профессор Константин Дмитриевич Попов

Толкование, которое есть и введение, об имени преподобного отца нашего и премудрого Диадоха, равно и о прозвании «Марк»

(Приложение к аскетическому слову бл. Диадоха)

Codex Laudianus 84 (olim 737) sec. XII ineuntis.

δ´. ΣΧὈΛΙΟΝ ΤὈ ΚΑἸ ΠΡΟΟἸΜΙΟΝ

περὶ τοῦ ὀνόματος τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ σοφωτάτου Διαδόχου, ὁμοίως καὶ περὶ τῆς τοῦ Μάρκου προσηγοριας.

Ἀμφιβάλλεται παρὰ τοῖς πολλοῖς τὸ τοῦ μακαρίου πατρὸς ἡμῶν Διαδόχοῦ ὄνομα, εἴτε κύριόν ἐστι τοῦτο, εἴτε διαδοχῆς τινος ἴδιον, διδασκαλίας τυχὸν, ἢ προστασίας, ἢ ἑτέρας εὐσεβοῦς πράξεως· ὡσαύτως ζητείται, καὶ τίνος ἕνεκεν ἐν δέκα ὅροις καὶ οἶον εἰπεῖν τύποις καὶ κανόσι τὴν μοναδικὴν πᾶσαν πολιτείαν συνέκλεισεν· ἔπὶ τούτοις καὶ διατί ἐν ἑκατὸν κεφαλαίοις τὴν διδασκαλίαν αὐτοῦ παρεξέτεινε. Δεῖ οὖν ἡμᾶς περὶ τούτων πάντων εἰπεῖν καὶ διασαφῆσαι τὰ μέχρι τοῦ νῦν παρὰ πᾶσιν ἐπιζητούμενα· ἐάν γὰρ ἡ ἀρχὴ τοῦ βιβλίου ἀμφίβολος εἴη τοῖς ἀναγινώακουσι2371 καὶ πᾶσιν ἀγνοουμένη καὶ ἀσαφής, πῶς ἄν τίς προϑυμηϑείη τὰ ἑξῆς τούτου μαϑήσασϑαί τε καὶ διακριβώσασϑαι; εἴπωμεν οὖν ἐντεῦϑεν περὶ τούτων ἀρξάμενοι. Τινὰ τῶν ὀνομάτων προφητικῶς ἐξ ἀρχῆς ἐτέϑη τοῖς πολλοῖς διὰ τὰ μέλλοντα ἐκ τούτων ἐκβήσεσϑαι καὶ γενήσεσϑαι πράγματα, οἶον τὸ Θωμᾶς ὄνομα δηλωτικὸν ἦν τῆς εἰς ὕστερον ἀμφιβολίας αὐτοῦ καὶ τῆς περί τὴν ϑείαν ἀνάστασιν ἀπιστίας· Θωμᾶς γὰρ, κατὰ τὴν ἑλληνικὴν ταύτην γλῶσσαν, δίδυμος καὶ ἀμφίβολος (λογισμὸς) ἑρμηνεύεται· ἰδοὺ οὖν τὸ ὄνομα τοῦ ἀποστόλου πρόῤῥησις ἦν τοῦ μέλλοντος γενήσεσϑαι πράγματος. Καὶ Ἰωσὴφ δὲ ὁ πάγκαλος ἐν Αἰγύπτῳ παραγενόμενος καὶ ἐν δούλοις καταταττόμενος Ψοϑομφανέχ, ὅπερ ἑρμηνεύεται τῶν ἀποῤῥήτων ὁ γνώστης, παρὰ τῶν ἐκεῖσε ἐπωνομάσϑη· ἔγνω γὰρ τὰ ἀπόκρυφα ὕστερον καὶ τὰ τῶν ἐνυπνίων τοῦ Φαραῶ ἄδηλα, καὶ διεσάφησε ταῦτα τῷ βασιλεῖ, καὶ τὸν ἐπερχόμενον ἐκ τούτων λιμὸν ἀπεκρούσατο. Τοιοῦτὸν τι, οἶμαι, δηλοῖ καὶ τὸ Διάδοχος2372 ὄνομα· ἔστι μὲν γὰρ καὶ κυριώνυμος ἡ κλῆσις, ἔστι δὲ καὶ διαδοχῆς τίνος