Афанасий Иванович Пападопуло-Керамевс

II. Ερμηνεια των εξω τησ Κρητησ τοπων

§ 1. Ὁ θέλων ὑπάγειν εἰς τὸ ὄρος τὸ Σίναιον ἀπὸ Κρήτης εὐκολωτέρως ἀπὸ τὴν Σιτίαν. Μὲ εὔκολον καλὸν καιρὸν διὰ τέσσαρας ἢ πέντε ἡμέρας πιάνει τὸ Ταμιάθιν154, ὅ ἐστιν χώρα μεγάλη καὶ ἔχει κακοὺς καὶ πονηροὺς ἀνθρώπους καὶ πολλὰ μαγαρισμένους.

§ 2. Ταύτην τὴν χώραν δέρνει ὁ Νεῖλος ποταμὸς εἰς τὸ δυτικὸν μέρος μιλιά δύο ἢ ἔλαττον. Αυτὸς ὁ ποταμὸς ἐβγάνει155 ἰχθύδια πολλά, πολλὰ γένη· ἔχει δὲ ὁ ποταμὸς οὗτος καὶ νήσους ὀκτὼ καὶ χώρας πολλὰς γύρωθεν τοῦ Νείλου ποταμοῦ, ἤγουν τόπους καὶ χωρία ἐπέκεινα τῶν χιλίων. Ἐκεῖ ἔχει ὁ τόπος πεδιάδας, πέτρα δὲ ἐκεῖ οὐδὲν εὑρίσκεται.

§ 3. Ἀπ’ έκεῖ παγαίνει εἰς τὸ Κάϊρος (ἔστι μεγάλη καὶ εὐμορφωτάτη· ἔχει δὲ οἰκοδομὰς καὶ λαὸν ἄπειρον) καὶ ἀπ’ ἐκεῖ παγαίνει ὁ δρόμος εἰς τὸν Χάντιν τὸ λέγουν καὶ διὰ ἡμερῶν τριῶν ὁδὸν εὑρίσκεται τοῦ Μωϋσῆ τὸ φρέαρ, ὕδατα βλυχέα. Ἐκεῖ πλησίον ἔνι ἡ Ἐρυθρὰ Θάλασσα, ὅπου ἐξέβησαν οἱ Ἑβραῖοι· ἐκεῖ ἔνι γλυκὺ ὕδωρ ἀπὸ τὸν καιρὸν ἐκεῖνον.

§ 4. Καὶ ὰπὸ τὸ Κάϊρος ἔνι δώδεκα ἡμερῶν καὶ ἐπέκεινα δρόμος ἕως τὸ μοναστήριον τοῦ Σινᾶ· καὶ τοῦτο ἔνι κατὰ ἀνατολάς. Νοτικὰ δὲ τοῦ μοναστηρίου ἔστι τὸ ὄρος τὸ Χωρήβ. ’Εκεῖ ἐστι ναὸς περιβόητος, ἡ Μεταμόρφωσις τοῦ σωτῆρος Χρίστοῦ, καὶ πλησίον τοῦ ναοῦ κατὰ ἀνατολὰς ἔν’ ἡ Ἁγία Βάτος, ἢν εἷδεν ὁ Μωϋσῆς. Καὶ ὁ ναὸς οὗτος στήκεται εἰς δώδεκα κολῶνες καὶ εἰς πᾶσα κολώναν είναι ίστορισμένοι οί άγιοι τοῦ καθενὸς μηνός· καὶ πασα κολώνα γεγλυμμένη156 καὶ μέσα ἔχει τὰ λείψανα τῶν ἁγίων τοῦ καθενὸς μηνός. Ἀντὶ τοῦ ἐνιαυτοῦ ἔχουν τοὺς δώδεκα μῆνας.

