Источник

Стихотворения на греческом языке

ΕΙΣ ΤΑ ΕΜΜΕΤΡΑ

Πολλοὺς ὁρῶν γράφοντας ἐν τῷ νῦν βίῳ

Λόγους ἀμέτρους, καὶ ῥέοντας εὐκόλως,

Καὶ πλεῖστον ἐκτρίβοντας ἐν πόνοις χρόνον,

Ὧν κέρδος οὐδὲν ἢ κενὴ γλωσσαλγία·

Ἀλλ ̓ οὖν γράφοντας καὶ λίαν τυραννικῶς,

Ὡς μεστὰ πάντα τυγχάνειν ληρημάτων,

Ψάμμου θαλασσῶν ἢ σκνιπῶν Αἰγυπτίων49

Πάντων μὲν ἂν ἥδιστα καὶ γνώμην μίαν

Ταύτην ἔδωκα, πάντα ῥίψαντας λόγον,

Αὐτῶν ἔχεσθαι τῶν θεοπνεύστων μόνον,

Ὡς τοὺς ζάλην φεύγοντας ὅρμων εὐδίων.

Εἰ γὰρ τοσαύτας αἱ Γραφαὶ δεδώκασι

Λαβὰς, τὸ, Πνεῦμα, τουτί σοι σοφώτερον,

Ὡς καὶ τόδ ̓ εἶναι παντὸς ὁρμητήριον

Λόγου ματαίου τοῖς κακῶς ὁρμωμένοις.

Πότ ̓ ἂν γράφων σὺ, τοῖς κάτω νοήμασιν

Ἀναμφιλέκτους, ὦ ̓ τὰν, ἐκτείναις λόγους;

Ἐπεὶ δὲ τοῦτο παντελῶς ἀμήχανον,

Κόσμου ῥαγέντος εἰς τόσας διαστάσεις,

Πάντων τ ̓ ἔρεισμα τῆς ἑαυτῶν ἐκτροπῆς

Τούτους ἐχόντων τοὺς λόγους συμπροστάτας·

Ἄλλην μετῆλθον τῶν λόγων ταύτην ὁδὸν,

Εἰ μὲν καλήν γε, εἰ δὲ μή γ ̓, ἐμοὶ φίλην·

Μέτροις τι δοῦναι τῶν ἐμῶν πονημάτων.

Οὐχ, ὡς ἂν οἰηθεῖεν οἱ πολλοὶ βροτῶν,

Τῶν πάντα ῥᾴστων, δόξαν ἐκκαρπούμενος

Κενὴν, ὃ δὴ λέγεται. Τοὐναντίον μὲν οὖν

Τρέχοντας οἶδα τοῖς ἐμοῖς, οὕτω γράφειν,

Ἀνθρωπαρεσκεῖν μᾶλλον· οἱ γὰρ πλείονες

Τοῖς σφῶν μέτροις μετροῦσι καὶ τὰ τῶν πέλας,

Οὔτε προτιμῶν τοῦτο τῶν θείων πόνων·

Μή μοι τοσοῦτον ἐκπέσοι Θεοῦ λόγος!

Τί οὖν πέπονθα, τοῦτ ̓ ἴσως θαυμάσετε.

Πρῶτον μὲν ἠθέλησα, τοῖς ἄλλοις καμὼν,

Οὕτω πεδῆσαι τὴν ἐμὴν ἀμετρίαν·

Ὡς ἂν γράφων γε, ἀλλὰ μὴ πολλὰ γράφω,

Καμὼν τὸ μέτρον. Δεύτερον δὲ τοῖς νέοις,

Καὶ τῶν ὅσοι μάλιστα χαίρουσι λόγοις,

Ὥσπερ τι τερπνὸν τοῦτο δοῦναι φάρμακον,

Πειθοῦς ἀγωγὸν εἰς τὰ χρησιμώτερα,

Τέχνῃ γλυκάζων τὸ πικρὸν τῶν ἐντολῶν.

Φιλεῖ δ ̓ ἀνίεσθαί τε καὶ νευρᾶς τόνος·

Εἴ πως θέλεις καὶ τοῦτο· εἰ μή τι πλέον,

Ἀντ ̓ ᾀσμάτων σοι ταῦτα καὶ λυρισμάτων.

Παίζειν δέδωκα, εἴ τι καὶ παίζειν θέλεις,

Μή τις βλάβη σοι πρὸς τὸ καλὸν συλωμένῳ.

Τρίτον πεπονθὼς οἶδα· πρᾶγμα μὲν τυχὸν

Μικροπρεπές τι, πλὴν πέπονθ ̓· οὐδ ̓ ἐν λόγοις

Πλέον δίδωμι τοὺς ξένους ἡμῶν ἔχειν·

Τούτοις λέγω δὴ τοῖς κεχρωσμένοις λόγοις

Εἰ καὶ τὸ κάλλος ἡμῖν ἐν θεωρίᾳ.

Ὑμῖν μὲν οὖν δὴ τοῖς σοφοῖς ἐπαίξαμεν.

Ἔστω τις ἡμῖν καὶ χάρις λεόντιος.

Τέταρτον εὗρον τῇ νόσῳ πονούμενος

Παρηγόρημα τοῦτο, κύκνος ὡς γέρων,

Λαλεῖν ἐμαυτῷ τὰ πτερῶν συρίγματα,

Οὐ θρῆνον, ἀλλ ̓ ὕμνον τιν ̓ ἐξιτήριον.

Πρὸς ταῦτα νῦν γινώσκεθ ̓ ἡμῖν, οἱ σοφοὶ,

Τῶν ἔνδον. Εἰ δ ̓ ἥττησθε, τῶν αὐτῶν λόγων

Πλεῖστον τὸ χρῆμα· καὶ τὰ παιζόντων λόγοι,

Χωρεῖτε· μακρὸν δ ̓ οὐδὲν οὐδ ̓ ὑπὲρ κόρον,

Ἀλλ ̓ οὐδ ̓ ἄχρηστον, ὡς ἐγῷμαι παντελῶς.

Αὐτοὶ διδάξουσ ̓ οἱ λόγοι θέλοντά σε.

Τὰ μὲν γάρ ἐστι τῶν ἐμῶν, τὰ δ ̓ ἔκτοθεν.

Ἢ τῶν καλῶν ἔπαινος, ἢ κακῶν ψόγος,

Ἢ δόγματ ̓, ἢ γνώμη τις, ἢ τομαὶ λόγων,

Μνήμην ἔχουσαι τῇ δέσει τοῦ γράμματος.

Εἰ μικρὰ ταῦτα, σὺ τέλει τὰ μείζονα50

Μέτρον κακίζεις· εἰκότως, ἄμετρος ὢν,

Ἰαμβοποιὸς, συγγράφων ἀμβλώματα.

Τίς γὰρ βλέποντα, μὴ βλέπων, ἐγνώρισεν;

Ἢ τίς τρέχοντι, μὴ τρέχων, συνέδραμε;

Πλὴν οὐ λέληθας, ὃ ψέγεις, ὠνούμενος.

Ὃ γὰρ κακίζεις, τοῦτό σοι σπουδάζεται,

Καὶ σφόδρ ̓ ἀμέτρως, τὸ γράφειν ποιήματα.

Ὅταν51 δ ̓ ἐλέγχῃ, πίστις ἀντεισέρχεται,

Καὶ πεζὸς ἡμῖν ναυαγῶν ὁ φίλτατος.

Τοιαῦτα τεχνάζεσθε, ὑμεῖς οἱ σοφοί.

Ταῦτ ̓ οὐ πρόδηλον ψεῦδος, οὐχὶ διπλόη;

Πίθηκος ἡμῖν ἀρτίως, λέων δὲ νῦν.

Οὕτως ἁλίσκετ ̓ εὐπετῶς δόξης ἔρως.

Πλὴν ἴσθι πολλὰ καὶ Γραφαῖς μετρούμενα,

Ὡς οἱ σοφοὶ λέγουσιν Ἑβραίων γένους52.

Εἰ μὴ μέτρον σοι καὶ τὰ νεύρων κρούματα,

Ὡς οἱ πάλαι προσῇδον ἐμμελεῖς λόγους,

Τὸ τερπνὸν, οἶμαι, τοῦ καλοῦ ποιούμενοι

Ὄχημα, καὶ τυποῦντες ἐκ μελῶν τρόπους.

Σαούλ σε τοῦτο πεισάτω, καὶ πνεύματος

Ἐλευθερωθεὶς τοῖς τρόποις τῆς κινύρας53

Τίς οὖν βλάβη σοι, τοὺς νέους δι ̓ ἡδονῆς

Σεμνῆς ἄγεσθαι πρὸς Θεοῦ κοινωνίαν;

Οὐ γὰρ φέρουσιν ἀθρόαν μετάστασιν.

Νῦν μέν τις ἔστω μίξις εὐγενεστέρα.

Πῆξιν δ ̓ ὅταν τὸ καλὸν ἐν χρόνῳ λάβῃ,

Ὑποσπάσαντες, ὡς ἐρείσματ ̓ ἀψίδων,

Τὸ κομψὸν, αὐτὸ τἀγαθὸν φυλάξομεν.

Τούτου τί ἂν γένοιτο χρησιμώτερον;

Σὺ δ ̓ οὐ τὰ ὄψα τῷ γλυκεῖ παραρτύεις,

Ὦ σεμνὲ, καὶ σύνοφρυ καὶ συνηγμένε;

Τί οὖν κακίζεις τὴν ἐμὴν εὐμετρίαν,

Τοῖς σοῖς μέτροις σταθμώμενος τὰ τῶν πέλας;

Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα

Χωρὶς κολοιῶν κ ̓ ἀετῶν ὑψώματα.

ΠΕΡΙ ΤΗΣ ΑΝΘΡΩΠΙΝΗΣ ΦΥΣΕΩΣ

Χθιζὸς ἐμοῖς ἀχέεσσι τετρυμένος, οἶος ἀπ ̓ ἄλλων

Ἥμην ἐν σκιερῷ ἄλσεϊ, θυμὸν ἔδων.

Καὶ γάρ πως φιλέω τόδε φάρμακον ἐν παθέεσσιν,

Αὐτὸς ἐμῷ θυμῷ προσλαλέειν ἀκέων.

Αὖραι δ ̓ ἐψιθύριζον ἅμ ̓ ὀρνιθέεσσιν ἀοιδοῖς,

Καλὸν ἀπ ̓ ἀκρεμόνων κῶμα χαριζόμεναι,

Καὶ μάλα περ θυμῷ κεκαφηότι. Οἱ δ ̓ ἀπὸ δένδρων

Στηθομελεῖς, λιγυροὶ, ἠελίοιο φίλοι,

Τέττιγες λαλαγεῦντες ὅλον κατεφώνεον ἄλσος.

Πὰρ δ ̓ ὕδωρ ψυχρὸν ἐγγὺς ἔκλυζε πόδας,

Ἦκα ῥέον δροσεροῖο δι ̓ ἄλσεος. Αὐτὰρ ἔγωγε

Τὼς ἐχόμην κρατερῶς ἄλγεος, ὡς ἐχόμην.

Τῶν μὲν ἄρ ̓ οὐκ ἀλέγιζον, ἐπεὶ νόος, εὖτε πυκασθῇ

Ἄλγεσιν, οὐκ ἐθέλει τέρψιος ἀντιάειν.

Αὐτὸς δὲ, στροφάλιγξιν ἑλισσομένοιο νόοιο,

Τοίην ἀντιπάλων δῆριν ἔχων ἐπέων·

Τίς γενόμην, τίς δ ̓ εἰμὶ, τί δ ̓ ἔσσομαι; Οὐ σάφα οἶδα.

Οὐδὲ μὲν ὅστις ἐμοῦ πλειότερος σοφίην

Ἀλλ ̓ αὐτὸς νεφέλῃ κεκαλυμμένος ἔνθα καὶ ἔνθα,

Πλάζομαι οὐδὲν ἔχων, οὐδ ̓ ὄναρ, ὧν ποθέω.

Πάντες γὰρ χθαμαλοὶ καὶ ἀλήμονες, οἷσι παχείης

Σαρκὸς ἐπικρέμαται κυανέη νεφέλη.

Κεῖνος δ ̓ ἐστὶν ἐμεῖο σοφώτερος, ὃς πλέον ἄλλων

Ἤπαφεν ἧς κραδίης ψεῦδος ἑτοιμολόγον.

Εἰμί. Φράζε τί τοῦτο; Τὸ μὲν παρέθρεξεν ἐμεῖο·

Ἄλλο δὲ νῦν τελέθω, ἄλλ ̓ ἔσομ ̓, εἴ γ ̓ ἔσομαι.

Ἔμπεδον οὐδέν· ἔγωγε ῥόος θολεροῦ ποταμοῖο

Αἰὲν ἐπερχόμενος, ἑσταὸς οὐδὲν ἔχων.

Τίπτε με τῶνδ ̓ ἐρέεις; τί δέ σοι πλέον εἰμὶ, δίδαξον.

