Скрыть
38:1
38:5
38:6
38:8
38:9
38:10
38:11
38:12
38:13
38:14
38:15
38:16
38:17
38:19
38:21
38:24
38:25
38:26
38:27
38:28
45:1καὶ ἤκουσεν Σαφατιας υἱὸς Μαθαν καὶ Γοδολιας υἱὸς Пασχωρ καὶ Ιωαχαλ υἱὸς Σελεμιου τοὺς λόγους οὓς ἐλάλει Ιερεμιας ἐπι­̀ τὸν λαὸν λέγων
45:2οὕτως εἶπεν κύριος ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀπο­θανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευό­με­νος προ­̀ς τοὺς Χαλδαίους ζή­σε­ται καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζή­σε­ται
45:3ὅτι οὕτως εἶπεν κύριος παρα­διδομένη παρα­δοθή­σε­ται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος καὶ συλλήμψ­σε­ται αὐτήν
45:4καὶ εἶπαν τῷ βασιλεῖ ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούν­των τῶν κατα­λειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παν­τὸς τοῦ λαοῦ λαλῶν προ­̀ς αὐτοὺς κατα­̀ τοὺς λόγους τούτους ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλ᾿ ἢ πονηρά
45:5καὶ εἶπεν ὁ βασιλεύς ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς προ­̀ς αὐτούς
45:6καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον Μελχιου υἱοῦ τοῦ βασιλέως ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ᾿ ἢ βόρβορος καὶ ἦν ἐν τῷ βορβόρῳ
45:7καὶ ἤκουσεν Αβδεμελεχ ὁ Αἰθίοψ καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως ὅτι ἔδωκαν Ιερεμιαν εἰς τὸν λάκκον καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμιν
45:8καὶ ἐξῆλθεν προ­̀ς αὐτὸν καὶ ἐλάλησεν προ­̀ς τὸν βασιλέα καὶ εἶπεν
45:9ἐπονηρεύ­σω ἃ ἐποίησας τοῦ ἀπο­κτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπο­̀ προ­σώπου τοῦ λιμοῦ ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει
45:10καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Αβδεμελεχ λέγων λαβὲ εἰς τὰς χεῖράς σου ἐν­τεῦθεν τριάκον­τα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου ἵνα μὴ ἀπο­θάνῃ
45:11καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ προ­̀ς Ιερεμιαν εἰς τὸν λάκκον
45:12καὶ εἶπεν ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων καὶ ἐποίησεν Ιερεμιας οὕτως
45:13καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς
45:14καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν προ­̀ς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκῳ κυρίου καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἐρωτήσω σε λόγον καὶ μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ ῥῆμα
45:15καὶ εἶπεν Ιερεμιας τῷ βασιλεῖ ἐὰν ἀναγγείλω σοι οὐχὶ θανάτῳ με θανατώσεις καὶ ἐὰν συμβουλεύ­σω σοι οὐ μὴ ἀκούσῃς μου
45:16καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων ζῇ κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην εἰ ἀπο­κτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων
45:17καὶ εἶπεν αὐτῷ Ιερεμιας οὕτως εἶπεν κύριος ἐὰν ἐξελθὼν ἐξέλθῃς προ­̀ς ἡγεμόνας βασιλέως Βαβυλῶνος καὶ ζή­σε­ται ἡ ψυχή σου καὶ ἡ πόλις αὕτη οὐ μὴ κατα­καυθῇ ἐν πυρί καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου
45:18καὶ ἐὰν μὴ ἐξέλθῃς δοθή­σε­ται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων καὶ καύσουσιν αὐτὴν ἐν πυρί καὶ σὺ οὐ μὴ σωθῇς
45:19καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ιερεμια ἐγὼ λόγον ἔχω τῶν Ιουδαίων τῶν πεφευγότων προ­̀ς τοὺς Χαλδαίους μὴ δώσειν με εἰς χεῖρας αὐτῶν καὶ κατα­μωκήσον­ταί μου
45:20καὶ εἶπεν Ιερεμιας οὐ μὴ παρα­δῶσίν σε ἄκουσον τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω προ­̀ς σέ καὶ βέλτιον ἔσται σοι καὶ ζή­σε­ται ἡ ψυχή σου
45:21καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν οὗτος ὁ λόγος ὃν ἔδειξέν μοι κύριος
45:22καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ κατα­λειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ιουδα ἐξήγον­το προ­̀ς ἄρχον­τας βασιλέως Βαβυλῶνος καὶ αὗται ἔλεγον ἠπάτησάν σε καὶ δυνήσον­ταί σοι ἄνδρες εἰρηνικοί σου καὶ κατα­λύσουσιν ἐν ὀλισθήμασιν πόδας σου ἀπέστρεψαν ἀπο­̀ σοῦ
45:23καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν προ­̀ς τοὺς Χαλδαίους καὶ σὺ οὐ μὴ σωθῇς ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ καὶ ἡ πόλις αὕτη κατα­καυθή­σε­ται
45:24καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων καὶ σὺ οὐ μὴ ἀπο­θάνῃς
45:25καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχον­τες ὅτι ἐλάλησά σοι καὶ ἔλθωσιν προ­̀ς σὲ καὶ εἴπωσίν σοι ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς μὴ κρύψῃς ἀφ᾿ ἡμῶν καὶ οὐ μὴ ἀνέλωμέν σε καὶ τί ἐλάλησεν προ­̀ς σὲ ὁ βασιλεύς
45:26καὶ ἐρεῖς αὐτοῖς ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατ᾿ ὀφθαλμοὺς τοῦ βασιλέως προ­̀ς τὸ μὴ ἀπο­στρέψαι με εἰς οἰκίαν Ιωναθαν ἀπο­θανεῖν ἐκεῖ
45:27καὶ ἤλθοσαν πάν­τες οἱ ἄρχον­τες προ­̀ς Ιερεμιαν καὶ ἠρώτησαν αὐτόν καὶ ἀνήγγειλεν αὐτοῖς κατα­̀ πάν­τας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς καὶ ἀπεσιώπησαν ὅτι οὐκ ἠκούσθη λόγος κυρίου
45:28καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συν­ελήμφθη Ιερουσαλημ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible