Афанасий Иванович Пападопуло-Керамевс

I. Διηγησισ περι των Ιεροσολυμων και του Αγιου ορουσ Σινα

§ 1. Πρώτη σκάλα τῆς γαλιάτζας, ὁποῦ ὑπάγει τοὺς προσκυνητάδες27 εἰς τὰ Ἱεροσόλυμα, ἔνε ὁ Γιάφας. Ἐχεῖ ἧτον πόλις εἰς τὸν αἰγιαλὸν μεγάλη (τὸ ὄνομάν της Ἰόπη), νῦν δὲ ἔνε χαλασμένη ἀπὸ θεμελίων, ἔρημη παντελῶς.

§ 2. Εἶτα ἀναβαίνομεν εἰς τὸ Ῥάμπλι καὶ εἰς τὴν Λύδδαν28 δώδεκα μίλια ἀπὸ τὸν Γιάφα. Τὸ Ῥάμπλιν ἔνε ἡ Καισαρεία29 τοῦ Φιλίππου, πόλις μεγάλη πολλά, καὶ κεῖται μέσα εἰς τὸν κάμπον, πλὴν ὅτι ἔνε ἀτείχιστος.

§ 3. Εἰς δὲ τὴν Λύδδαν ἔνε ὁ τόπος ὁποῦ ἐκόψασι τὴν τιμίαν κεφαλὴν τοῦ μεγαλομάρτυρος Γεωργίου. Εἶχε ναὸν καὶ μοναστήριον μέγα καὶ πολλὰ ἔμορφον30, ἀλλὰ τώρα ἔνε χαλασμένο καὶ κρατεῖ μέρος τοῦ ναοῦ ὀλίγον μετὰ τοῦ ἁγίου βήματος. Ἀπέχει ἡ Δύδδα ἀπὸ τὸ Ῥάμπλιν ὡσεὶ τέσσαρα μίλια.

§ 4. Ἀπὸ γοῦν τὸ Ῥάμπλιν περιπατοῦμεν μίαν ἡμέραν ὅλο βουνά, σκληρὸν τόπον καὶ χαλεπόν31, καὶ εὐρίσκομεν τὴν ἁγίαν Ἱερουσαλὴμ εἰς τὰ ὕψη τῆς γῆς, ὡς λέγει ὁ προφήτης (Ἱερεμ. λζ´, 18). Ἔχει γοῦν ἡ στράτα ἐκείνη μοναστήρια πολλὰ32 καὶ καστέλλια παλαιά, χαλασμένα, ἔρημα, πολλὰ δὲ καὶ κτισμένα.

§ 5. Ἔχει γοῦν τὰ Ἱεροσόλυμα καὶ ὅλος ὁ τόπος τῆς Ἰουδαίας ὄρη τινὰ πετρώδη, πεδινὰ καὶ δυσδιόδευτα33 ἀπὸ τὴν πέτραν ὁποῦ ἔχει ἐῤῥιζωμένην34 ὅλος ὁ τόπος ἐκεῖνος καὶ χαμαὶ ἐξηπλωμένην· πλὴν ἔχει καὶ /συχὲς καὶ ἀμπελῶνας, ἐλαὶς/35 καὶ ἄλλα δένδρα καρποφόρα μικρὰ πολὺ πλῆθος, καὶ ποιοῦσι καρπὸν πολὺν καὶ γλυκύτατον.

§ 6. Ἔνε δὲ ἡ ἁγία πόλις Ἱερουσαλὴμ μεγάλη εἰς τὸ παλαιὸν ὡσεὶ μίλια πέντε καὶ ἥμισο36· νῦν δὲ τὸ πλειότερον μέρος τῶν τειχέων τῆς ἔνε ἀφανισμένον ἕως τὰ θεμέλια, ἶσα μὲ τὴν γῆν. Ἥτονε γοῦν οἰκοδομημένη ἀναμεταξὺ δύο χειμάῤῥων37. Ὁ εἰς ἔνε ὁ χείμαῤῥος38 τῶν Κέδρων καὶ ὁ ἄλλος ἔνε τοῦ Κλαυθμῶνος· ὁ εἰς ἔνε ἀνατολικὰ τῆς πόλεως καὶ ὁ ἄλλος δυσικὰ καὶ ἐσμίγουσιν οἱ δύο εἰς τὸ μέρος τοῦ νότου, εἰς τὴν μικρὴν ἀνατολήν, καὶ γίνεται μία κοιλάδα μεγάλη ἕως τὴν θάλασσαν τῶν ἁλῶν τριάκοντά μίλια.

§ 7. Εἰς τὲν κοιλάδα τοῦ Κλαυθμῶνος ἔνε ὁ Ἀγρὸς τοῦ Κεραμέως, ὁποῦ ἠγόρασαν οἱ Ἰουδαῖοι ἀπὸ τὴν τιμὴν τοῦ αἵματος τοῦ Χρίστοῦ εἰς ταφὴν τοῖς ξένοις, καὶ ὅλη ἡ πέτρα ἐκείνη μνημεῖα πελεκητὰ ἀπὸ τὸν καιρὸν τῶν εὐσεβῶν βασιλέων, ὡραιότατα39.

§ 8. Εἰς τὸν ὑψηλότερον τόπον τῆς πόλεως ἔνε ὁ πύργος τοῦ Δαυίδ, μέγας πολλὰ καὶ τετράγωνος· σύνεγγυς δὲ τούτου ἔχει καὶ καστέλλιον40 ἄλλον, ὁποῦ τὸ ἔκτισαν οἱ Ἀγαρηνοί. Ἐκ τοῦ πύργου τούτου, ἂν ἐπιβλέψωμεν41 κατὰ τὴν ἀνατολήν, ὁρῶμεν τὸν περιβόητον καὶ μέγαν ναὸν τῆς ἁγίας τοῦ Χριστοῦ Ἀναστάσεως, καὶ στέκεται εἰς τὰ ἀριστερὰ μέρη τῆς πόλεως, ἐκεῖ ὁποῦ ἔχει ἀπέσω τὸν ἅγιον τοῦ δεσπότου μου Χριστοῦ τάφον.

§ 9. Ἔνε γοῦν ὁ τοιοῦτος θεῖος ναὸς μέγας πολλὰ καὶ στρογγυλοειδὴς ἀπέσω. Στηρίζεται ὑπὸ τεσσάρων μεγάλων πννσῶν καὶ ἔχει κιόνια μεγάλα καὶ μικρὰ πολύχροα, κόκκινα καὶ κάθα λογῆς42· ὅσα εἶναι ἀπάνω εἰς τὰ Κατηχούμενα καὶ ὅσα ἔχει ἀποκάτω ὁ ναός, εἶναι εἰς τὸν ἀριθμὸν ν´ καὶ εἰς αὐτὰ βαστάζεται ὁ θεῖος οὗτος ναός.

§ 10. Ἔκτισε γοῦν καὶ τοῦτον τὸν ναόν, ὡς καὶ ἄλλους πολλοὺς τῶν ἐκεῖ, ὁ μέγας Κωνσταντῖνος, ὁ ἅγιος βασιλεύς. Ἔχει δὲ ὁ ναὸς οὗτος τρούλλας43 δύο. Ἡ μία ἔνε σκεπασμένη, κατὰ τὴν τάξιν σφαλιστή, ἡ δὲ ἄλλη, ἡ μεγάλη, ἔνε ἀνοικτὴ ἄνωθεν, διὰ νὰ δίδῃ44 φῶς, έπειδὴ ἔχει ἀποκάτω της τὸ κουβούκλιον τοῦ Ἁγίου Τάφου.

§ 11. Εὐθὺς γοῦν, ὅταν ἐμπαίνομεν τὴν νότιον πύλην τοῦ ναοῦ, ὁρῶμεν τὸν τόπον ὁποῦ ἐγένετο ἡ ἀποκαθήλωσις τοῦ δεσποτικοῦ σώματος ἀπὸ τοῦ σταυροῦ καὶ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ Ἰωσὴφ καὶ ὁ Νικόδημος, κατὰ τὴν συνήθειαν τῶν Ἰουδαίων· καὶ ἔνε ὁ τόπος κατεσκευασμένος εἰς, τάξιν μνήματος μὲ τὲς πλάκες45 εἰς τὸ ἔδαφος τῆς ἐκκλησίας· ἔχει καὶ κανδῆλες46 ὀκτὼ μεγάλες ἀκοίμητες47. Ἀπέχει ἀπὸ τοῦτον τὸν τόπον ἕως τὸ Ἅγιον Μνῆμα κατὰ δύσιν βήματα ποδῶν ἀνοικτὰ δέκα.