Καὶ νῦν τῇδε μένων, δέρκεο μή σε φύγω.                                          

Οὔτε δὶς ὃν τοπάροιθε, ῥόον ποταμοῖο περήσεις

Ἔμπαλιν, οὔτε βροτὸν ὄψεαι, ὃν τοπάρος.

Ἦν πάρος ἐν χροῒ πατρὸς, ἔπειτά μ ̓ ἐδέξατο μήτηρ,

Ξυνὸν δ ̓ ἀμφοτέρων. Ἔνθεν ἔπειτα κρέας

Ἄκριτον, ἄβροτον, αἶσχος ἀνείδεον, οὔτε λόγοιο,

Οὔτε νόου μετέχον, μητέρα τύμβον ἔχον.

Δὶς ταφέες, ζώοντες ἐπὶ φθορᾷ. Ἣν γὰρ ὁδεύω

Ζωὴν, τήνδ ̓ ὁρόω τῶν ἐτέων δαπάνην,

Ἥ μοι γῆρας ἔχευεν ὀλοίϊον. Εἰ δέ με κεῖθι

Αἰὼν οὐ φθινύθων δέξεται, οἷα φάτις,

Φράζεο μὴ ζωὴ μὲν ἔχῃ μόρον, ἡ δὲ τελευτὴ

Ζωή σοί γε πέλῃ, ἔμπαλιν ἣ δοκέεις.

Οὐδὲν ἔφυν. Τί κακοῖσι δαμάζομαι, ὥς τι πεπηγός;

Τοῦτο γὰρ ἡμερίων ἄτροπόν ἐστι μόνον,

Συμφυὲς, ἀστυφέλικτον, ἀγήραον. Ἐξότε κόλπων

Μητρὸς ὀλισθήσας πρῶτον ἀφῆκα δάκρυ

Ὁσσατίοις, οἵοις τε συναντήσασθαι ἔμελλον

Πήμασι, δακρυχέων πρὶν βιότοιο θίγω!

Χώρην μέν τιν ̓ ἄθηρον ἀκούομεν, ὥς ποτε Κρήτην,

Καί τινα καὶ κρυερῶν ἀλλοτρίην νιφάδων·

Θνητῶν δ ̓ οὔ ποτέ τις τόδ ̓ ἐπεύξατο, ὡς ἀδάμαστος

Τοῦδε βίου στυγερῶν ἔνθεν ἀπῆλθε μόγων.

Ἀδρανίη, πενίη τε, τόκος, μόρος, ἔχθος, ἀλιτροὶ,

Θῆρες ἁλὸς, γαίης, ἄλγεα, πάντα βίος.

Πήματα μὲν καὶ πάμπαν ἀτερπέα πόλλ ̓ ἐνόησα,

Τῶν δ ̓ ἀγαθῶν οὐδὲν πάμπαν ἄμοιρον ἄχους,

Ἐξέτι τοῦ, ὅτε μοι πικρὴν ἐπομόρξατο ποινὴν

Γεῦσίς τ ̓ οὐλομένη, καὶ φθόνος ἀντιπάλου.

Σοὶ μὲν δὴ, σὰρξ, τοῖα δυσαλθέϊ, εὐμενέοντι

Ἐχθρῷ, καὶ πολέμῳ οὔποτε λυομένῳ,

Θηρὶ πικρὸν σαίνοντι, πυρὶ ψύχοντι, τὸ θαῦμα!

Θαῦμα μέγ ̓, εἴ ποτ ̓ ἐμοί γ ̓ ὕστατον εὐμενέοις.

Ψυχὴ, σοὶ δ ̓ ἄρ ̓ ἔπειτα λελέξεται ὅσσ ̓ ἐπέοικε

Τίς, πόθεν, ἢ τί πέλεις; τίς δέ σε νεκροφόρον

Θήκατο, καὶ στυγερῇσι πέδαις ἐνέδησε βίοιο,

Ἐς χθόνα βριθομένην πάντοθε; Πῶς ἐμίγης

Πνεῦμα πάχει, σαρξὶν δὲ νόος, καὶ ἄχθεϊ κούφη;

Ταῦτα γὰρ ἀλλήλοις μάρναται ἀντιθέτως.

Εἰ μὲν δὴ σάρκεσσιν ὁμόσπορος ἐς βίον ἦλθες,

Ὤ μοι συζυγίης τηλόθεν οὐλομένης!

Εἰκών εἰμι Θεοῖο, καὶ αἴσχεος υἱὸς ἐτύχθην·

Αἰδέομαι τιμῆς μητέρα μαργοσύνην.

Ῥεῦσις γάρ μ ̓ ἐφύτευσεν, ὁ δ ̓ ἔφθιτο· νῦν βροτός· αὖθις

Οὐ βροτὸς, ἀλλὰ κόνις· ἐλπίδες ὑστάτιαι.

Εἰ δὲ σύ γ ̓ οὐρανίη, τίς, ὅθεν; ποθέοντα δίδαξον.

Εἰ μὲν ἄημα Θεοῦ καὶ λάχος, ὡς φρονέεις,

Ῥίψον ἀτασθαλίην, καὶ πείθομαι. Οὐ γὰρ ἔοικε

Τοῦ καθαροῦ ῥυπαρὴν ἔμμεναι, οὐδ ̓ ὀλίγον.

Οὐδὲ γὰρ ἠελίοιο λάχος σκότος, οὐδὲ πονηροῦ

Πνεύματος αἰγλῆεν ἔκγονον ἐξεφάνη.

Πῶς δ ̓ ὀλοοῦ Βελίαο τινάγμασι τόσσον ἐλαύνῃ,

Καί περ ἐπουρανίῳ Πνεύματι κιρναμένη;

Εἰ γὰρ τοῖον ἔχουσα βοηθόον ἐς χθόνα νεύεις,

Αἲ αἳ τῆς ἀκράτου σῆς ὀλοῆς κακίης!

Εἰ δ ̓ οὔ μοι θεόθεν σὺ, τίς ἡ φύσις; ἦ μέγα τάρβος,

Μή ποτε μαψιδίῳ κύδεϊ φυσιόω.

Πλάσμα Θεοῦ, παράδεισος, Ἔδεμ, κλέος, ἐλπὶς, ἐφετμὴ,

Ὄμβρος ὁ κοσμολέτης, ὄμβρος ὁ πυρσοπόλος,

Αὐτὰρ ἔπειτα νόμος, γραπτὸν ἄκος· αὐτὰρ ἔπειτα

Χριστὸς ἑὴν μορφὴν ἡμετέρῃ κεράσας,

Ὥς κεν ἐμοῖς παθέεσσι παθὼν Θεὸς, ἄλκαρ ὀπάζοι,

Καί με θεὸν τελέσῃ εἴδεϊ τῷ βροτέῳ.