παραστατικὴ καὶ σημαντική· ἐπειδὴ γὰρ ἔμελλε τὰ τοῦ ϑείου Μάρκου κεφάλαια ὑποδεξασϑαι καὶ προσϑεῖναι τούτοις καὶ ἕτερα καὶ βιβλίον ἕν ψυχωφελὲς καὶ σωτήριον ἀπεργάσασϑαι, διὰ τοῦτο καὶ Διάδοχος ἐξ ἀρχῆς ἐκλήϑη παρὰ τῶν ὀνοματοϑετησάντων πάντως αὐτὸν. Ἀλλὰ τοῦτο μὲν πρόχειρον καὶ ἀπὸ τοῦ ὀνόματος αὐτοῦ ἐγνωσμένον πᾶσι καὶ πρόδηλον, δεῖ δὲ ἡμᾶς μὴ ἐν μόνῳ μενειν τῷ γράμματι καὶ ταῖς προχείροις ἐννοίαις καὶ ὑπολήψεσιν, ἀλλὰ καὶ εἰς ϑειότερα διαβαίνειν καὶ ὑψηλότερα ἐνϑυμήματα. Ὅσοι μὲν γὰρ κατὰ τὸ φαινόμενον γράμμα τὰ τῆς ϑείας Γραφῆς ἐκδέχονται λόγια, ὠμὰς ἐσϑίουσι τὰς σάρκας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, δίκην ϑηρίων ταύτας διασπαράττοντες· σάρκες δὲ Χριστοῦ αἱ ϑεῖαι Γραφαὶ τυγχάνουσι. Ὅσοι δὲ ταύτας πνευματικῶς καὶ ἀλληγορικῶς ἐκλαμβάνονται – ἀλληγορία δὲ ἐστιν ἡ ἄλλὸ τι παρὰ τὸ γράμμα καὶ τὸ δηλούμενον ἐκ τοῦ γράμματος ἑρμηνεύουσα καὶ διδάσκουσα καὶ ἀγορεύουσα, – οὖτοι τῷ πυρὶ τοῦ ϑείου πνεύματος ζεούσῃ καρδίᾳ καὶ ἐμπύρῳ πόϑῳ καὶ προϑυμίᾳ ὀπτὰς ταύτας τῷ ὄντι ἐσϑίουσι, καὶ τὰς ἑαυτῶν φυχὰς ἐνδεχομένως ἐκτρέφουσι· τὸ γράμμα, φησὶν ὁ ἀπόστολος, ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Τὸ οὖν Μάρκος ὄνομα ἑβραϊκὴ κλῆσίς ἐστι, σημαίνει δὲ αὕτη, εἰς τὴν ἡμετέραν γλῶτταν τὴν ἑλληνικὴν ταύτην μεταβιβασϑεῖσα, ὑψηλοῦ ἐντολή· ὁ οὖν διάδοχος τοῦ Μάρκου τὰς ὑψηλὰς ἐκεῖϑεν δεξάμενος ἐντολὰς ἐν γράμμασι ταύτας ἡμῖν παρέδωκε· μήποτε οὖν καὶ ἐντεῦϑεν ἐπίσκοπος Φωτικῆς λέγεται, ὅτι ἐν τοῖς γεγραμμένοις τούτοις κεφαλαίοις τὰς τῶν φωτιζομένων ἐποπτεύει καὶ ἐφορᾷ φυχάς· ποία μὲν πρὸς τόδε τὸ μέτρον ἔφϑασε, ποία δὲ ἐπὶ πλέον προβέβηκε, καὶ ποία ταύτην τὴν βαϑμῖδα κατείληφε, καὶ ποία πρὸς τὸ τέλειον ἀναβέβηκεν. Ἐν δέκα δὲ ὅροις πάσας τὰς ἀρετὰς περιέκλεισεν, ὅτι καὶ ὁ δέκατος ἀριϑμὸς τέλειός ἐστι, μᾱλλον δὲ τέλος καὶ δοχεῖον πάντων τῶν μοναδικῶν ἀριϑμῶν· ἡ γὰρ δεκὰς δεκὰς λέγεται παρὰ τοῖς σοφοῖς, ὅτι πάντας τοὺς εἰρημένους ἀριϑμοὺς ἐν αὐτῇ ὑποδέχεται, ὥσπερ δὴ καὶ οἱ δέκα οὖτοι ὅροι τὰς πρὸς Θεὸν φερούσας ὁδοὺς