§ 12. Ὁμοίως ἔνε ὁ Ἅγιος Γολγοθᾶς, ὁπρῦ ἐπάγη ὁ δεσποτικὸς σταυρός, ἀπάνω εἰς πέτρα ῥιζημαίαν, ἀριστερὰ τῆς εἰσόδου τοῦ ναοῦ. Ἔνε γοῦν ναὸς ἀνώγαιος καὶ ἄλλος ἀποκάτω ναὸς κατώγαιος. Εἰς τὸν ἀπάνω ἔνε ὁ τόπος ὁποῦ ἐσταυρώθη ὁ Κύριος, καὶ ἀποκάτω ἔνε τὸ Κρανίον τοῦ Ἀδάμ, καὶ ὅταν τὸν ἐδώκασι μὲ τὴν λόγχην εἰς τὴν πλευράν, εὐθὺς ἐσχίσθη ἡ πέτρα καὶ κατέβη τὸ αἷμα καὶ ἔλουσε τὸ κρανίον τοῦ Ἀδάμ. Ἔχει ὁ τόπος ἐκεῖνος εὐωδίαν ἀσυνείκαστον. Τούτους τοὺς δύο ναοὺς ἔχουσιν οἱ Ἵβηροι.

§ 13. Τὸ δὲ πανάγιον τοῦ Χριστοῦ μνῆμα ἔνε κεκρυμμένον48 ὑποκάτω τῆς γῆς εἰς βάθος. Ἀπάνω γοῦν εἰς τοῦτο, εἰς τὸ ἔδαφος τῆς ἐκκλησίας, ἔνε κουβούκλιον περικαλλὲς49 ᾠκοδομημένον καὶ βαστάζουσίν το δώδεκα κιόνια λεπτὰ κύκλῳ, καὶ ἀπέσω ἔνε δύο μικρὰ κελλία· τὸ ἔξω ἔνε μεγαλώτερον50 καὶ τὸ ἐνδότατον μικρόν, ὅσο νὰ χωρέσῃ51 δέκα ἀνθρώπους. Ἔχει γοῦν ἔνε ὁ Ἅγιος Τάφος εἰς τάξιν μνήματος, ἤγουν τὸ ἀντίτυπον τοῦ ἀρχετύπου μνήματος, καὶ ἔνε μακρὺς ἐννέα σπιθαμὲς52 καὶ πλατὺς τέσσαρες (τόσον ἔνε καὶ ἡ Ἁγία Ἀποκαθήλωσις) καὶ κρέμονται53 ἀπάνω κανδῆλες μεγάλες54 μη´, κδ´ τῶν Ὀρθοδόξων καὶ κδ´ τῶν Αἱρετικών. Καὶ εἰς τὸ ἔξω κελλίον55 ἔνε ὁ λίθος ὁποῦ ἀπεκύλισεν ὁ ἄγγελος ἀπὸ τῆς θύρας τοῦ μνημείου καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἔνε γοῦν ὁ Θείος Τάφος εἰς τὸ μέσον τοῦ θείου ναοῦ τῆς ἀσκέπαστης τρούλλας56.

§ 14. Ἔμπροσθεν τοῦ Ἁγίου Τάφου ἔνε ὥσπερ ἄλλος ναὸς χωριστός, εἰς τὴν μέσην τοῦ ἔξω μεγάλου ναοῦ, καὶ ἔχει τὸν Ὀμφαλὸν τῆς Γῆς γλυπτὸν ἀπὸ μάρμαρον· καὶ ἔχει καὶ τὸ βῆμα τὸ καθολικὸν καὶ τὸ σύνθρονον, ὁποῦ ἔχουσι νῦν οἱ ὀρθόδοξοι χριστιανοί. Ἔνε γοῦν ὅλος ὁ ναὸς ἐκεῖνος στρωμένος μάρμαρον πορφυρὸν καὶ γερανέον καὶ κάθε λογῆς57 μετὰ πλουμουδίων, ὡραῖον πολλά.

§ 15. Εἰς τὸ ἀριστερὸν μέρος τοῦ ναοῦ ἔνε βῆμα καὶ ἔχει κομμάτι κολώνα58 πορφυρᾶν, φυλαγμένην διὰ καγκέλλων59 σιδηρών. Εἰς ἐκείνην ἔδησεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν αὐτόν. Ἐχεῖ λέγουσι ὅτι ἧτον ὁ τίμιος σταυρὸς τριακοσίος χρόνους καὶ ἀνελήφθη εἰς τὸν καιρὸν τοῦ πατριάρχου Ἠλία τὴν ἡμέραν τῆς Ὑψώσεως. ’Εκεῖνον τὸν ναὸν ἔχουσιν οἱ Λατῖνοι σήμερον.

§ 16. Ἀναμεταξὺ δὲ τούτου καὶ τοῦ Ζωοδόχου Τάφου ἔνε ὁ τόπος, ὁποῦ έπάτησεν ὁ Χριστὸς καὶ εἶπεν τῇ Μαγδαληνῇ60 Μαρίᾳ· «Μή μου ἅπτου» (Ἰωάν, κ´, 17).

§ 17. Καὶ ἀνατολικὰ τοῦ τόπου έκείνου ὀλίγον ἔνε ἡ Ἁγία Φυλακή, ὁποῦ ἐβάλασιν ἀπέσω οἱ Ἰουδαίοι τὸν Κύριον, καὶ ὄξω ἀπὸ τὴν πόρταν τῆς ἔνε κλάπα ἀπὸ μάρμαρον61, ἔχουσα δύο τρύπες62. Ἐχεῖ ἔβαλον οἱ Ἰουδαῖοι τοὺς ἀχράντους πόδας τοῦ Κυρίου καὶ ἐδέρνασίν τον.

§ 18. Ὀπίσω τοῦ μεγάλου βήματος ἔνε ἄλλον βῆμα, ὁ τόπος ὁποῦ διεμερίζοντο οἱ στρατιῶται τὰ ἱμάτια63 τοῦ ’Ιησοῦ· καὶ σιμά

του ἔνε ἄλλον βῆμα, ὁποῦ τὸν ἐπότισαν τὸ ὄξος καὶ τὴν χολήν καὶ ἄλλον βῆμα, ὁποῦ ἐκαθέζοντο οἱ στρατιῶται καὶ ἐπροσέχασι τὸν Ἰησοῦν ἐπὶ τοῦ σταυροῦ, καὶ εὐθὺς ἔνε ὁ Γολγοθᾶς.

§ 19. Ὑπῆρχε δὲ ὁ ναὸς ὅλος ἱστορισμένος64 μὲ τὸ ψηφὶν καὶ εἶχε τὰ πάθη τοῦ Χριστοῦ καὶ μορφὰς ἀποστόλων, προφητῶν, μαρτύρων, εἰς τὰ ὑψηλὰ τοῦ ναοῦ· καὶ κάτω ὅλος ἧτον ἐνδυμένος μὲ τὴν ὀρθομαρμάρωσιν65.

§ 20. Ὀπίσω ἀπὸ τὸ Ἅγιον Βῆμα ἀνοίγει πόρτα διὰ καμάρας καὶ κατεβαίνομεν ἀνατολικὰ σκαλία μ´ καὶ εὐρίσκομεν ναὸν ὑπόγαιον, ἀποκάτω66 εἰς τὴν γῆν ὅλος χωσμένος καὶ μοναχὰ ἡ τροῦλλα φαίνεται. Ἔχει γοῦν τέσσαρους κίονας ὁ ναὸς καὶ ὑδροστατοῦσιν67 ὅλον τὸ καλοκαίριν· καὶ ἀριστερὰ τοῦ ναοῦ κατὰ τὸ βόρειον μέρος ἔνε θυρίδα, καμαρόπουλον μικρόν, εἰς τὸν τοῖχον καὶ μέσα ἔχει λεκάνην μιχρὰν διὰ μαρμάρου. Ἐχεῖ ἀκούομεν βοὴν ὡς μελισσίων πολλῶν, μᾶλλον δὲ ταραχὴν ὡς κῦμα θαλάσσης. Ἐχεῖ λέγουσιν ὅτι ἔνε ἡ Ἀναπνοὴ68 τῆς Κολάσεως.