Ἀλλ ̓ ἔμπης ἀδάμαστον ἔχω μένος, ἐς δὲ σίδηρον

Αὐτοφόνῳ μανίῃ σπεύδομεν, ὥστε σύες

Τίπτ ̓ ἀγαθὸν βιότοιο; Θεοῦ φάος; Ἀλλ ̓ ἄρα καὶ τοῦ

Εἴργει με φθονερὴ καὶ στυγερὴ σκοτίη.

Οὐδὲν πλεῖον ἔμοιγε. Τί δ ̓ οὐ πλέον ἐστὶ κακοῖσιν;

Αἴθε γὰρ ἶσον ἔχον, καὶ μάλα περ μογέων!

Κεῖμ ̓ ὀλιγοδρανέων· τάρβος δέ με θεῖον ἔκαμψε·

Τέτρυμ ̓ ἠματίαις φροντίσι καὶ νυχίαις.

Οὗτος ὁ βρισαύχην με καὶ ὕπτιον ὦσεν ὀπίσσω,

Λὰξ ἐπέβη. Σὺ δέ μοι δείματα πάντα λέγε,

Τάρταρον ἠερόεντα, πυριφλεγέθοντας, ἱμάσθλας,

Δαίμονας, οἳ ψυχῶν πράκτορες ἡμετέρων.

Μῦθος ἅπαντα κακοῖσι, τὸ δ ̓ ἐν ποσὶ μοῦνον ἄριστον·

Οὐδὲν ἐπιστρέφεται τῆς βασάνου κακίη.

Λώϊον ἦν ἀλιτροῖσιν ἐς ὕστερον ἔμμεν ̓ ἄτιτα,

Ἢ ἐμὲ νῦν κακίης πήμασιν ἀσχαλαᾷν.

Ἀλλὰ τί μοι, βροτέων τί δέ μοι τόσον ἄλγε ̓ ἀείδειν;

Ἡμετέρης γενεῆς πᾶσιν ἔπεστιν ἄχος.

Οὔ μοι χθὼν ἀτίνακτος, ἅλα κλονέουσιν ἀῆται.

Ὧραι δ ̓ ἀλλήλαις εἶξαν ἐπεσσύμεναι.

Νὺξ ἦμαρ κατέπαυσε, τὸ δ ̓ ἤχλυσεν ἠέρα χεῖμα.

Ἄστρασιν ἠέλιος, ἠελίῳ δὲ νέφος

Κάλλος ἀπημάλδυνε, παλίζωος δὲ σελήνη·

Αὐτὰρ ὅγ ̓ ἡμιφανὴς οὐρανὸς ἀστερόεις

Καὶ σύ ποτ ̓ ἀγγελικοῖσιν, Ἑωσφόρος, ἦσθα χοροῖσι,

Βάσκανε, νῦν δ ̓ ἔπεσες αἶσχος ἀπ ̓ οὐρανίων

Ἵλαθί μοι, βασίλεια κεδνὴ, Τριὰς, οὐδὲ σὺ πάμπαν

Γλῶσσαν ἐφημερίων ἔκφυγες ἀφραδέων.

Πρόσθε Πατὴρ, μετέπειτα Πάϊς μέγας, αὐτὰρ ἔπειτα

Πνεῦμα Θεοῦ μεγάλου, βάλλετ ̓ ἐπεσβολίαις.

Ποῖ στήσεις με φέρουσα κακοφραδὲς ἔνθε μέριμνα;

Ἵστασο. Πάντα Θεοῦ δεύτερα. Εἶκε λόγῳ.

Οὐ δέ με μαψιδίως τεῦξεν Θεός. Ἔμπαλιν ᾠδῆς

Ἵσταμαι· ἡμετέρης τοῦτ ̓ ὀλιγοφρενίης.

Νῦν ζόφος, αὐτὰρ ἔπειτα λόγος, καὶ πάντα νοήσεις,

Ἢ Θεὸν εἰσορόων ἢ πυρὶ δαπτόμενος.

Ὥς μοι ταῦτ ̓ ἐπάεισε φίλος νόος, ἄλγος ἔπεσσεν.

Ὀψὲ δ ̓ ἀπὸ σκιεροῦ ἄλσεος οἴκαδ ̓ ἔβην,

Ἄλλοτε μὲν γελόων ἑτερόφρονα, ἄλλοτε δ ̓ αὖτε

Κῆρ ἄχεϊ σμύχων, μαρναμένοιο νόου.

ΠΡΟΣ ΚΟΣΜΟΝ ΔΙΑΛΟΓΙΣΜΟΣ

Ἐρώτ. Δικάζομαί σοι, κόσμε. Τίς, πόθεν πάρει,

Πρῶτον δίδαξον, καὶ ὅποι καταστρέφεις.

Ῥοιζεῖς δὲ πῶς με κύκλος ὡς μύρμηκ ̓ ἄγων;

Ἀπόκρ. Οὐκ οἶδ ̓ ὅθεν προῆλθον, ἐκ Θεοῦ δέ γε.

Καταστρέφω δ ̓ εἰς κρεῖσσον. Οὐ ῥοιζῶ δέ σε,

Ἀλλ ̓ αὐτὸς ὢν ἄκοσμος, ὑβρίζεις ἐμέ.

Ἐρ. Πῶς οὖν σὺ μὲν πέπηγας, ἄστατος δ ̓ ἐγώ;

Ἀπ. Ἐγὼ μὲν ἐκτός εἰμι, καὶ τίς ἡ χάρις;

Σὺ δ ̓ ὢν θελητὴς, εἰ θέλεις, ἔχεις πλέον.

Ἐρ. Καλῶς· τὰ δ ̓ ἐκτὸς τίς φέρει; Ἀπ. Τί γὰρ κακόν;                              

Ὕλη τάδ ̓ ἐστὶ τοῖς καλοῖς σωτηρίας.

Ἐρ. Ἢ κρεῖσσον αὑτὸν αἰτιᾶσθ ̓; Ἀπ. Οὕτως ἔχει.

ΠΕΡΙ ΤΟΥ ΕΠΙΚΗΡΟΥ ΤΗΣ ΑΝΘΡΩΠΙΝΗΣ ΦΥΣΕΩΣ

Κόσμε φίλ ̓, οὐ φίλε πάντα, τί μ ̓ ὡς τροχὸς ἀμφιέλικτος

Ῥοιζηδὸν φορέεις ἀντιπορευόμενον,

Μύρμηχ ̓ ὡς ὀλίγον, πικρὴν φορὰν ἀσχαλόωντα;

Ἔμπα γε μὴν φορέεις τόσσον ἐόντα, τόσος.