§ 5. Βορεινὰ157 τῆς Ἁγίας Βάτου τοῦ βήματος ἔνι ἐκκλησία τοῦ ἁγίου Ἀντίπα158 καὶ μετ’ αὐτὸν τοῦ ἁγίου Κωνσταντίνου, καὶ παρακατιὼν ἡ Ἁγία Εἰρήνη· ἐπὶ δὲ τὸ νότιον μέρος τῆς Ἁγίας Βάτου ἔστιν ἐκκλησία ὁ Πρόδρομος καὶ μετ’ αὐτὸν ἡ Ἁγία Ἅννα καὶ ὁ Ἅγιος Συμεὼν ὁ Στυλίτης. Καί ταῦτα ὅλα κλείονται μέσα εἰς τὸν καθολικὸν ναόν.

§ 6. Ἀπέξω δὲ τοῦ ναοῦ, μέσα εἰς τὸ μοναστήριον, εἶναι ἐκκλησίαι, ὁ Ἅγιος Στέφανος, ὁ Τίμιος Πρόδρομος, ὁ Μέγας Χρυσόστομος, ὁ Μέγας Νικόλαος, ὁ Προφήτης Ἀαρών, οἱ Ἅγιοι Σέργιος159 καὶ Βάκχος, καὶ τῶν Ἁγίων Θεοδώρων, τοῦ στρατηλάτου καὶ τοῦ τίρωνος160, τὸ Γενέσιον τῆς ὑπεραγίας Θεοτόκου, οἱ Ἅγιοι Ἀπόστολοι Πέτρος καὶ Παῦλος, ὁ Μέγας Γεώργιος καὶ ἡ Ἁγία Αἰκατερίνα.

§ 7. Ἀπέξω δὲ τοῦ μοναστηρίου πρὸς τὸ νότιον μέρος ἀναβαίνομεν τὸ ὄρος τὸ Χωρὴβ καὶ εὑρίσκομεν ναὸν τῆς Θεοτόκου καὶ μετ’ αὐτὸν ἀναβαίνομεν καὶ εὑρίσκομεν τοὺς Προφήτας Ἠλίαν καὶ Ελισαίον. Ὑπεράνωθεν εὑρίσκομεν τὴν Ἁγίαν Κορυφήν, εἰς ἥνπερ εἷδεν ὁ Μωϋσῆς τὸν Θεόν. Ἔπειτα καταβαίνομεν ἐπὶ τὸ νότιον μέρος εἰς τοὺς Ἁγίους Τεσσαράκοντα, κάτωθεν δὲ εἰς τὴν ἀκρώρειαν τοῦ ὄρους ἔστι πάνυ ὡραιότατον κάθισμα.

§ 8. Ἀπ’ ἐκεῖ ἀναβαίνομεν ὡς ἐπὶ τὸ νότιον μέρος εἰς τὸ ὄρος τῆς ἁγίας Αἰκατερίνης, ὅπερ ἐστὶν ὑψηλότερον παρὰ τὰ ὄρη ἐκεῖνα πάντα· ἐκεῖ δὲ ἔκειτο τὸ λείψανον τῆς ἁγίας Αἰκατερίνης χρόνους το´, φυλασσόμενον ὑπὸ δύο ἀγγέλων, ἕως ὅτου ἀνεκόμισαν αὐτὸ ἐπὶ τὸ ὄρος τὸ Σινά.

§ 9. Ἀπὸ δὲ τὸ ὄρος τῆς ἁγίας Αἰκατερίνης κατεβαίνομεν πάλιν εἰς τοὺς Ἁγίους Τεσσαράκοντα, ἔπειτα καταβαίνομεν πάλιν ἀλλαχοῦ ὡς ἐπὶ τὸ βόρειον μέρος τοῦ ὄρους ἔν τινι τόπῳ χειμαῤῥοειδεῖ καὶ εὑρίσκομεν Κάθισμα τῶν Ἁγίων Ἀποστόλων ὡραιότατον. Ἔπειτα περιπατοῦμεν ὡς ἐπὶ τὸ δυτικὸν μέρος καὶ εὑρίσκομεν τὸν χείμαῤῥον, εἰς ὅνπερ κατέκαυσεν ὁ Θεὸς τὸν Δαθὰν καὶ τὸν Ἀβειρών. Ἐκεῖ εἰσιν οἱ Ἅγιοι Ἀνάργυροι Κοσμᾶς καὶ Δαμιανός, κάθισμα πάνυ ὡραῖον. Ἔπειτα καταβαίνομεν ὡς ἐπὶ τὸ βόρειον μέρος τούτου, εὑρίσκομεν τὴν πέτραν, ἣ λέγεται τοῦ ἁγίου Ἰωάννου τῆς Κλίμακος· ᾗ πέτρα οἴκει μετὰ τοῦ μαθητοῦ αὐτοῦ. Ἀπὸ δὲ τοῦ Σινὰ ἕως τὴν Ἱερουσαλὴμ ἔστι δρόμος ἡμερῶν τριάκοντα.