§ 21. Καὶ κατεβαίνομεν παρακάτω σκαλία ὀκτὼ καὶ εὐρίσκομεν ναὸν ἕτερον, εἰς τὸ δεξιὸν δὲ τούτου μέρος ἔνε σπήλαιον μικρόν. Ἐχεῖ εὗρεν ἡ ἁγία Ἑλένη69 τοὺς τρεῖς σταυρούς, τὸν δεσποτικὸν καὶ τοὺς δύο τῶν λῃστῶν.

§ 22. Καὶ ὅταν ἀνεβαίνομεν, ἀριστερὰ τῆς μεγάλης σκάλας ἔνε πόρτα χεκλεισμένη, ὁποῦ ἐμπαίνασι70 τὸ πρῶτον ἀποκάτω εἰς τὸν Ἅγιον Τάφον.

§ 23. Ταῦτα ὅλα, ὁποῦ εἴπαμεν, ἀπέσω τὰ ἔχει ὁ μέγας ναός, διότι ἔνε τόσον μέγας, σχεδὸν ὡσὰν καὶ τὴν Ἁγίαν Σοφίαν τῆς Κωνσταντινουπόλεως.

§ 24. Ἔχει γοῦν ὁ ναὸς δύο πόρτες71 κατὰ νότον εἰς τὰ δεξιὰ μέρη· ἡ μία ἔνε κεκλεισμένη παντελῶς. Ἔχει δὲ ἔμπροσθεν εἰς αὐτὲς τὲς δύο πόρτες72 αὐλὴν μεγάλην τετράγωνον73, στρωμένη μὲ τὸ μάρμαρον.

§ 25. Εἰς δὲ τὸ ἀριστερὸν μέρος τῆς πύλης ἔνε καμπαναρίον μέγα καὶ ὑψηλόν, ὡραῖον, συγκεκολλημένον74 ὁμοῦ μετὰ τοῦ θείου ναοῦ τοῦ μεγάλου, ὁποῖον ἔνε δύσκολον νὰ ἔχῃ75 ὁ κόσμος ἄλλον ἔνα ὡσὰν ἐκεῖνον, καὶ ἔσυρνεν εἰς τὸν καιρόν του ιη´ καμπάνες76.

§ 26. Ἔχει ἀποκάτω του καὶ ἄλλον ναὸν μικρότερον ἀπὸ τὸν μέγαν ναόν, Χριστὸς ἡ Ἀνάστασις καὶ αὐτὸς ἐπικεκλημένος διὰ τὸ πρῶτον ὀφθῆναι77 τὸν Χριστὸν ἐκ τῶν νεκρῶν ἐγερθέντα ταῖς Μυροφόροις, λέγων αὐταῖς ‟Χαίρετε» (Ματθ. κη´, 9).

§ 27. Κύκλῳ οὖν τοῦ μεγάλου ναοῦ κατὰ δύσιν εὐθὺς εἶναι καὶ τὰ πατριαρχικὰ κελλία, ὅλα διὰ θόλων καὶ καμάρων κατεσκευασμένα, καθὼς ἔνε καὶ ὅλα τὰ ὁσπίτια78 τῆς Ἱερουσαλήμ.

§ 28. Ἐγγὺς δὲ τοῦ πύργου Δαυίδ, κατὰ τὸ βόρειον μέρος, ἔνε οἶκος κεκλεισμένος μετὰ σιδηρᾶς πόρτας, ὁποῦ δὲν ἀνοίγει ποτέ. Ἐκεῖ λέγουσιν ὅτι εἶναι τὰ ὅπλα, ὁποῦ ἐπίασαν μετ’ αὐτῶν τὴν νύκτα τὸν Χριστόν, καὶ ὅλα τὰ ἄρματα τῆς κουστωδίας.

§ 29. Ἀποκάτω79 εἰς τὸν πύργον τού Δαυίδ, εἰς τὰ θεμέλια, ἀπέσω τοῦ χαντακίου, ἔνε πόρτα σιδηρᾶ. Ἐκεῖθε μέσα λέγουσιν, ὅτι μέλλει νὰ ἐξέβῃ80 ὁ Πύρινος Ποταμός, νὰ πάρῃ81 τοὺς ἁμαρτωλοὺς ἀπὸ τὴν κοιλάδα τοῦ Κλαυθμῶνος, νὰ τοὺς ὑπάγῃ82 εἰς τὴν Θάλασσαν τὴν Νεκράν, εἰς τὰ Σόδομα καὶ Γόμορρα83, ἐχεῖ νὰ ἀνοίξῃ84 τὸ στόμα τῆς Κολάσεως νὰ τοὺς καταπίῃ· ἀπέχει δὲ τῶν Ἱεροσολύμων λγ´ μίλια τὸ διάστημα.

§ 30. Πρὸς δὲ νότον τοῦ πύργου ἔνε ἡ Ἁγία Σιών, ἡ ὁποία ἧτον εἰς τὸ παλαιὸν θρόνος τοῦ ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου· νῦν δὲ ἔνε καὶ αὐτὴ ἀπὸ τὰ θεμέλια ἠφανισμένη· ἔχει μόνον τὴν καμάραν τοῦ ἁγίου βήματος. Ἐκεῖ ἧτον ὁ τάφος τοῦ ἁγίου Στεφάνου, ὁ οἶκος τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου. ’Εκεῖ μετεστάθη ἡ ὑπεραγία Θεοτόκος. Ἐκεῖ εἶναι δύο πέτρες ὁποῦ τὲς85 ἤφερεν ἄγγελος ἀπὸ τὸ Σίναιον ὄρος καὶ ἐπροσκύνησέν τες ἡ βασίλισσα τοῦ κόσμου. Ἐκεῖ ἔνε ὁ τάφος τοῦ Δαυὶδ καὶ τοῦ Σολομῶντος. Ἐκεῖ ἧτον τὸ ἀνώγαιον τὸ ἐστρωμένον. Ἐκεῖ ἧτον ὁ τόπος ὁποῦ ἐγίνη ἡ κάθοδος τοῦ παναγίου πνεύματος εἰς τοὺς ἀποστόλους, ὁ δεῖπνος ὁ μυστικός, ὁ νιπτήρ, τῶν θυρῶν κεκλεισμένων. Ἧτον δὲ ὁ ναὸς μέγας πολλά, σχεδὸν ὡσάν καὶ τὴν Ἁγίαν Σοφίαν. Ἔχουσιν ἐκεῖ οἱ Λατῖνοι μοναστήριον καὶ λέγουσίν τὸ Ἁγία Σιών. Ἔνε γοῦν ἀνώγαιον καὶ λέγουσι τὸ ἔνα τοῦ Νιπτῆρος, τὸ ἄλλον τοῦ Μυστικοῦ Δείπνου, τὸ ἄλλον· Τῶν Θυρῶν Κεκλεισμένων καὶ ἡ Ψηλάφησις τοῦ Θωμᾶ.

§ 31. Ἀπέχει δὲ ἡ Γεθσημανῆ ἀπὸ τῆς Ἁγίας Σιών ὡσεὶ μίλιον ἕνα, καὶ ἔνε κάτω εἰς τὸν χείμαῤῥον86 τῶν Κέδρων. Ἔνε γοῦν ἐκεῖ ναός, μέγας καὶ αὐτὸς καὶ πολυέξοδος, ὑποκάτω τῆς γῆς ὅλος χωσμένος, καὶ κατεβαίνομεν κάτω σκαλία87 μη´ καὶ εὑρίσκομεν τὸ ἔδαφος τοῦ ναοῦ πλάκες στρωμένες88 καὶ εἰς τὸ ἔδαφος ἀπάνω ἔχει κτισμένον κουβούκλιον, καὶ εἰς τὸ κουβούκλιον ἀπέσω ἔνε ὁ τάφος τῆς ὑπεραγίας Θεοτόκου, κτισμένος μετὰ μαρμάρων λευκῶν ἔμπροσθεν εἰς τὴν ἁγίαν τράπεζαν. Ἐκεῖ ἀπέσω ἔχει καὶ τὸ μνῆμα τοῦ Ἰωακεὶμ καὶ τῆς Ἅννης.