Οἶδα μὲν ὡς θεόθεν σὺ Θεοῦ κλέος. Ἀλλὰ καὶ αὐτὸς

Χριστοῦ χειρὶ πάγην, πλεκτὸς ἀπ ̓ ἀμφοτέρων,

Οὐρανίων χθονίων τε. Τὸ μὲν δέμας ἔνθεν ἐτύχθη·

Ψυχὴ δ ̓ αὖ μεγάλου ἐστὶν ἄημα νόου.

Ἀλλὰ καὶ ὡς πολλοῖσιν ἐλαύνομαι ἔνθα καὶ ἔνθα

Πήμασιν ἐξ ἐμέθεν, πήμασι δυσμενέος.

Δελφὶς δ ̓ ὡς ἐπὶ χέρσον ἁλίδρομος, ἠέρι θνήσκω.

Κόσμε, παρῆλθον ἐγὼ, λαὸν ἄτρωτον ἄγοις.

ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ

Ἀλλήλους μὲν ἐγώ τε καὶ ὁ χρόνος, ὡς πετεηνὰ

Ἢ νέες ἐν πελάγει ἀντιπαρερχόμεθα,

Ἑσταὸς οὐδὲν ἔχοντες· ὃ δ ̓ ἤμπλακον, οὐ παραθρέξει,

Ἀλλὰ μένει· ζωῆς τοῦτο μογηρότατον.

Οὐδ ̓ ὅ τι εὔξομ ̓ ἔχω, ζῆσαι πλέον, ἠὲ λυθῆναι·

Τάρβος ἐπ ̓ ἀμφοτέροις· ὧδε δὲ φράζεό μοι.

Ζωή μοι πολύμοχθος ἁμαρτάσιν. Εἰ δὲ θάνοιμι,

Αἲ αἲ, τῶν προτέρων οὐδὲν ἄκος παθέων.

Εἰ ζωὴ τόδε σοι τεκμαίρεται, ἧς τόσον ἄχθος,

Οὐδὲ τὸ λυθῆναι λῦσιν ἔχει καμάτων,

Κρημνὸς δ ̓ ἀμφοτέρωθε. Τί ῥέξομεν; ἦ τόδ ̓ ἄριστον,

Λεύσσειν πρὸς σὲ μόνον, σήν τ ̓ ἀγανοφροσύνην.

ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΒΙΟΥ ΜΑΤΑΙΟΤΗΤΟΣ ΚΑΙ ΑΠΙΣΤΙΑΣ, ΚΑΙ ΚΟΙΝΟΥ ΠΑΝΤΩΝ ΤΕΛΟΥΣ

Ἤθελον ἠὲ πέλεια τανύπτερος, ἠὲ χελιδὼν

Ἔμμεναι, ὥς κε φύγοιμι βροτῶν βίον, ἤ τιν ̓ ἔρημον

Ναιετάειν θήρεσσιν ὁμέστιος (οἱ γὰρ ἔασι

Πιστότεροι μερόπων), καὶ ἠμάτιον βίον ἕλκειν,

Νηπενθῆ, νήποινον, ἀκηδέα· ἓν τόδ ̓ ἄθηρον

Μοῦνον ἔχειν, θεότητος ἴδριν νόον, οὐρανοφοίτην,

Ὥς κε γαληνιόωντι βίῳ φάος αἰὲν ἀγείρων.

Ἤ τινος ἠερίης σκοπιῆς καθύπερθεν ἀερθεὶς,

Βρονταῖον πάντεσσιν ἐπιχθονίοισιν ἀΰσω·

Ἄνθρωποι θνητοὶ, ῥοιῆς γένος, οὐδὲν ἐόντες,

Οἳ θανάτῳ ζώοντες, ἐτώσια φυσιόωμεν,

Μέχρι τίνος ψεύστῃσι καὶ ἠματίοισιν ὀνείροις

Παιζόμενοι, παίζοντες, ἐπὶ χθονὶ μὰψ ἀλάλησθε;

Ἄθρει δὴ πραπίδεσσι τεαῖς, ἐπὶ πάντας ὁδεύων,

Ὡς καὶ ἐγώ· δὴ γάρ με Θεὸς μέγαν ἴδριν ἔθηκεν

Ἐσθλῶν τε, στυγερῶν τε, νόος δ ̓ ἐπὶ πάντα φορεῖται.

Οὗτος ἔην θαλερός τε καὶ ἄλκιμος, εὖχος ἑταίρων,

Ὑψιβιβὰς, μελέεσσιν ἐριζώοισι τεθηλώς.

Οὗτος κάλλιμος ἦεν, ἑωσφόρος, ὄμματα πάντων

Ἕλκων, εἴαρος ἄνθος ἐν ἀνδράσιν. Οὗτος ἀγῶσι

Κύδιμος· ἔντεσιν οὗτος Ἀρήϊος· οὗτος ἄριστος

Θηροφόνων σταδίοισι, καὶ οὔρεσι κάρτος ἐγείρων.

Οὗτος δ ̓ αὖ θαλίῃσι καὶ εἰλαπίνῃσι μεμηλὼς,

Γαίῃ, καὶ πελάγεσσι, καὶ ἠέρι γαστέρα φέρβων,

Νῦν ῥικνὺς, καὶ ἄναλκις (ἀπήνθησεν γὰρ ἅπαντα)

Γῆρας ἔβη, τὸ δὲ κάλλος ἀπέπτατο· νεκρὰ τὰ γαστρός.

Βαιὸν ἔτ ̓ ἐν μερόπεσσι· τὸ δὲ πλέον, εἰν ἀΐδαο.

Οὗτος δ ̓ αὖ μύθοις πνείων μέγα παντοδαποῖσιν·

Οὗτος δ ̓ εὐγενέτης τύμβοις φρονέων μεγάλοισιν,

Ἢ δέλτοις ὀλίγῃσι νεόγραφον αἷμα λελογχώς.

Οὗτος καρτερόμητις, ἐνὶ πτολίεσσι μέγιστος,

Πανδήμοις στομάτεσσι βοώμενος· οὗτος ἄμετρον

Πλοῦτον, τὸν μὲν ἔχων, τὸν δὲ φρεσὶν ἔνδον ἀέξων.

Οὗτος δ ̓ ὑψιθρόνοιο δίκης πλάστιγξι γέγηθεν.

Οὗτος δ ̓ αἱματόεντι ῥάκει, δεσμῷ τε καρήνου

Γαίης κάρτος ἔχων, καὶ οὐρανὸν αὐτὸν ἀτίζει

Θνητὸς, ἐν οὐ θνητῇσι μετήορος ἐλπωρῇσι.