§ 10. Εἰς δὲ τὸν Τάφον τοῦ Κυρίου ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, τίς διηγήσεται τὰ τείχη, αἱ στοαὶ ἐκεῖναι αἱ ὑπερθαύμαστοι; καὶ τὸ Καθολικὸν Βῆμα τοῦ Ἁγίου Τάφου ὑπάρχει μὲ κολῶνες ὀκτὼ ἕως τοῦ θρόνου. Ὁ Ἅγιος Τάφος ἔχει κολῶνες161 ἓξ καὶ ἐπάνω κουβούκλιου στρογγυλὸν μετὰ μολύβδου σκεπασμένου, καὶ κάτω ὁ Ἅγιος Τάφος μαρμαροειδὴς καὶ ἐκεῖ εὐωδία ἄῤῥητος.

§ 11. Καὶ ἄνωθεν κατὰ ἀνατολὰς ἀναβαίνομεν σκαλούνια τριάκοντα εἰς τὸν Ἅγιον Γολγοθᾶ, ἔνθα ἐσταυρώθη ὁ Κύριος. Ἐκεῖ εἶν’162 ἡ πέτρα ἡ τετμημένη, ἡ ῥαγεῖσα ἐν τη τοῦ Κυρίου ἡμῶν σταυρώσει, καὶ ὑποκάτω τῆς αὐτῆς πέτρας εἶν’163 ἡ κάρα τοῦ προπάτορος Ἀδὰμ καὶ εἰσέβην ἀπὸ τὸ τρῆμα164 τῆς πέτρας τὸ πανάχραντον αἷμα τοῦ Χριστοῦ μου καὶ ἐβάπτισεν αὐτόυ. Καὶ πρὸς νοτικὰ εἶν’165 ἡ Ἀποκαθήλωσις.

§ 12. Ἀπό δὲ τοῦ Καθολικοῦ Βήματος ὄπισθεν κατὰ ἀνατολὰς ἔστιν ὁ τόπος, ὅπου ἔκαμαν τοῦ Κυρίου τὲς κλάπες166, καὶ κατὰ ἀνατολὰς ὅπου διεμέριζον αὐτοῦ τὰ ἱμάτια· καὶ ἐξ ἀριστερῶν ἔστιν ἡ φρουρά, ᾗ ἐνέβαλον αὐτὸν. Ὀλίγον πρὸς δυσμὰς ἔστιν ὁ κίων, εἰς ὅνπερ ἐμαστίγωσαν αὐτόν.

§ 13. Ἀπὸ δὲ τοῦ Μερισμοῦ τῶν Ἱματίων πρὸς ἀνατολὰς καταβαίνομεν βαθμίδας μ´, ἔνθα εὗρεν ἡ ἁγία Ἑλένη τὸν Τίμιον Σταυρόν. Ἐκεῖ ἐστιν ὁ θρόνος τοῦ πρώτου ἀρχιερέως Ἱεροσολύμων Ἰακώβου τοῦ Ἀδελφοθέου.