§ 32. Ἔξωθεν δὲ τοῦ ναοῦ ἔνε τὸ σπήλαιον ὁποῦ ἐπρόδωσεν89 ὁ Ἰούδας τὸν Κύριον μέσα εἰς κῆπον· χωρεῖ ἀπέσω ὡσεὶ ἑκατὸν ἄνδρας.

§ 33. Καὶ πρὸς τὸν νότον90 ὡσεὶ λίθου βολὴν ἔνε ὁ τόπος ὁποῦ ἐδιέβη καὶ ἔποικεν τὴν προσευχήν, λέγων· ‟Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ» (Ματθ. κη´, 39). Ἔκλινε γοῦν τὸ γόνατον εἰς τὴν πέτραν καὶ ἀκόμη91 φαίνεται ὁ τύπος ἕως καὶ τώρα. Ἧτον καὶ ναὸς μέγας ἐκεῖ, ἀλλὰ νῦν παντελῶς ἔνε χαλασμένος ἕως θεμελίων.

§ 34. Ἀπέχει δὲ ἡ Γεθσημανῆ ἀπὸ τοῦ τείχους τῆς Ἁγίας Πόλεως ὅσο νὰ σύρῃ92 τὸ δοξάριν, καί μέσον εἰς τὴν μέσην τοῦ τοιούτου διαστήματος ἔνε ὁ τόπος ὁποῦ ἐλίθασαν τὸν ἅγιον Στέφανον.

§ 35. Τὸ δὲ ὄρος τῶν Ελαίων ένε κατὰ ἀνατολὰς τῆς Ἁγίας Пόλεως καὶ ἀπέχει ἀπὸ τῆς Γεθσημανῆ, ὁποῦ ἔνε εἰς τὴν ὑπώρειαν93, ἕως τῆς κορυφῆς τοῦ ὄρους, ὁποῦ ἀνελήφθη ὁ Κύριος, ὡσεὶ μίλιον ἕν. Μέσον δὲ ταύτης τῆς ὁδοῦ ἔνε ἡ πέτρα ὁποῦ ἐκάθισεν ὁ Ἰησοῦς καὶ ἐδίδασκε τοὺς μαθητὰς περὶ τῆς συντελείας τοῦ αἰῶνος.

§ 36. Ἔνε γοῦν τὸ ὄρος τοῦτο ὀλίγον ὑψηλότεροι τῆς πόλεως Ἱερουσαλήμ. Ἔχει ἀκόμη ἐλαὶς καὶ συκὲς94 καὶ ἀμπελῶνας καὶ ἄλλα δένδρα, τὰ ὁποῖα κλίνουσιν ὅλα τὰς κορυφὰς καὶ προσκυνοῦσι τὴν κορυφὴν τοῦ ὄρους· λέγουσι δέ, ὅτι τὴν νύκτα τῆς Ἀναλήψεως, ἕως νὰ ἀπολύσῃ95 ἡ λειτουργία, κλίνουσι τὰ φυτὰ τὰς κορυφὰς καὶ προσκυνοῦσι τὸ ὄρος, τὸ ὁποίόν ἔνε θαῦμα μέγα· ὁμοίως καὶ ὅλα τὰ περίχωρα τῆς Ἱερουσαλήμ, τὰ δένδρα καὶ οἱ ἀμπελῶνες, ὅλα κλίνουσι τὴν κορυφὴν κατὰ ἀνατολάς.

§ 37. Εἰς γοῦν τὴν κορυφὴν τοῦ ὄρους ἔκτισεν ὁ μέγας Κωνσταντῖνος ναὸν μέγαν καὶ περικαλλῆ96, στρογγυλοειδῆ ὥσπερ καὶ τὸν ναὸν τοῦ Ἁγίου Τάφου. Ἔχει καὶ αὐτὸς τὴν τρούλλην97 ἀσκεπῆ καὶ ἀποκάτω ἔχει κουβούκλιον κτισμένον εἰς τὴν μέσην τοῦ ναοῦ, ὡραιότατον98. Ἔκει ἀπέσω ἔχει τὸ τελευταῖον ἴχνος τοῦ δεσπότου Χριστοῦ, ὁποῦ ἐπάτησε καὶ ἀνελήφθη εἰς τοὺς οὐρανούς. Ἔνε γοῦν τὸ ἥμισον99 τοῦ ναοῦ τούτου χαλασμένο, τὸ μέρος τὸ πρὸς ἀνατολήν, καὶ ὅλον τὸ ἅγιον βῆμα· ἔνε δὲ ὁ ναὸς εἰς ὄνομα τοῦ Σωτῆρος Χριστοῦ. Εἶχε καὶ καμπαναρίον μέγα καὶ ἐχάλασε. Ἔνε τὸ μάκρος τοῦ ναοῦ βήματα ποδῶν ἐξηπλωμένα εἰκοσιπέντε, τὸ δὲ πλάτος ιθ´.

§ 38. Ἔξωθεν δὲ τῆς πύλης τοῦ ναοῦ ὀλίγον διάστημα, εἰς τὰ δεξιὰ μέρη, ἀποκάτω εἰς τὰ καμαρικά, εἰς τὰ θεμέλια τοῦ ναοῦ, ἔνε ὁ τάφος τῆς ἁγίας Πελαγίας καὶ τὸ κελλίον ὁποῦ ἤσκησεν· ἐκεῖ λέγεται ἡ ἁγία ἐξομολόγησις.

§ 39. Ἀριστερὰ πάλιν τοῦ ναοῦ κατὰ τὸ βόρειον μέρος, ὅσο νὰ σύρῃ μὲ τὴν σαγίτταν100, ἔνε τὸ ὅρος ἡ Μικρὴ Γαλιλαία.

§ 40. Καὶ ὑποκάτω τοῦ ὅρους τῶν Ἐλαιῶν, κατὰ ἀνατολὰς ὡσεὶ μίλιον ἕν, ἔνε ἡ Βηθανία, ἡ τοῦ Λαζάρου πατρίς, πολίχνιόν τι σμικρόν. Ἔχει καὶ ναόν, ἡ Ἀνάστασις τοῦ τετραημέρου Λαζάρου. Ἐκεῖ ἀπέσω τὸ σπήλαων ὁ τάφος τοῦ ἁγίου Λαζάρου, καὶ χωρὶς εἰς ἄλλον τόπον τοῦ ναοῦ ἔνε ὁ τάφος Μαρίας καὶ Μάρθας, τῶν δύο αὐτοῦ ἀδελφίδων.

§ 41. Πάλιν ἀπέσω εἰς τὸν χείμαῤῥον101 τῶν Κέδρων ἔνε ἡ Κολυμβήθρα τοῦ Σιλωὰμ καὶ ἀπέχει ἀπὸ τὴν Γεθσημανῆ ἕνα μίλιον. Ἔνε γοῦν σπήλαιον στενὸν ἀποκάτω εἰς τὴν γῆν καὶ κατεβαίνομεν σκαλία κτιστὰ κἀκεῖ εὑρίσκομεν νερὸν ὀλίγον.

§ 42. Καὶ ἀπάνω ἀπὸ τοῦ Σιλωάμ, ὅσον νὰ σύρῃ102 τὸ δοξάριν, ἔνε τὸ Πτερύγων τοῦ Ἱερόῦ, ὁποῦ ἐκρήμνισαν οἱ Ἰουδαῖοι τὸν ἅγιον Ἰάχωβον τὸν Ἀδελφόθεον καὶ ἀπέθανε. Ἀπὸ μέσα γοῦν ἧτον ὁ ποτὲ πολυθρύλητος ἐκεῖνος ναὸς τῶν Ἰουδαίων κατεσκευασμένος ἔγγιστα τοῦ τείχους τῆς πόλεως· ἀπόβλεπε δὲ καὶ τὸ πτερύγων αὐτοῦ πρὸς τὸν εἰρημένον χείμαῤῥον τῶν Κέδρων καὶ τὸ ὄρος τῶν Ἐλαιῶν. Ὑπῆρχε δὲ ὁ ναὸς οὗτος εἰς τὸν καλλιώτερον τόπον ὁποῦ εἶχεν ἡ Ἱερουσαλήμ, καὶ κρατεῖ ἡ περιοχή του ἐγγὺς τρία μίλια· νῦν δὲ οὐδὲν ἀπέμεινε λίθος ἐπὶ λίθον, ὡσὰν τὸ εἶπεν ὁ Χριστός, τὸ ἀψευδὲς στόμα. Ἐκεῖ ἀπάνω εἰς τὰ θεμέλια τοῦ ναοῦ ἔκτισαν οἱ Σαρακηνοὶ δύο μεγάλες συναγωγὲς103 καὶ ἄλλες πολλὲς104 μικρὲς καὶ προσκυνοῦσιν ἀπέσω. Ἐκεῖ ἀπέσω εἰς τὴν μίαν τοὺς συναγωγήν, ὁποῦ ἧσαν ποτέ τὰ Ἅγια τῶν Ἁγίων, λέγουσιν ὅτι ἔνε ὁ λίθος ὁποῦ ἐκοιμᾶτον ἡ ὑπεραγία Θεοτόκος, ὅταν ἧτον ἐκεῖ μέσα, καὶ κρέμεται ἀοράτως ὑπὸ θείας δυνάμεως ὁ λίθος ἐκεῖνος, καὶ ἔνε φραγμένος διὰ ξύλων καὶ τινὰς οὐδὲν τοῦ προσεγγίζει, ἐπειδὴ ἐβγαίνει105 φλόγα ἀπὸ τὸν λίθον καὶ καταφλογίζει τους.

§ 43. Εἰς τὰ προαύλια τοῦ πάλαι Ἰουδαϊκοῦ ναοῦ, κατὰ τὸ βόρειον μέρος, ἀνατολικὰ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἔνε ἡ Κεκλεισμένη Πύλη, ὁποῦ λέγει ὁ προφήτης Ἰεζεκιήλ (μδ´, 2). Ἔνε σιδηρᾶ, μεγάλη, καὶ ἧτον καὶ αὕτή τῆς πόλεως καὶ στέκεται ἀκόμη σφαλισμένη.

§ 44. Καὶ ἔμπροσθεν εἰς τὰ προαύλια τοῦ Ἰουδαϊκοῦ ναοῦ, ὡσὰν ἐμπαίνομεν τὴν ἀνατολικὴν πύλην τῆς πόλεως, εἶναι τὰ Σπίτια106 τοῦ Ἰωακεὶμ καὶ τῆς Ἅννης. Ἔνε εἰς τὴν αὐλὴν καὶ ἡ νεραντζέα, ὁποῦ ἐκάμνασι τὴν κούνιαν τῆς ὑπεραγίας Θεοτόκου, ὅταν ἧτον βρέφος. Ἐκεῖ ἔνε ἡ Προβατικὴ Κολυμβήθρα καὶ αἱ πέντε στοαὶ τοῦ Σολομῶντος. Ἐποίκασιν οὖν οἱ ὀρθόδοξοι βασιλεῖς τοὺς οἴκους τοῦ Ἰωακεὶμ ἐκκλησίαν μεγάλην, δρομικήν, ὡραίαν, καὶ τώρα ἔχουσιν αὐτὴν οἱ Ἀγαρηνοί, ὡσὰν καὶ ἄλλα πολλά.

§ 45. Ἐκεῖ κοντὰ ἔνε καὶ ὁ Λάκκος, ὁποῦ ἔῤῥιψαν οἱ Ἰουδαῖοι τὸν Ἱερεμίαν. Ἔνε τὸ μάκρος του ὅσο νὰ σύρῃ ἄνδρας μὲ τὸ107 δοξάριν, καὶ τὸ πλάτος του ὡσεὶ λίθου βολήν. Εἶναι καὶ ἄλλοι πολλοὶ ὡσὰν ἐκεῖνον.

§ 46. Καὶ ὀλίγον παρεκεῖθες108 ἔνε καὶ τὸ Ὁσπίτιν109 τοῦ Πιλάτου, τὸ ποτὲ κριτήριον· ἀκόμη ὡς καὶ τὰ τώρα κριτήριον ἔνε.

§ 47. Ἐκεῖ κοντὰ ἔνε καὶ τὰ Σπίτια110 τν ποτὲ ἀρχιερέων Ἄννα καὶ Καϊάφα χαλασμένα, πλὴν στέκονται ὀλίγα καμαρικὰ καὶ τεῖχος μερικὸν.

§ 48. Καὶ ὀλίγον ἀπ’ ἐκεῖθεν ἔνε ὁ Βουνός, τὸ χῶμα ὁποῦ ἐξήβαλεν ἡ ἁγία Ἑλένη ἀπὸ τὸν τόπον ὁποῦ ηὗρεν τοὺς σταυρούς.

§ 49. Εἶχε δὲ μοναστήρια πολλὰ ἀπέσω ἡ πόλις Ἱερουσαλήμ, μεγάλα καὶ ὡραιότατα111 καὶ πολυέξοδα, μόνον τῆς ἁγίας Ἑλένης112 οε´, χωρὶς113 τὰ ἄλλα ὁποῦ εἶναι ἀμέτρητα, καὶ ὅλα εἶναι εἰς τὰ ξένα χέρια.

§ 50. Ἀπὸ τὸν ναὸν τοῦ Ἁγίου Τάφου κατὰ δύσιν καὶ τὴν ἀνατολὴν καὶ βορεινὰ καὶ νοτεινὰ114 ἧτον ὅλο φόρος, στρωμένος μὲ τὸ μάρμαρον καὶ ἀπὸ ἀπάνω σκεπασμένος ὅλος μὲ τοὺς θόλους καὶ τὲς καμάρες115, καὶ ἀποκάτω ἐργαστήρια ἡ μία μερία καὶ ἡ ἄλλη· καὶ ἐσφάλιζε κάστρο μὲ δ´ πόρτες116, καὶ εἶχεν ἀπέσω ξενοδοχεῖα καὶ παλάτια μεγάλα καὶ θαυμάσια καὶ πολυέξοδα.

§ 51. Ἕξω δὲ τῆς Ἱερουσαλὴμ ἕνα μίλιον ἔνε ὁ τόπος, ὁποῦ ἐφύτευσεν ὁ Λὼτ τὰ τρία ξηρὰ ξύλα καὶ ἐγίνη τὸ δένδρον, ὁποῦ ἐποίκασιν οἱ Ἰουδαῖοι τὸν σταυρόν. Ὑπάρχει γοῦν ἐχεῖ μοναστήριον, Σταυρὸς ὀνομαζόμενον, ὡραῖον καὶ μεγάλον, καὶ ἔχεῖ καὶ πολλὰ κελλία· τὸ ὁποῖον ἔχουσιν οἱ Ἵβηροι.

§ 52. Ἀπὸ δὲ τῆς πόλεως Ἱερουσαλὴμ ἕως τῆς Βηθλεὲμ εἶναι μίλια ἓξ καὶ ἡ στράτα ὅλο πέτρα. Εἰς τὴν μέσην τῆς στράτας ἔνε μοναστήριον εἰς ὄνομα τοῦ προφήτου Ἠλιού, ὅμοιον ὡσὰν καὶ τοῦ Σταυροῦ, πλὴν ἔνε ἔρημον ἀπὸ καλογέρους.