Νῦν τάδε, μικρὸν ἔπειτα κόνις, καὶ πάντες ὁμοῖοι,

Δμῶες, σκηπτροφόροι, θῆτες, πλούτῳ κομόωντες·

Εἷς ζόφος, εἷς δὲ δόμος· τόσσον πλέον ὀφρυόεσσιν,

Ὅσσον κλεινοτέροιο γόου, τύμβου τε τυχῆσαι,

Οὔνομά τ ̓ ἐν λάεσσι λιπεῖν ἐπικήδειον οἰκτροῖς·

Ὀψὲ μὲν, ἔμπα δὲ πᾶσιν ἴσον θνητοῖσι τάλαντον.

Ὀστέα πάντες ἀφαυρὰ, σεσηρότα, γυμνὰ κάρηνα.

Λῆξε τύφος. Πενίην δὲ μόγος λίπε· νοῦσος ἄϊστος,

Ἔχθος, ἀτασθαλίη, πλεόνων πόθος, ὕβρις ἀτειρὴς,

Πάντ ̓ ἔθανε φθιμένοισιν ὁμοῦ, καὶ πάντα μέμυκεν,

Ἄχρις ἂν ἐγρομένοισι συνέμπορα ἔνθεν ἵκηται.

Ταῦτ ̓ οὖν εἰσορόωντες, ἐμοῖς πείθεσθ ̓ ἐπέεσσι,

Παῖδες ἐμοὶ (παῖδες γὰρ, ὅσον πλέον εἴρυσα πνεῦμα),

Δεῦρ ̓ ἄγε, κόσμον ἅπαντα, καὶ ὁππόσα τῇδ ̓ ἀλάληται,

Ῥίψαντες, κακότητας ἐπιχθονίου βασιλῆος,

Ἅρπαγος ἀλλοτρίων, δηλήμονος ἀνδροφόνοιο,

Πλοῦτον, ἐϋκλείην, θώκους, γένος, ὄλβον ἄπιστον,

Προτροπάδην φεύγωμεν ἐς οὐρανὸν, ᾗχί τε πολλὰ

Κάλλεα μαρμαίροντα φάος περὶ τρισσὸν ἄφραστον.

Οἱ δ ̓ ἄλλοι πεσσοῖσιν ἐοικότες ἔνθα καὶ ἔνθα

Πίπτοιεν, πεσσῶν τε κυλίσματι τέρψιν ἔχοιεν,

Ἢ δνοφερὴν σκοτόμαιναν ἑοῖς ἐπικείμενοι ὄσσοις,

Τοίχους ἀμφαφόωντες, ἐπ ̓ ἀλλήλοισι δ ̓ ἴοιεν.

ΠΕΡΙ ΤΩΝ ΤΟΥ ΒΙΟΥ ΟΔΩΝ

Τίς, πόθεν ἐς βίον ἦλθον; ἐπεὶ δέ με γαῖα καθέξει,

Τίς πάλιν ἐκ κόνιος ἔσσομ ̓ ἀνιστάμενος;

Πῆ δὲ φέρων στήσει με Θεὸς μέγας; ἦ ῥα σαώσει

Ἔνθεν ἀναστήσας εὔδιον ἐς λιμένα;

Πολλαὶ μὲν βιότοιο πολυτλήτοιο κέλευθοι,

Ἄλλη δ ̓ ἀλλοίοις πήμασι συμφέρεται.

Κοὐδὲν ἐν ἀνθρώποισι καλὸν, κακότητος ἄμικτον.

Αἴθε δὲ μὴ τὰ λυγρὰ πλείονα μοῖραν ἔχεν!

Ὁ πλοῦτος μὲν ἄπιστος ὁ δὲ θρόνος, ὀφρὺς ὀνείρων·

Ἄρχεσθαι δὲ μόγος, ἡ πενίη δὲ πέδη.

Κάλλος δ ̓ ἀστεροπῆς, τυτθὴ χάρις, ἡ νεότης δὲ,

Βράσμα χρόνου πολιὴ, λυπρὰ λύσις βιότου.

Οἱ δὲ λόγοι πτερόεντες· ἀὴρ, κλέος· αἷμα παλαιὸν

Εὐγενέται, ῥώμη καὶ συὸς ἀγροτέρου.

Ὑβριστὴς δὲ κόρος· δεσμὸς, γάμος· εὐτεκνίη δὲ,

Φροντὶς ἀναγκαίη· δυστεκνίη δὲ, νόσος.

Αἱ δ ̓ ἀγοραὶ, κακίης μελετήματα· ἠρεμίη δὲ,

Ἀδρανίη· τέχναι, τῶν χαμαὶ ἐρχομένων.

Στεινὴ δ ̓ ἀλλοτρίη μάζα. Τὸ δὲ γαῖαν ἀρόσσειν,

Μόχθος. Ποντοπόρων τὸ πλέον εἰν ἀΐδῃ.

Ἡ πάτρη δὲ, βέρεθρον ἑόν· ξενίη δέ τ ̓ ὄνειδος.

Πάντα μόγος θνητοῖς τἀνθάδε· πάντα γέλως,

Χνοῦς, σκιὰ, φάσμα, δρόσος, πνοιὴ, πτερὸν, ἀτμὶς, ὄνειρος,

Οἶδμα, ῥόος, νηὸς ἴχνιον αὖρα, κόνις,

Κύκλος ἀειδίνητος, ὁμοίϊα πάντα κυλίνδων,

Ἑστηὼς, τροχάων, λυόμενος, πάγιος,

Ὥραις, ἤμασι, νυξὶ, πόνοις, θανάτοισιν, ἀνίαις,

Τερπωλῇσι, νόσοις, πτώμασιν, εὐδρομίαις.

Καὶ τόδε σῆς, γενέτορ, σοφίης, Λόγε, ἀστατέοντα

Πάντα πέλειν, στασίμων ὥς κεν ἔχωμεν ἔρον.

Πάντα νόου πτερύγεσσιν ἐπέδραμον, ὅσσα παλαιὰ,

Ὅσσα νέα· θνητῶν δ ̓ οὐδὲν ἀκιδνότερον.

Ἓν μόνον ἀνθρώποισι καλὸν καὶ ἔμπεδόν ἐστιν,

Ἔνθεν ἀφορμᾶσθαι, σταυρὸν ἀειρομένους·

Δάκρυά τε, στοναχαί τε, νόος θείοισι μεμηλὼς,

Ἐλπὶς, καὶ Τριάδος λάμψις ἐπουρανίης

Μιγνυμένης καθαροῖσι, χοὸς λύσις ἀφραδέοντος,

Εἰκόνος ἀφθορίη, τὴν λάχομεν θεόθεν·

Ζώειν τ ̓ ἀλλότριον ζωῆς βίον, ἀντὶ δὲ κόσμου

Κόσμον ἀμειβομένους, ἄχθεα πάντα φέρειν.