§ 14. Τοσοῦτον μέγεθος ἔχει οὗτος ὁ ναός, ὅτι ταῦτα πάντα μέσον αὐτοῦ εἰσιν. Ναί, ἐν τῷ μεσαιτάτῳ· ἐν δὲ γύρωθεν τούτων τίς δύναται ἐννοῆσαι καὶ ἀφηγήσασθαι; Τὸ ἔδαφος ὅλον διὰ μαρμάρων ψηφίων, ἄνωθεν δὲ οἱ θόλοι καὶ αἱ στοαὶ ζωγραφισμένοι μετὰ χρυσάφιν ψηφιστικόν· ὅλος ὁ κάμπος χρυσὸς μετὰ ψηφίν.

§ 15. Ἀπὸ δὲ τοῦ ναοῦ πρὸς μεσημβρίαν ἕως ἡμίσους μιλίου ἔστιν ἡ Ἁγία Σιών, ἔνθα τὸ Ὑπερῷον καὶ ὁ Δεῖπνος καὶ ἡ τοῦ Θωμᾶ Ψηλάφησις.

§ 16. Ἀπὸ δὲ τοῦ Ἁγίου Τάφου ἕως τῆς Ἁγίας Σιὼν ἐν τῷ μέσῳ αὐτῶν πρὸς μεσημβρίαν εἰσὶν οἱ Οἷκοι Δαβὶδ καὶ Σολομῶντος· πορευόμενοι δὲ κατὰ ἀνατολὰς ἐρχόμεθα ἐν τῇ Γεθσημανῇ καὶ καταβαίνομεν βαθμίδας ν´, ἔνθα ἐστιν ὁ τάφος τῆς ὑπεραγίας Θεοτόκου.

§ 17. Ὄπισθεν δὲ τοῦ ναοῦ ἐστιν ὁ τόπος, ὅπου ἧν πέραν τοῦ χειμάῤῥου, ὅπου ἐνύσταξαν οἱ μαθηταί, καὶ ἡ Προσευχὴ τοῦ Κυρίου καὶ ἡ Προδοσία· ἄνωθεν δὲ πρὸς ἀνατολὰς εἶναι τὸ ὄρος τῶν Ἐλαιῶν.

§ 18. Πρὸς τὸ νότιον μέρος κάτωθεν ἔστιν ἡ Κολυμβήθρα τοῦ Σιλωάμ, εἰς ἣν ἀνέβλεψεν ὁ τυφλός· αἱ δὲ πέντε στοαὶ τοῦ Σολομῶντος μέσον εἰς τὴν πόλιν Ἱερουσαλήμ· ὁμοίως καὶ τὸ Ἱερόν, (εἰς) ὃ ἐδίδασκεν ὁ Κύριος, καὶ τὰ Ἅγια τῶν Ἁγίων τὸ δὲ Πατριαρχεῖον πλησίον ἐστὶ τοῦ Ἁγίου Τάφου· ἡ δὲ πύλη ἡ κατὰ ἀνατολάς, ἡ κεκλεισμένη, ἐστὶ πλησίον τοῦ Ἱεροῦ ὡσεὶ λίθου βολήν.

§ 19. Ἀπὸ δὲ τῆς πόλεως Ἱερουσαλὴμ ἕως τῆς πόλεως Βηθλεέμ, ἔνθα ἐγεννήθη ὁ Κύριος ἡμῶν ἐν τῷ Ἁγίῳ Σπηλαίῳ, ὑπάρχει μίλια ἓξ πρὸς μεσημβρίαν. Ἐχει εἷν’167 ὁ τόπος τῶν Ποιμένων, καὶ ὁ Οἷκος τοῦ Ἐφραθά168, καὶ τὸ Μνημεῖον τῆς Ῥαχήλ, καὶ ὁ Στῦλος τοῦ ὁσίου Συμεών, καὶ ἡ μονὴ τοῦ Προφήτου Ἠλιού. οὗ ὕπνωσεν καὶ ἔφαγεν, ἀναστὰς ἐπορεύθη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἕως ἐλθών ἐν τῷ ὄρει Χωρήβ.