περιέχουσιν, Εἰς ἑκατὸν δὲ κεφάλαια τοὺς ὅρους ἐξέτεινεν, ὅτι καὶ ὁ δέκατος ἀριϑμὸς ἐφ’ ἑαυτὸν πολλαπλασιαζόμενος τὸν ἑκατοστὸν οὖδεν ἀπογεγραμμένον· δέκα γὰρ ὁ δέκα ἑκατὸν, ἢ ὅτι εἰς τὸν ἀριϑμὸν τοῦτον ἡ πᾶσα ψυχικὴ ἡμῶν σωτηρία διῇρηται· κατὰ γὰρ τὴν εὐαγγελικὴν φωνήν, ἢ τριάκοντά τις καρποφορεῖ τῷ Θεῷ ἢ ἑξήκοντα2373 ἢ ἐκατόν. Καὶ τριάκοντα μὲν δίδωσι τῷ Θεῷ ὁ τίμιος γάμος καὶ καϑαρός, ἑςήκοντα ὁ τὰ οἰκεῖα σκορπιζων καὶ διαχέων τοῖς πένησι μετὰ τῆς τῶν ἐντολῶν φυλακῆς, ἑκατὸν δὲ ἡ καϑαρὰ καὶ παρϑένος ψυχὴ καὶ πάντων ἀπηλλαγμένη τῶν βιωτικῶν πράξεων. Ἤ καὶ ὀὕτως· πᾶσα πρᾶξις διὰ τῶν τριῶν τούτων τελεῖται καὶ ἀπεργάζεται· διὰ κίνησιν τὴν πρὸς τὸ κακόν, ὅταν ὁ νοῦς ἐνϑυμηϑῇ τι πρᾶξαι καὶ ποιἦσαι πονηρόν· διὰ στάσιν τὴν πρὸς αὐτό, ὅταν στήσωμεν τὴν βουλὴν καὶ τυπώσωμεν τὸ ἔργον διατελέσαι· διὰ καϑέδραν, ὅταν τὸ ἐνϑύμημα πληρωϑῇ καὶ καϑίσῃ καὶ οἱονεὶ ἀναπαυϑῇ ὁ νοῦς ἐπ’ αὐτῷ· μακάριος γὰρ, φησιν, ἀνήρ, ὅς οὐκ ἐπορεύϑη ἐν βουλῇ ἀσεβῶν, ἰδοὺ κίνησις ἡ ἑκπόρευσις· καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, ἰδοὺ στάσις τοῦ πονηροῦ λογισμοῦ· καὶ ἐπὶ καϑεδρᾳ2374 λοιμῶν οὐκ ἐκάϑησεν, ἰδοὺ καϑέδρα καὶ ἀνάπαυσις τοῦ κακοῦ. Εἰ μὲν οὖν ἐνϑυμηϑῇ τις τὸ κακὸν καὶ στῇ ἐπὶ τούτῳ, οὐ καϑίσει δὲ, οἱονεὶ πράξει, καὶ ἐπαναπαυϑῇ τῷ πράγματι, τριάκοντα προσήγαγε τῷ Θεῷ· ὁ δὲ ἐνϑυμηϑεὶς μόνον, μὴ στάς δὲ ἐν τῷ οἰκείῳ ϑελήματι, ἀλλὰ καταπατήσας τὰ τοῦ πονηροῦ βουλεύματα, ἐξήκοντα προσάγει τῷ Θεῷ· ὁ δὲ καὶ εἰς τοσοῦτον μέτρον φϑάσας, ὥστε μηδὲ κινεῖσϑαι τῷ λογισμῷ πρὸς τὰ χαλεπά, μηδὲ προσβολήν τινα δέχεσϑαι τοῦ κακοῦ, οὖτος ἑκατὸν καρποφορεῖ καὶ φέρει τῷ Θεῷ. Λέξαι καὶ ἑτέραν ἐπὶ τούτοις ἐξήγησιν· τρεῖς εἰσι πύλαι, δἰ ὧν εἰσέρχεται ὁ ἔχϑρὸς καὶ αἰχμαλωτίζει καὶ σκορπίζει τὰ ἡμέτερα ἀγαϑά· ὁ ϑυμός, ἡ ἐπιϑυμία καὶ ὁ λόγος· ὁ οὖν τὴν μίαν κλείσας καὶ ἀποφράξας τῷ διαβόλῳ, τὰ τριάκοντα προσέφερε τῷ Θεῷ· ὁ δὲ καὶ τὴν ἑτέραν, τὰ ἐξήκοντα· ὁ δὲ καὶ τὸν λόγον, τὰ ἑκατόν· διὰ ταῦτα οὖν εἰς ἑκατὸν κεφάλαια ἡ τοῦ Διαδόχου διδασκαλία ἐξήπλωται.

