε.Τῶν τέκνων τῶν ἰδίων οὐχ ὑπεμνήσθη τότε,

15.13.5 οὐδ᾿τι μία φύσις τοῖς πσίν ἐστιν·   οὐκ κτειρεν γονεῖς, ἀλλ᾿ ὀργισθεὶς ἐμεθύσθη   καὶ ἑαυτόν τε πρῶτον γνόει, καὶ τότε πάντας τούς ὁμοφύλους, ἐπιδραμν τοῖς πασινσπερ θηρίον ἄγριον, ὅταν φεύγτούς βάλλοντας παγίδας καὶ διώκοντας.

15.13.10Πατέρες ἔκλαιον υἱούς καὶ μητέρες σύν αὐτοῖς, καὶ οὐδὲν τὸν ἀναιδῆ   ἔμελε περὶ αὐτῶν, ἀλλ᾿μόνον αὐτὸς τοῦτ[ο ἐ]φρόντιζε θρηνῶν  ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖ[ται ταχύ.]

15.14.1 Μαχαίραις ἀνηλεῶς ἀπεκτάνθησαν, ὡς ἐν σχήματι φόνου, ἄμεμπτα βρέφηΤὰ μὲν ἐκεντήθησαν ἀπρεπῶς καὶ ἀπέψυξαν, τὰ δὲ διεμερίσθησαν·ἄλλα κάρας ἐτμήθη, τούς μασθούς τῶν μητέρων

15.14.5 καθέλκοντα καὶ γάλα ποτιζόμενα,

ς ἐκ τούτου λοιπὸν ἐν τοῖς μασθοῖς κρεμασθῆναι   τὰ τῶν νηπίων σεπτὰ κρανία, καὶ τὰς θηλὰς δὲ κατασχεθῆναι ἔνδον αὐτῶν τοῦ στόματος τοῖς ὀδοῦσι τοῖς τρυφεροῖςΔιπλαῖ τότε γέγοναν ὀδύναι καὶ ἀφόρητοι

15.14.10ταῖς θηλαζούσαις γυναιξὶ [δια]σπωμέναις φυσικῶς ὑπὸ παίδων διετῶνστερουμέναις δὲ αὐτῶν, ὡς φησὶν ὁ βασιλεύς· διὰ τοῦτο καὶ θρηνεῖ  ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.  

15.15.1

ωρον βότρυν ἐζήτει, δι᾿ν ἐποίει   οὐκ εὐκαίρως τρυγητὸν ρώδης· χειμν γὰρ καθέστηκεντε τὸν ἀγεώργητον βότρυν Μαρία τέτοκεν,καὶ σταφυλὴν οὐχ ερε, τούς ὄμφακας τρυγδέ.

15.15.5 Ὁ γὰρ καρπὸς τῆς μόνης παρθένου γνῆς μετὰ τῆς ἀμπέλου μέλλει εἰς Αἴγυπτον φεύγειν   καὶ φυτευθῆναι καὶ καρπὸν δοῦναι· φεύγει δὲ χώραν τῶν ουδαίων χερσεύουσαν καὶ ἄμεστον [παντὸς] καλοῦ ὑπάρχουσαν· τὸν Νεῖλον δὲ κατέλαβε τὸν καρποδότην πέλοντα,

15.15.10οὐχ ς Μωσῆς ἐν ποταμῷ καὶ τῷ λει προσριφεὶς καὶ ἐν θίβει φυλαχθείςμλλον δὲ ίψας ἐκεῖπαν εἴδωλον αὐτῶν, ὧν ρώδης φίλος ν   τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.

15.16.1 Νημάτων καὶ δικτύων τότε πλακέντων   τῷ νεβρῷ τῆς παρθένου καὶ θεοτόκουἡ παγὶς συντέτριπτο καὶ ὁ νεβρὸς ἐρρύετο κατασχίζων τὰ δίκτυα·σύν τμητρὶ δὲ φεύγεις ἄμωμον δορκάδιν

15.16.5 εἰς Αἴγυπτον, ὡς ἔφη Μιχαίας ποτέ.