§ 20. Ἀπὸ δὲ τῆς Ἱερουσαλὴμ πορευόμενοι πρὸς τὸ δυτικὸν μέρος μίλια δώδεχα ὑπάρχει ἡ μονὴ τοῦ μεγάλου καὶ ὁσίου πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου. Καὶ ποῖος νοῦς ἐννοῆσαι ἢ γλῶσσα ἐξισχῦσαι καὶ διηγήσασθαι εἰς τί τόπον τεθεμελίωται ἡ τοιαύτη μονή; Ὅντως ὡς ἀληθής ἐστιν ὁ λόγος, ὃν εἶπον οἱ ἅγιοι, ὅτι τὰς ἐρήμους ἐπόλισεν. Οὐκ ἔστιν ἐκείνη μονή, ἀλλὰ `πόλις ἀρχαιοτάτη καὶ χώρα ἀνεκδιήγητος· ᾗ χώρᾳ ἐκατοίκουν δεκατέσσαρες χιλιάδες ἀσκηταὶ ὑπὸ ἑνὸς ἀγαθοῦ καὶ καλοῦ ποιμένος ποιμαινόμενοι, τοῦ ὁσιωτάτου πατρὸς ἡμῶν λέγω Σάββα. Ὢ169 ναὸς ἐκεῖνος! Ὢ170 Θεοῦ χάρις! καὶ τίς διηγήσεται τὴν εἰκονογραφίαν ἐκείνην τοῦ τοίχου; τί κολόρια ὑπῆρχον ἐκεῖνα, μετὰ τοσοῦτον χρόνον ἐρημωμένα, ἴνα λάμπουν ὥσπερ ὁ ἥλιος; Ὅντως θαυμαστὰ τὰ ἔργα σου, Κύριε! Καὶ εἰς τί ἐρημίαν ἐρημώθησαν! Ἀπὸ τοσοῦτον πλῆθος μοναχῶν τῶν τότε σήμερον εἶν’171 ἐκεῖ πέντε ἢ καὶ ἔλαττον οἱ μοναχοί.

§ 21. Ἀπὸ δὲ τοῦ ὁσίου Σάββα τῆς ἁγίας μονῆς καὶ ὅπισθεν μίλια ἓξ ὑπάρχει ἡ μονὴ τοῦ ὁσίου πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου, ἥνπερ σήμερον κρατοῦν οἱ Μουσουλμᾶνοι καὶ σταυλίζουν τὰ βῴδιά τῶν μέσα. Ὢ τῶν ἐμῶν ἁμαρτιῶν! καὶ τίς αὐτὰ ἰδεῖν καὶ οὐ κλαύσει τὴν δυστυχίαν ἡμῶν τῶν ἀθλίων χριστιανῶν; πῶς καὶ διατί ὁ Θεὸς τοῖς βαρβάροις ἔθνεσι ταῦτα ἐδωρήσατο; Ὁ Θεὸς οἷδεν, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

* * *

154

В этом и последующих примечаниях показаны исправления, сделанные переводчиком (см. Предисловие) и приведено первоначальное написание из Codex Pauli Lambri, s. XV-XVI. Christ. Philetas in diario Νέα Πανδώρα 1868, t. VIII, p. 556–558. Cod.: ταμιάθειν.

155

Cod.: εὐγάνει.

156

Cod.: γεγλομένη.

157

Cod.: βορινὰ.

158

Cod.: ἀντύπα.

159

Cod.: Ζώργιος.

160

Cod.: τύρωνος.

161

Cod.: κολόνες.

162

Cod.: ἧν.

163

Cod.: ἧν.

164

Cod.: τμῆμα.

165

Cod.: ἧν.

166

Cod.: ταῖς κλάπαις.

167

Cod.: ἧν.

168

Cod.: Εὐφραθᾶ.

169

Cod.: ὁ.

170

Cod.: ᾧ.

171

Cod.: ἧν.


Источник: Православный палестинский сборник. Том XIX. Выпуск второй. Издание императорского православного палестинского общества. С.-Петербург. Типография В. Киршбаума, Дворц. площ., д. М-ва Финансов. 1903

Комментарии для сайта Cackle