Ἀρχὴ σὺν Θεῷ τῶν κεφαλαίων τοῦ Διαδόχου2375.

α´. Πάσης πνευματικῆς ϑεωρίας, ἀδελφοί, ἤτοι γνώσεως καὶ καταλνήψεως, προλαμβανέτω τὰ τρία ταῦτα· ἡ πρὸς τὸν Θεὸν πίστις ἡμῶν, ἡ ἐλπίς, ἡ ἀγάπη, πλέον δὲ τῶν δύο τούτων τῆς πίστεως καί τῆς ἐλπίδος προτρεχέτω ἡ ἀγάπη· ἡ μὲν γὰρ πίστις καὶ ἡ ἐλπὶς διδάσκουσιν ἡμᾶς καταφρονεῖν τῶν τοῦ βίου τούτου καλῶν, ἡ ἀγάπη δὲ προσκολλᾷ τὴν φυχὴν ἡμῶν καὶ ἑνοῖ ταῖς ἀρεταίς τοῦ Θεοῦ, αἰσϑήσει νοερᾷ, ἤγουν γνώσει ϑείᾳ καὶ οὐκ ἀνϑρώπινῃ, τὸν μὴ βλεπόμενον Θεὸν φανταζομένη καὶ καταμανϑάνουσα.

β´. Φύσει ἀγαϑὸς μόνος ἐστὶν ὁ Θεός· γίνεται δὲ καὶ ἄνϑρωπος δἰ ἐπιμελείας τῶν τρόπων ἀγαϑός, ἤτοι τῶν ἐπιτηδευμάτων καὶ τῶν ἔργων, τὸ κατὰ ἀλήϑειαν ἐργαζόμενος ἀγαϑὸν τῇ συνεργείᾳ τοῦ ὄντως ἀγαϑοῦ, εἰς ὅπερ ἀγαϑὸν ἢ καταντήσας ὁ ἄνϑρωπος ἢ ἐλϑὼν οὐ μετατρέπεται ῥαδίως πρὸς τὸ κακὸν, ὅταν ἡ ψυχὴ αὐτοῦ διὰ τῆς πρὸς τὸ καλὸν ἐπιμελείας τοσοῦτον πλησιάζῃ τῷ Θεῷ, ὅσον ἡ προϑυμία καὶ δύναμις αὐτῆς διὰ τῆς ἄνωϑεν χάριτος συνεργουμένη ϑελει· χωρὶς γὰρ Θεοῦ οὐδέν τι ποιεῖν δυνάμεϑα· γίνεσϑε γὰρ, φησιν ἡ ϑεία Γραφή, ἀγαϑοὶ καὶ οἰκτίρμονες, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.