§ 53. Ἡ δὲ ἁγία Βηθλεὲμ ἔνε πρὸς νότον, εἰς τὰ δεξιὰ μέρη τῆς πόλεως Ἱερουσαλήμ· ἔνε δὲ ὁ ναὸς τῆς Βηθλεὲμ μέγας πολλὰ καὶ περιβόητος, δρομικός, ὡραίος· ἔνε τὸ μάκρος του βῆματα ἀνδρὸς μεγάλα ἀνοικτὰ να´ καὶ τὸ πλάτος του κζ´, καὶ βαστάζουσίν τὸν κιόνια μαρμάρινα ν´, ἀπὸ κάθα μερίαν κε´· καὶ ἔνε μέγας καὶ πλατύς, σχεδὸν καὶ ἀπὸ τὸν ναὸν τοῦ Ἁγίου Τάφου μεγαλώτερος117. Καὶ ὀμπρὸς εἰς τὸ ἅγιον βῆμα ἔνε κουβούκλιον περικαλλές118, μετὰ λεπτῶν κιόνων στηριζόμενον κύκλωθεν. Ἔχει γοῦν δύο πόρτες119, βορεινὴν καὶ νοτεινήν. Ἀπ’ ἐκεῖνες120 ἐμπαίνομεν καὶ κατεβαίνομεν κάτω σκαλία ις´ πορφυρᾶ καὶ εὑρίσκομεν τὸ Ἅγιον Σπήλαιον, ὁποῦ ἐγεννήθη ὁ Χριστός, ὅλον ἐνδυμένο μὲ τὸ121 μάρμαρον· καὶ ἡ Ἁγία Φάτνη ὁμοίως. Καὶ ἀπάνω τὰ ὑψηλὰ τοῦ σπηλαίου ῦλα μὲ τὸ μουσεῖον122 ἱστορισμένα, καὶ ἔχει εὐωδίαν ὁ τόπος ἐκεῖνος, ὁποῦ δὲν δύνεται123 ἄνθρωπος νὰ τὴν λαλήσῃ. Εἶναι δὲ ἱστορισμένα τοῦ ναοῦ τὰ ὑψηλὰ ὑπὸ τοῦ ἐν βασιλεῦσιν ἀοιδίμου124 κυροῦ Μανουὴλ τοῦ Κομνηνοῦ ὅλα μὲ τὸ μουσεῖον125 πολλὰ ἕμορφα· καὶ τὰ γράμματα, ὁποῦ δηλοῦσι τῶν ἁγίων τὰ ὀνόματα, εἶναι τὰ ἥμισυ λατινικὰ καὶ τὰ ἥμισυ ἐλληνικά. Καὶ τίς ἔνε δυνατὸς νὰ διηγηθῇ κατὰ λεπτὸν τὴν ἔξοδον ὁποῦ ἐγένετο εἰς τὸ μοναστήριον ἐχεῖνο; τὸ ὁποῖον ἥτον κάστρο μέγα μὲ τοὺς πύργους, καμπαναρίον μέγα καὶ ὑψηλόν, ἐκκλησίαι ἄλλαι μεγάλαι καὶ πανεξαίρετοι, παλάτια μεγάλα καὶ πολυέξοδα, ξενοδοχεῖα126, δεξαμεναί, κινστέρνες127, τὰ ὁποῖα στέκονται ἀκόμη μερικὸν ἀπ’ ἐκεῖνα, τὰ δὲ ἄλλα εἶναι ἠφανισμένα.

§ 54. Ὅςω ἀπὸ τὴν πόρταν τοῦ μοναστηριού ἔνε τὸ χωρίον128 ἡ Βηθλεέμ, καὶ κατὰ δύσιν τῆς Βηθλεὲμ ἕνα μίλιον ἔνε ὁ Οἶκος τοῦ Ἐφραθά, καὶ κατὰ τὸ βόρειον μέρος τῆς Βηθλεὲμ ἕνα μίλιον ἔνε ὁ Τάφος τῆς Ῥαχιήλ, καὶ κατὰ ἀνατολὰς τῆς Βηθλεὲμ ἕνα μίλιον ἔνε ὁ τόπος ὁποῦ ἤκουσαν οἱ ποιμένες τὸν ὕμνον τὸν ἀγγελικόν. Ἐκεῖ ἥτον μέγα μοναστήριν καὶ ἐχάλασε. Παρεκεῖθεν129 δύο μίλια ἔνε τὸ μοναστήριον τοῦ ἁγίου Θεοδοσίου τοῦ Κοινοβιάρχου.

§ 55. Ἡ δὲ λαύρα τοῦ ἁγίου Σάββα ἀπέχει τῶν Ἱεροσολύμων ὡσεὶ μίλια δώδεκα. Ἔνε γοῦν μέσα εἰς τὴν φάραγγα, ὁποῦ κατεβαίνει ἀπὸ τὴν Ἱερουσαλὴμ καὶ ὑπάγει ἕως τὴν Νεκρὰν Θάλασσαν μίλια λγ´. Νεκρὰ θάλασσα λέγεται, διότι δὲν ἔχει οὐδένα ζωντανὸν τίποτε ἀπέσω, οὐδὲ χόρτον, οὐδὲ τίποτε, μοναχὰ νερὸ καθάριο, καὶ ἔνε τὸ περίκυκλόν τῆς τριακόσια μίλια. Ἔνε γοῦν ἡ λαύρα τοῦ ἁγίου Σάββα εἰς τὴν κοιλάδαν ἐκείνην καὶ ἔχει καλογέρων κελλία ιδ´ χιλιάδες, ἐκκλησίαν ὡραιοτάτην130, πύργον μέγα καὶ δυνατόν, πλὴν ἔνε ἔρημον ἀπὸ καλογέρους.

§ 56. Ἀπὸ δὲ τῆς Βηθανίας κατεβαίνομεν καὶ ὑπάμεν εἰς τὸν Ἰορδάνην κατὰ ἀνατολὰς μίαν ἡμέραν, καὶ εἰς τὴν ὁδὸν εὑρίσκομεν τὸν λίθον ὁποῦ ἐπάτησεν ὁ Χριστὸς καὶ ἐκάθισεν131 ἐπὶ πώλου132 ὄνου. Ἀπέχει τῆς Ἱερουσαλὴμ μίλια τέσσαρα.

§ 57. Ἔνε γοῦν εὐθὺς ἡ Ἱεριχὼ καὶ ἀπέχει ἀπὸ τὸν Ἰορδάνην μίλια ἕξ, καὶ ἀριστερὰ τῆς Ἱεριχὼ ἔνε τὸ ὄρος, ὁποῦ ἐνήστευσεν ὁ Κύριος μ´ ἡμέρας πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ ἔχει ἀπὸ τὸ ὄρος ἐκεῖνο καὶ ἡ Ἱεριχὼ καὶ ὁ Ἰορδάνης μοναστήρια πολλά· ἄλλα εἶναι χαλασμένα καὶ ἄλλα στέκονται ἀκόμη.

§ 58. Ὁ δὲ Ἰορδάνης κατεβαίνει ἀνάμεσα τὰ ὄρη τῆς ἐρήμου καὶ τῆς Ἰουδαίας, ἕως κοντὰ εἰς τὴν Νεκρὰν Θάλασσαν. Ἐκεῖ βυθίζεται καὶ ὑπάγει κάτω τῆς γῆς καὶ εἰς τὴν Νεκρὰν Θάλασσαν οὐκ εἰσέρχεται. Ἔνε γοῦν ὁ ποταμὸς καὶ ἀπὸ τὲς133 δύο μερίες134 ἀλσώδης, ἤγουν ἔχει δένδρα καὶ καλάμια πολλά. Τὸ νερόν του πάντοτε ἔνε κατάθολον, πλὴν ἔνε γλυκύτατον καὶ ἡδονικὸν καὶ τρέχει γλήγορα· ἔχει καὶ πολλὰ ὀψάρια εἰς πλῆθος. Ἔνε τὸ καλοκαίριν πλατὺ ὡσεὶ λίθου βολὴν καὶ τὸν χειμὼν135 πλατύνεται ὡσεὶ τόξου βολήν.

§ 59. Κατὰ δύσιν τῆς Ἁγίας Πόλεως μιλιά ἓξ ἔνε ἡ Ὀρεινή, ἡ πατρὶς τοῦ προδρόμου Ἰωάννου καὶ βαπτιστοῦ.

Διηγησισ περι τησ Αιγυπτου και του Σινα

§ 1. Ἀνεβαίνομεν ἀπὸ τὸ Ταμιάθιν ἢ ἀπὸ τοὺς Βρούλλους136, μέσα ἀπό τὸν ποταμὸν Νεῖλον, ἕως τὸ Κάρυος τριακόσια μίλια καὶ περίττου· καὶ εὑρίσκομεν τὸ Κάρυος εἰς δύο πόλεις, μία ἡ Παλαιὰ Αἴγυπτος καὶ ἄλλη ἡ Νέα· ἀπέχει μία ἀπὸ τὴν ἄλλην ἕνα μίλιον καὶ εἶναι οἱ137 δύο, ἂν τὲς138 ἑνώσωμεν εἰς μίαν, πολλὰ μικρότερες139 ἀπὸ τὴν Κωνσταντινούπολιν πλὴν ἔχουσι περίττου ἀνθρώπους ἀπὸ τὴν Πόλιν. Εἶναι γοῦν καὶ αἱ δύο εἰς τὸ ἀριστερὸν μέρος τοῦ ποταμοῦ καὶ ἔχουσι τὸν ποταμὸν ὡσὰν τειχίον. Ἔνε τὸ πλάτος τοῦ ποταμοῦ εἰς τόπους μὲν δύο στάδια καὶ ὀλιγώτερον140.