ΕΛΕΓΕΙΑΚΟΝ

Ὄλβιος ὅστις ἄσαρκον ἔχει βίον, οὐδ ̓ ἐπίμικτον

Εἰκόνι τῇ μεγάλῃ βόρβορον ἀμφέθετο.

Παῦρα μὲν οὐρανίοισι νοήμασιν ἕσπετ ̓ ἀνάγκῃ,

Πλείονα δ ̓ ἀντιάει, καὶ ζόφος ἐστὶ νόου.

Εἰ ῥοίης γένος εἰμὶ, τί μ ̓ ἀθανάτοισιν ἐΐσκεις,

Εἰ πνεύσθην θεόθεν, τίπτε με πηλόδετον,

Χριστὲ, φέρεις; γῆρας μὲν ἔβη, καὶ ἅψε ̓ ἀκιδνά·

Ἡ δ ̓ ἔτι λύσσαν ἔχει σὰρξ ἐπανισταμένη

Ἀμφαδὸν, ἢ λοχόωσα· τὸ δ ̓ ἄλγιον, ὁππότε μύστην

Οὐρανίων θυέων μὴ καθαρὸν παρέχει.

Ὁρκίζω σε Θεοῖο μέγα κράτος, ἠδὲ κελαινὸν

Ἦμαρ ἀλιτροβίων, ἴσχεο μαργοσύνης.

ΠΡΟΣΕΥΧΗ ΕΙΣ ΧΡΙΣΤΟΝ

Τέθνηκα τῷδε τῷ ταλαιπώρῳ βίῳ,

Ὃς φέρετ ̓ ἄνω κάτω τε, Εὐρίπου δίκην,

Βέβαιον οὐδὲν, οὐδ ̓ ἐφ ̓ ἡμέραν, ἔχων.

Ζῆσαι δ ̓ ἐκείνῳ τῷ μακρῷ πόθος μ ̓ ἔχει,

Ὃς ἆθλα κεῖται τοῖς κάλ ̓ ἠγωνισμένοις.

Πρὸς ταῦτα χαίρεθ ̓, οἷς φίλα τὰ τοῦ βίου·

Ἐγὼ δὲ χαίρων ὄψομαι τὸν Δεσπότην.

Τολμῶ τι λέξαι, ὦ Μάκαρ· τὸ σῶμά σοι

Τὸ σὸν τὸ τῆς σῆς πλάσμα προσρίπτω χερός·

Ὡς λεπτὸν, ὡς ὀδωδὸς, ὡς παρειμένον!

Ἰδοὺ πρόκειται, βλέψον, ἐκλελοίπαμεν.

Καὶ νῦν πάρει, δὸς χεῖρα, ἢ λῦσον βίου,

Πρὶν καί τι χεῖρον συμπεσεῖν ἐμοὶ τέλος.

Τί δεῖ πάλιν κακῶν τε, καὶ καθαρσίων;

Ὄλωλ ̓, ὄλωλα συμφοραῖς, σοὶ δ ̓ ὄλλυμαι.

Σὺ γὰρ Θεός μου· σὺ ζόφον λύεις κακῶν

Νεκρῷ πνέοντι μικρὸν, ἢ λυπρὸν βίον.

ΔΕΗΣΙΣ ΠΡΟΣ ΤΟΝ ΧΡΙΣΤΟΝ

Ἐπιστάτα, κλύδων με δεινὸς ἀμφέπει,

Τὸν σὸν μαθητήν. Ἐξέγειραι, πρὶν θάνω.

Μόνον κέλευσον, καὶ ζάλη τεθνήξεται.

Τολμῶ φράσαι τι· Χριστὲ, μὴ πίεζέ με,

Μηδὲ σβέσῃς με τῷ βάρει τῶν θλίψεων.

Πολλοὺς ἔχεις γὰρ καὶ κακωτέρους ἐμοῦ,

Οὓς ἠλέησας. Μή με κρίνῃς ἀξίως.

Κένου, κένου δὲ τοῦ ταλάντου τὸ πλέον.

Μιᾶς τίς οἴσοι φόρτον ἡμέρας μόνης;

Τίνι προσέλθω τοῖς κακοῖς βαρούμενος;

ΕΥΧΗ ΕΩΘΙΝΗ

Ὄρθρος δίδωμι τῷ Θεῷ μου δεξιὰς,

Μηδὲν σκοτῶδες ἢ δράσειν ἢ αἰνέσειν,

Ἀλλ ̓ ὡς μάλιστά σοι θύσειν τὴν ἡμέραν,

Μένων ἄσειστος, καὶ παθῶν αὐτοκράτωρ.

Αἰσχύνομαι τὸ γῆρας, ἂν κάκιστος ὦ,

Καὶ τὴν τράπεζαν ἧς παραστάτης ἐγώ.

Ὁρμὴ μὲν αὕτη, Χριστέ μου· σὺ δ ̓ εὐόδου.

ΠΡΟΣ ΕΣΠΕΡΑΝ ΘΡΗΝΟΣ

Ἐψευσάμην σε,54 τὴν ἀλήθειαν, Λόγε,

Σοὶ τὴν παροῦσαν ἡμέραν καθαγνίσας.

Οὐ πάντα φωτεινόν με νὺξ ἐδέξατο.

Ἦ μὴν προσηυξάμην τε καὶ τοῦτ ̓ ᾠόμην·

Ἀλλ ̓ ἔστιν οὗ μοι καὶ προσέπταισαν πόδες.

Ζόφος γὰρ ἦλθε βάσκανος σωτηρίας.

Λάμποις τὸ φῶς μοι, Χριστὲ, καὶ πάλιν φανείς.

ΠΡΟΣ ΤΟΝ ΑΝΑΣΤΑΣΙΑΣ ΛΑΟΝ

Σιὼν ὁδοὶ πενθοῦσι, τὸν νόμου λάτρην

Λαὸν ποθοῦσαι ἡμέραις ἑορτίοις.

Πενθῶ δ ̓ ἔγωγε λαὸν οὐχ ὁρώμενον

Ἐμοὺς ῥέοντα πρὸς λόγους, ὡς ἦν ποτε

Κωνσταντινούπολίς τε καὶ ξένων ὅσον

Ἔνδημον, οἷς ἤστραπτεν ἡ φίλη Τριάς.