γ´. Τὸ κακὸν οὐκ ἀπὸ φύσεως ἔχει τὸ εἶναι ἐν τῷ βίῳ, οὔτε ἀπὸ φύσεως ἔστι τις τῶν ἀνϑρώπων κακός· ὁ γὰρ Θεὸς ἀγαϑὸς ὑπάρχων, ἀγαϑὰ καὶ ἐποίησε καὶ ποιεί, κακὸν δὲ ὅλως οὐκ ἔκτισεν. Ὅταν δὲ ἡ ἐπιϑυμία τῆς καρδίας ἡμῶν ἐνϑυμηϑῇ τι πρᾶγμα πονηρὸν καὶ μείνῃ εἰς αὐτὸ καὶ καρτερήσῃ χρόνον τινά, τότε τὸ μὴ ὄν πρώην ἄρχεται γίνεσϑαι καὶ μορφὴν καὶ ὑπόστασιν λαμβάνει, πρὸς τὴν ὄρεξιν τῆς ἐπιϑυμίας ἡμῶν μεταπλαττόμενον· ἁρμόζει οὖν μνημονεύειν ἡμῖν τοῦ Θεοῦ πάντοτε καὶ ἀμελεῖν τῆς ἐξεως τῶν κακῶν. Ἕξις δὲ ἐστι κακή, ὅταν ὑπὸ συνήϑειαν κατακρατηϑῇ τις καὶ κατακυριευϑῇ ὑπὸ τοῦ κακοῦ τελείως· ἡ δὲ διηνεκὴς μνήμη τοῦ Θεοῦ διώκει τὰ τοιαῦτα κακὰ μακράν· δυνατωτέρα γὰρ ἐστιν ἡ φύσις τοῦ καλοῦ τῆς ἕξεως τοῦ κακοῦ, ὅτι τὸ μὲν καλὸν καὶ ὅν ἐστι καὶ φύσις ἐστί, τὸ δὲ κακὸν καὶ μὴ ὃν καὶ παρὰ φύσιν ἐστίν· ἐν γὰρ τῷ πράττεσϑαι παῤ ἡμῶν, δοκεῖ ἔχειν τὸ εἶναι, οὐχί δὲ κατὰ ἀλήϑειαν ἐστιν.

δ´. Πάντες ἄνϑρωποι τὸ κατ’ εἰκόνα τοῦ Θεοῦ ἔχομεν, τὸ δὲ καϑ´ ὁμοίωσιν ἔκεῖνοι μόνοι φέρουσι καὶ δεικνύουσιν, οἱ διὰ τὸν πόϑον τὸν πρὸς τὸν Θεὸν δούλους ἑαυτοὺς ποιήσαντες αὐτῷ· τότε γὰρ κατὰ ἀλήϑειαν ἐλεύϑεροι τυγχάνομεν καὶ ὁμοιώματα φέρομεν κατὰ τὸ δυνατὸν τοῦ Θεοῦ, ὅταν μὴ τὰ ϑελήματα τῆς ψυχῆς ἡμῶν πράττωμεν, ἀλλὰ δοῦλοι ὑπάρχωμεν τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς, ἤγουν εἰρηνοποιήσαντος ἐφ ἑαυτῷ διὰ τῆς π(αραβ)άσεως ἐχϑροὺς γε(γο)νότας· τούτου δὲ τοῦ ἀγαϑοῦ ἄλλως οὐκ ἐπιτυγχάνει τις, εἰ μὴ πείσει τὴν ἑαυτού ψυχὴν ἐν τοῖς τοῦ ματαίου τούτου βίου πράγμασι μὴ πλανᾶσϑαι· εὔκολον δὲ τὴν δόξαν τὴν παροῦσαν ἐκάλεσεν, ὅτι εὐκόλως μεταπίπτει άπο τούτοῦ εἰς τοῦτον.