§ 2. Εἶναι141 γοῦν εἰς τὴν Παλαιάν Αἴγυπτον ναοὶ πολλοὶ καὶ ἔμορφοι, καὶ ὅλους ἔχουσίν τους οἱ Σαρακηνοί, παρὰ τρεῖς καὶ μόνοι εἶναι τῶν χριστιανῶν. Ὁ ἕνας ἔνε εἰς ὄνομα τῆς ὑπεραγίας Θεοτόκου, ὁ ἄλλος ἔνε εἰς ὄνομα τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου καὶ ὁ τρίτος ἔνε εἰς ὄνομα τοῦ μεγάλου ἐν ἱεράρχαις Νικολάου.

§ 3. Πέραν δὲ τοῦ ποταμοῦ Νείλου, ἄντικρυ τῆς Παλαιᾶς Αἰγύπτου ὡσεὶ μιλίων διάστημα ἑπτά, εἶναι καὶ οἱ πυραμίδες, τουτέστι τὰ σιτοδοχεῖα τοῦ Ἰωσήφ· πλὴν λέγουσι τινές, ὅτι πῶς ἧσαν τάφοι τῶν βασιλέων μεγάλοι καὶ πολυέξοδοι.

§ 4. Ἀπό δὲ τοῦ Κάρυος ἕως τὴν Ἐρυθρὰν θάλασσαν ἔνε δύο ἡμερῶν διάστημα, καὶ παρεκεῖθες142 ὀλίγον ἔνε ὁ Ἐρυθραῖος κόλπος, ὁποῦ ἐπέρασεν143 ὁ Μωϋσῆς τοὺς Ἑβραίους. Ἔνε γοῦν τὸ πέραμα ὡσεὶ μίλια ιη´.

§ 5. Ἔνε ἐχει κοντὰ καὶ τὸ ὄρος ὁποῦ ἥσχησεν ὁ μεγας Ἀντώνιος, καὶ λέγεται τὸ ὄρος τοῦ Ἀντωνίου ἕως τὴν σήμερον.

§ 6. Ἔνε ἡ Μεῤῥὰ ἀπὸ τὸν τόπον ὁποῦ ἐπεράσαν οἱ Ἑβραῖοι ὡσεὶ μίλια ἕξ, καὶ ἔχει νερὰ ὑπόθερμα καὶ ἁλμυρά.

§ 7. Πρὸς δὲ ἀνατολὰς ἡλίου τριῶν ἡμερῶν διάστημα ἔνε ἡ Ῥαϊθώ, παλαιὰ πόλις τῆς Ἐρυθρᾶς Θαλάσσης. Ἐχεῖ ἔκτισεν ὁ βασιλεὺς Ἰουστινιανὸς μοναστήριον, ναὸς δρομικὸς καὶ ὡραῖος, κελλία πολλά, περικεκλεισμένα κάστρῳ μετὰ πύργων. Εἰς ἐκεῖν’ ἐσφάγησαν καὶ οἱ ὅσιοι πατέρες ὑπὸ τῶν ἀθέων Βλεμίδων· νῦν δὲ ὅλα εἶναι ἠφανισμένα.

§ 8. Ἐγγὺς δὲ τούτου ὡσεὶ μιλίων δύο διάστημα εἶναι καὶ αἱ ιβ´ πηγαὶ τῶν ὑδάτων καὶ τὰ ο´ στελέχη144 τῶν φοινίκων, ὁποῦ γράφει ὁ Μωϋσῆς. Οἱ ἓξ πηγαὶ ἐχώσθησαν ἀπὸ τὴν ἅμμον καὶ οἱ145 ἓξ διαμένουσιν, οἱ δὲ φοίνικες εἶναι πλέον ἀπὸ τοὺς χιλίους.

§ 9. Δύο δὲ ἡμερῶν διάστημα τῆς Ἐρυθρᾶς ἔνε τὸ Σίναιον ὄρος· κύκλῳ δὲ τοῦ Σιναίου εἶναι καὶ ἄλλα ὄρη δύσβατα. Περὶ δὲ τὸ ἱερὸν μοναστήριον φαίνονται τρία ὄρη ἐχόμενα ἀλλήλων. Τὸ ἕνα ἔνε πρὸς μεσημβρίαν, τὸ μέσον ἔνε ἀνατολικὰ (αὐτὸ τὸ Σίναιον) οὐδὲ πολλὰ ὑψηλόν, τὸ δὲ τρίτον ἔνε τὸ Χωρήβ. Ἐκεῖ ἐφάνη ὁ θεός τοῦ Μωϋσέως πρότερον καὶ τοῦ Ἠλιοὺ ὕστερον.

§ 10. Εἰς τὴν ὑπώρειαν146 τοῦ Χωρὴβ ἔνε τὸ μοναστήριον, ὁποῦ τὸ ἔκτισε καὶ αὐτὸ ’Ιουστινιανὸς ὁ βασιλεύς. Ἔνε ὁ ναός του δρομικός, μέγας καὶ ὡραιότατος147, καὶ βαστάζεται ἐπάνω εἰς ιβ´ μεγάλους κίονας, ἀπὸ τὸ ἕνα μέρος ἓξ καὶ ἀπὸ τὸ ἄλλον μέρος ἕξ, κατὰ μίμησιν τῶν ιβ´ μηνῶν τοῦ χρόνου. Τὸ δὲ ἔδαφος του ἔνε στρωμένον ὅλο μάρμαρον ὡραῖον, καὶ ἔνε τὸ πλάτος τοῦ ναοῦ βήματα ἀνοικτὰ ιδ´ καὶ τὸ μάκρος του ιθ´· ἔνε δὲ εἰς ὄνομα τοῦ Σωτῆρος Χρίστοῦ.

§ 11. Ὀπίσω εἰς τὸ ἅγιον βῆμα ἔνε καὶ ἄλλη ἐκκλησία μικρά, καὶ ἔνε ἀποκάτω εἰς τὴν ἁγίαν τράπεζαν ὁ τόπος ὁποῦ ἧτον ἡ Ἁγία Βάτος ἐῤῥιζωμένη148 καὶ ἐφάνη τοῦ Μωϋσέως καιομένη μέν, μὴ καταφλεγομένη δέ.

§ 12. Εἰς τὸ δεξιὸν μέρος τοῦ ναοῦ, ἔμπροσθεν εἰς τὲς ἅγιες εἰκόνες149, ἔνε τὸ λείψανον τῆς ἁγίας μεγαλομάρτυρος Αἰκατερίνης, εἰς ἀργυρένδυτον κιβώτιον ἀποτεθησαυρισμένον.

§ 13. Τὸ ὄρος τὸ Χωρὴβ ἔνε πολλὰ δύσβατον καὶ ἀνωφερές, καὶ ἔχει σκαλία τρισχίλια καὶ τετρακόσια, καὶ εἰς τὴν μέσην τῆς ἀνόδου τοῦ ὄρους τούτου ἔνε ναὸς μικρὸς εἰς ὄνομα τοῦ προφήτου Ἠλιού· ἐντὸς δὲ τοῦ βήματος τούτου ἔνε τὸ σπήλαιον ὁποῦ ἐνήστευσεν ὁ Ἠλίας τὰς μ´ ἡμέρας καί ἠξιώθη τῆς θεοπτίας ἐκείνης. Ἐπάνω δὲ εἰς τὴν κορυφὴν ἔκτισεν ὁ Ἰουστινιανὸς ναόν, ἀλλὰ τώρα ἔνε χαλασμένος. Ἔνε λοιπὸν τὸ ὄρος τὸ Χωρὴβ καί ὅσα εἶναι κοντά του ὡσὰν ἀπὸ πυρὸς150 κεκαυμένα, ὡσὰν τὸ λέγει ὁ προφήτης, ὅτι ἐτάκη τὰ ὄρη ἀπὸ προσώπου αὐτοῦ. Εἰς τὴν κορυφὴν τοῦ ὄρους τούτου ἔλαβεν ὁ Μωϋσῆς τὸν νόμον τὸν πρῶτον καί τὸν δεύτερον.