Καὶ νῦν ἐγὼ μὲν ὡς λέων βρυχώμενος

Μακρὰ στενάζω. Τῶν δ ̓ ἐμῶν τέκνων τυχὸν

Ἄλλοι κατασκιρτῶσι, πιθανοῖς λόγοις

Συναρπάσαντες. Εἰ γὰρ ἔλθοι μοι σθένος,

Ὡς πρὶν, Τριὰς, σὸν, καὶ βρυχησαίμην πάλιν

Ἐν σοὶ, τάχ ̓ ἄν τι θῆρες εἴξειαν πάλιν.

ΕΙΣ ΤΑ ΘΑΥΜΑΤΑ ΗΛΙΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΚΑΙ ΕΛΙΣΑΙΟΥ

Τοσαῦτα θαύματ ̓ Ἠλίου τοῦ Θεσβίτου.

Κόραξι πρῶτον ἐτράφη· καὶ δεύτερον

Ἔθρεψε χήραν πλουσίως Σαραφθίαν,

Μικροῖς ἐλαίου καὶ ἀλεύρου λειψάνοις·

Ἧς καὶ τὸν υἱὸν ἐκ νεκρῶν φυσήμασιν

Ἤγειρεν. Ὑετόν τ ἀνέσχεν ἐκ Θεοῦ,

Ἔπειτ ̓ ἀφῆκε. Θυσίαν καταγνίσας

Πυρὶ ξένῳ τε καὶ ξένοις, εἶτ ̓ ἤρκεσε

Τροφῆς ἄγευστος ἡμέραις ἐν πλείοσι

Ἔφλεξεν ἄρδην πεντηκοντάρχας δύω.

Ἰορδάνην διῆλθε μηλωτῇ τεμών·

Πυρὸς δ ̓ ἀνῆλθεν ἅρματι πρὸς οὐρανὸν

Ὁμοῦ δοράν τε καὶ χάριν Ἐλισσαίῳ

Ἀφῆκεν. Ἄθρει καὶ τὰ τούτου θαύματα·

Ἰορδάνην διῆλθε μηλωτῇ τεμών.

Πηγὰς ἔθηκεν ἁλσὶν εὐτέκνους πόλει.

Παῖδας δ ̓ ὑβριστὰς θηρίοις ἀπώλεσεν

Διψῶντι ῥεύματ ̓ ἐξ Ἐδὼμ ἐπήγασε

Στρατῷ· γυναῖκά τε χρέους ἐῤῥύσατο

Πηγαῖς ἐλαίου· τῇ δὲ Σουναμίτιδι

Οὐκ ὄντ ̓ ἔδωκε παῖδα, κ ̓ ἐκ νεκρῶν πάλιν.

Φθοράν τ ̓ ἐπέσχεν ἐκ πόας, καὶ πλείοσιν

Ἤμυνε λιμὸν ἐνδεεστέρᾳ τροφῇ.

Ναιμᾶν δὲ λέπρας ἐκκαθήρας τὸν Σύρον,

Πέμπει Γιεζεῖ τὴν νόσον· εἶτ ̓ ἀξίνην

Ἔπλευσε νώτοις ἐκ βυθῶν Ἰορδάνου·

Σύρων δὲ τοὺς ἕλκοντας ὄψεις ἀμβλύνας

Ἔδωκεν ἐχθροῖς· εἶτα τῷ στρατῷ κόρον

Προεῖτο, λεπρῶν ἔργα. Καὶ νεκρὸς νεκρὸν

Ἤγειρεν, ἐγγὺς συντεθέντων ὀστέων.

ΕΙΣ ΛΟΙΔΟΡΟΝ

Πολλὰ λέγεις με κακῶς, ὦ φίλτατε· εἰ μὲν ἄριστος

Αὐτὸς ἐὼν, τάχα τι καὶ πείσομαι· εἰ δὲ κάκιστος,

Λίσσομ ̓ ἀει με λέγοις καὶ πλείονα. Ὧδ ̓ ἂν ἔγωγε

Πᾶσιν ἀριστεύοιμι. Κακοῖς ἔχθεσθαι ἄμεινον.

ΕΠΙΤΑΦΙΟΣ ΚΑΙ ΣΥΝΤΟΜΗ ΤΟΥ ΑΥΤΟΥ ΒΙΟΥ

Χριστὲ ἄναξ, τί με σαρκὸς ἐν ἄρκυσι ταῖσδ ̓ ἐνέδησας;

Τίπτε με τῷδε βίῳ θῆκας ὑπ ̓ ἀντιπάλῳ;

Πατρὸς μὲν γενόμην θεοειδέος, οὐκ ὀλίγης δὲ

Μητέρος· ἐς δὲ φάος ἤλυθον εὐξαμένης.

Ηὔξατο, καί μ ̓ ἀνέθηκε Θεῷ βρέφος· ἀφθορίης δὲ

Θερμὸν ἔρωτα χέεν ὄψις ἐμοὶ νυχίη.

Χριστὸς μὲν δὴ τοῖς· τὰ δ ̓ ὕστατα κύμασι βράσθην,

Ἁρπαλέαις παλάμαις ἤρκεσα, σῶμα λύθην,

Ποιμέσιν οὐ φιλίοισι συνέδραμον, ηὗρον ἄπιστα,

Χηρώθην τεκέων, πήμασι χασσάμενος.

Οὗτος Γρηγορίοιο βίος· τὰ δ ̓ ἔπειτα μελήσει

Χριστῷ ζωοδότῃ. Γράψατε ταῦτα λίθοις.

* * *

49

      Возможно, здесь имеется в виду Аполлинарий. О его необычайном многословии упоминают и св. Василий Великий (Ep. 129, 1; 263, 4), и св. Григорий Богослов (Ep. 101. PG 37, 193 A).

50

      Неясно, кем был тот критик, к которому обращается здесь святитель, но возможно, что речь идет об Аполлинарии или Максиме (ср.: Св. Григорий Богослов. На Максима / Пер. С. С. Аверинцева // Памятники византийской литературы IV–IX веков. М., 1968. С. 75).

51

      В PG τ ̓ ν. Чтение, приводимое здесь, было предложено К. Уайт (Gregory of Nazianzus. Autobiographical Poems / Transl. and ed. C. White. Cambridge, 1996. P. 6).

52

      Возможно, св. Григорий имеет в виду Филона Александрийского или Иосифа Флавия.

53

      Схожие аргументы излагает св. Василий Великий. Ср. Homilia in primum psalmum 1–2. PG 29, 212‒213.

54

      Здесь в PG стоит точка, а не запятая. Вероятнее всего, это опечатка, т. к. текст продолжается со строчной буквы.


Источник: Григорий Богослов, свт. Избранные стихотворения. (Перевод, вступ. статья и прим. В.Н. Генке) // Богословский вестник. 2008–2009. № 8–9. С. 17-67.

Комментарии для сайта Cackle