πανταχοῦ παρν καὶ κρατῶν πάντων, ποῦ φεύγειςΠοῦ δὲ ὑπάγεις; Πρὸς τίνα πάλιν τὴν κατοικίαν τὴν σὴν ποιήσεις; Ποῖος οκος χωρήσει σε; Ποῖος δὲ τόπος φέρει σεΟὐκ ἔστι κτίσις πώποτε ἀφανὴς τῷ σῷ βλέμματι,

15.16.10ἀλλὰ τὰ πάντα σοι γυμνά, ὅτι πάντων ποιητὴς σύ ὑπάρχεις, Χριστέ· τί ον φεύγεις, ἀγαθέ; Ὁ Ἡρώδης διὰ σὲ ἐποδύρεται θρηνῶν  ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται [ταχύ.] 15.17.1

φεύγων φεύγει πάντωςνα λανθάνῃ εἰς τὸ μὴ γνωρισθῆναι τοῖς ἐκζητοῦσι· ἀλλ᾿ ὁ μόνος εσπλαγχνος, Ἰησοῦς ὁ σωτὴρ ἡμῶν, τῷ μὲν σχήματι ἔφυγε,τοῖς ἔργοις δὲ τοῖς πσι γνώριμος ἀνεδείχθη.

15.17.5 Ἡνίκα γὰρ εἰσῆλθεν εἰς τὴν Αἴγυπτον, ἐσείσθησαν εὐθύς τὰ χειροποίητα [πάντα]· ὁ ἐμβαλν γὰρρώδτρόμον καὶ τοῖς εἰδώλοις σεισμὸν εἰσάγει. Κόλποις μητρὸς ἐκρύπτετο καὶ ς Θεὸς εἰργάζετο· εἰς Αἴγυπτον ἐβάδιζε καὶ διηκόνει ἄγγελος

15.17.10 ἐξ ψους τφυγαὐτοῦ· ἀπηλαύνετο ἑκνσπερ βρέφος πενιχρόνκαὶ ς πλούσιος παντὶ ἐκηρύττετο, διὸ καὶ ὁ ρώδης θρηνεῖ  [ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.]

15.18.1

μεῖς ον, ἀδελφοί, δότε συγγνώμην   τἐμῇ ῥαθυμίᾳ, καὶ ἀναστάντες   δεῦτε προσκυνήσωμεν τῷ ἐλθόντι καὶ σώσαντι γένος παν ἀνθρώπινον,βοῶντες μετὰ πόνου καρδίας τῷ δεσπότ

15.18.5 ἐκ τοῦ ἀνθρωποκτόνουυσθῆναι ἡμς καὶ τῶν μαρτιῶν ἀπαλλαγῆναι συντόμως   καὶ μετανοίας εὑρεῖν τὴν τρίβον, ἐγώ τε πρῶτον ὁ λέγων ταῦτα· πολλὰ γὰρ ἐπλημμέλησα ἐν γνώσει καὶ ἀγνοίμουκαὶ τὸν Θεὸν παρώξυνα τοῖς ἀκαθάρτοις ἔργοις μου·

15.18.10καὶ διὰ τοῦτο δυσωπῶπως στῆτε σύν ἐμοί, καὶ βοήσωμεν θερμῶς· "Ταῖς πρεσβείαις, ὁ Θεὸς, τῆς ἀχράντου σου μητρός, καὶ τῶν γίων βρεφῶνμή με χωρίσς τῆς βασιλείας σου, Χριστέ."  


Вам может быть интересно:

1. Песни св. Романа Сладкопевца на Страстную седмицу в русском переводе преподобный Роман Сладкопевец

2. Алфавитный указатель на книгу Святого Иоанна Лествичника, называемую "Лествица" – У преподобный Иоанн Лествичник

3. Конспект чтений по Введению в круг богословских наук в С. Петербургской Духовной Академии протопресвитер Евгений Аквилонов

4. Творения. Том III преподобный Иероним Блаженный, Стридонский

5. Многоценная жемчужина – СВЕДЕНИЯ ОБ ИЗДАНИЯХ, С КОТОРЫХ ВЫПОЛНЕНЫ ПЕРЕВОДЫ профессор Сергей Сергеевич Аверинцев

6. Духовное отцовство по творениям Евагрия Понтийского схиархимандрит Гавриил (Бунге)

7. Христос – Победитель ада. Тема сошествия во ад в восточно-христианской традиции – Глава III. Восточно-христианская литургическая поэзия IV–VI веков митрополит Иларион (Алфеев)

8. Новое учение о Софии Премудрости Божией – Глава четырнадцатая святитель Серафим (Соболев)

9. Homilies on the Gospel of John – Homilies 40 –88 святитель Иоанн Златоуст

10. Полное собрание сочинений. Том I – А) Слова обще назидательные. митрополит Антоний (Храповицкий)

Комментарии для сайта Cackle