§ 14. Ἀποκάτω τοῦ ὄρους ἔνε χείμαῤῥος καὶ ἔχει πολλὰ δένδρα ἐλαίς. Ἐκεῖ ἔνε καὶ ναὸς τῶν Ἁγίων Τεσσαράκοντα Μαρτύρων. Ἀποκάτωθεν δὲ τῶν τοιούτων, πλησίον τοῦ χειμάῤῥου, ἔνε ἡ πέτρα ὁποῦ ἐξήβαλεν ὁ Θεὸς διὰ τοῦ Μωϋσέως τὰς δώδεκα πηγὰς τῶν ὑδάτων καὶ ἔπιεν ὁ λαός. Εἶναι γοῦν εἰς τὸν τόπον ἐκεῖνον πολλὰ καθίσματα μοναχῶν καὶ ὅλα εἶναι ἔρημα. Ἐκεῖ ἔνε καὶ τὸ κελλίον τοῦ Ἰωάννου τῆς Κλίμακος, ὁποῦ ἤσκησε μ´ χρόνους. Θωλὰς λέγεται ἀκόμη τὸ ὄνομα τοῦ τόπου.

§ 15. Εἰς δὲ τὸ ἄκρον τοῦ Ἐρυθραίου κόλπου φαίνεται ὄρυγμα151 βαθύτατον, ὁποῦ ἠθέλησεν Ἀλέξανδρος152 ὁ βασιλεὺς νὰ ἑνώσῃ τὴν Ἐρυθρὰν Θάλασσαν μετὰ ταύτην τὴν βορεινήν, ἀλλ’ ἀπέμεινεν τὸ ἔργον ἀτελείωτον. Ἠθέλησε νὰ ποίησῃ153 καὶ τὴν Αἴγυπτον ὡς νῆσον, ἀλλ’ οὐδὲν ἔφθασεν.

* * *

27

В этом и последующих примечаниях показаны исправления, сделанные переводчиком (см. Предисловие) и приведено первоначальное написание из Codex 301, s. XV, monasterii Διονυσίου, fol. 102a–142a. Cod.: προσκυνιτάδες.

28

λύδαν hic et infra.

29

Cod.: καισάρια.

30

Cod.: ἔμμορφον.

31

Cod.: χαλαιπὸν.

32

Cod.: πολὰ.

33

Сod.: δυσδιώδευτα.

34

Cod.: ἐρριζομένην.

35

Cod.: συκαῖς … ἐλαῖς.

36

ἥμισο in cod.

37

Cod.: χειμάρων.

38

Cod.: χείμαρος.

39

Cod.: ὡραιώτατα.

40

Cod.: καστέλιον.

41

Cod.: ἐπιβλέψομεν.

42

κόκινα / κάθα in codice; cf. p. 11, 13 / λογίς.

43

Cod.: τρούλος.

44

Cod.: δίδει.

45

Cod.: ταῖς πλάκες

46

Cod.: κανδήλαις.

47

Cod.: μεγάλαις ἀκοίμηταις.

48

Cod.: κεκρυμένον.

49

Cod.: περικαλὲς.

50

Cod.: μεγαλότερον.

51

Cod.: χωρίσει.

52

Cod.: σπιδαμαῖς.

53

Cod.: κρέμμονται.

54

Cod.: κανδήλαις μεγάλαις.

55

Cod.: κελίον.

56

Cod.: τρούλος.

57

Cod.: λογὶς.

58

Cod.: κομάτι κολόνα.

59

Cod.: καγγέλων.

60

Cod.: μαδοληνῆ.

61

Cod.: ἀπομάρμαρον.

62

Cod.: τρύπαις.

63

Cod.: σημάτου.

64

Cod.: ἰστορησμένος.

65

Cod.: μετὴν ὁρθ.

66

Cod.: ἀπὸ κάτω.

67

Cod.: ἰδροστατουσιν.

68

Cod.: ἀναπνοᾶ.

69

Cod.: ἑλαίνη.

70

Cod.: ἐμπένασι.

71

Cod.: πόρταις.

72

Cod.: αὐταῖς ταῖς δ. πόρταις

73

Cod.: τετράγονον.

74

Cod.: σογγεκολημένον.

75

Cod.: ἔχει.

76

Cod.: καμπάναις.

77

Cod.: ὠφθῆναι.

78

Cod.: ὀσπήτ(ια).

79

Cod.: ἀπὸ κάτω.

80

Cod.: μέλει νὰ ἐξεύη.

81

Cod.: πάρει.

82

Cod.: ὑπάγει.

83

Cod.: γόμορα.

84

Cod.: ἀνοίξει.

85

Cod.: πέτραις ὁ. ταῖς.

86

Cod.: χείμιαρον.

87

Cod.: σκαλλία.

88

Cod.: στρωμέναις.

89

Cod.: ἐπρόδοσεν.

90

Cod.: νῶτον.

91

ἀκόμει hic et infra.

92

Cod.: σύρει.

93

Cod.: ὑπόροιαν.

94

Cod.: ἐλαῖς καὶ συκαῖς.

95

Cod.: ἀπολύσει.

96

Cod.: περικαλεῖ.

97

Cod.: τρούλην.

98

Cod.: ὡραιώτατον.

99

ἥμισον; cf. p. 2, 8.

100

Cod.: σύρει μετὴν σαγίταν.

101

Cod.: χείμαρον.

102

Cod.: σύρει.

103

Cod.: μεγάλαις συναγωγαῖς.

104

Cod.: ἄλλαις πολλαῖς μικραῖς.

105

Cod.: εὐγένει.

106

Cod.: σπήτια.

107

Cod.: σύρει ἄ. μετὸ.

108

Cod.: παρ’ ἐκεῖθες.

109

Cod.: ὀσπήτ(ιν).

110

Cod.: σπήτεια.

111

Cod.: ὡραιώτατα.

112

Cod.: ἐλλένης.

113

Cod.: χωρεὶς.

114

νοτεινὰ in codice; cf. p. 11,17.

115

Cod.: ταῖς καμάραις.

116

Cod.: πόρταις.

117

Cod.: μεγαλότερος.

118

Cod.: περίκαλὲς.

119

Cod.: πόρταίς.

120

Cod.: ἐκεῖναις.

121

Cod.: μετὸ.

122

Cod.: μουσίον.

123

Cod.: δύναιται.

124

Cod.: ἁοιδήμου.

125

Cod.: μουσίον.

126

Cod.: ξενοδοχία.

127

Cod.: κινστέρναις.

128

Cod.: χωρεῖον.

129

Cod.: παρ’ ἐκεῖθεν.

130

Cod.: ὡραιωτάτην.

131

Cod.: ἐκάθησεν.

132

Cod.: πόλου.

133

Cod.: ταῖς.

134

Cod.: μερίαις.

135

τὸν χειμὼν] sic indecl. in codice.

136

Cod.: βρούλους.

137

οἱ; cf. p. 18, 27. 14, 19 et 20.

138

Cod.: ἀνταῖς.

139

Cod.: μικρότεραις.

140

Cod.: ὁλιγότερον.

141

Cod.: εἶνε.

142

Cod.: παρ’ ἐκεῖθες.

143

Cod.: ἐπεράσεν.

144

Cod.: στελέγχη.

145

oἱ] sic codex; cf. p. 18, 14, 27.

146

Cod.: ὑπόροιαν.

147

Cod.: ὡραιώτατος.

148

Cod.: ἐρριζομένη.

149

Cod.: ταῖς ἅγιαις εἰκόναις.

150

Cod.: ἀποπυρὸς.

151

Cod.: ὥρυγμα.

152

Cod.: ἀλλέξανδρος.

153

Cod.: ποιήσει.


Источник: Православный палестинский сборник. Том XIX. Выпуск второй. Издание императорского православного палестинского общества. С.-Петербург. Типография В. Киршбаума, Дворц. площ., д. М-ва Финансов. 1903

Комментарии для сайта Cackle