ε´. Ἡ αὐτεξουσιότης οὐδὲν ἄλλο ἐστίν, εἰ μὴ τῆς ψυχῆς ἡμῶν τῆς λογικῆς ϑέλμα, εὐκόλως καὶ ἑτοίμως κινούμενον, μεταμορφούμενον πρὸς ἅπεр ϑέλομεν καὶ βουλόμεϑα. Λογικὴν δὲ καλεῖ τὴν ψυχὴν ἡμῶν, ὅτι λέγεται καὶ φυτικὴ ψυχή, ἥτις περὶ τὰ φυτὰ ϑεωρεῖ ται· λέγεται καὶ αἰσϑητική, ἥτις καὶ ἐν τοῖς ἀλόγοις ἐστί· λέγεται καὶ λογικὴ ἡμετέρα· ἀλλὰ πείσωμεν καὶ ἐϑίσωμεν τὴν ψυχὴν ἡμῶν τὴν λογικὴν περὶ μόνον τὸ καλὸν καταγίνεσϑαι καὶ σπουδάζειν διὰ τῶν ἀγαϑῶν ἐννοιῶν καὶ ἐνϑυμήσεων τοὺς πονηροὺς λογισμοὺς καταβάλλειν καὶ ἀποδιώκειν καὶ ἐξαφανίζειν.

ς´. Ἀλνήϑινῆς γνώσεως σημεῖον καὶ φωτισμοῦ ϑείου γνώρισμα τ(ὸ διαχ)ωρίζειν τὸ καλὸν ἀπὸ τοῦ κακοῦ ἀπταίστως καὶ χωρίς δισταγμοῦ τινος. Αὕτη δὲ ἡ καλῆ πρᾶξις καὶ εὐάρεστος τῷ Θεῷ φέρει τὸν νοῦν πρὸς τὸν τῆς δικαιοσύνης Θεὸν, καὶ τοσοῦτον αὐτὸν ὁ ἀγαϑὸς Θεὸς φωτίζει καὶ γνώσεως ϑείας ἀναπληροῖ, ὥστε μετὰ παρρησίας καὶ ϑάρσους τὴν ὑπὲρ τοῦ καλοῦ ἀγάπιην ζητεὶν καὶ ϑυμῷ δικαίῳ (ἔστι γὰρ καὶ ἄδικος ϑυμὸς) ἁρπάζειν τὸ δίκαιον καὶ καλὸν ἀπὸ τῶν ὑβρίζειν ἐπιχειρούντων αὐτό, ἤγουν συγκαλύπτειν διὰ τοῦ κακοῦ· ὁ γὰρ τοῦ καλοῦ ζῆλος, καὶ ἡ ἐπιϑυμία, οὐ διὰ μῖσος τὸ πρὸς τὸν ἀδελφόν, ἀλλὰ διὰ φιλίαν τοῦ καλοῦ ἐλέγχων καὶ διώκων τὸ κακόν, τὴν νίκην διδωσι τῷ καλῷ.

ζ´. Ὁ πνευματικὸς νόμος, ἤγουν αἱ ἐντολαὶ τοῦ Θεοῦ, τὴν ἀπὸ τούτων φωτισϑεῖσαν διάνοιαν πληροφορεῖ, ἐὰν ἴσως ἀμφιβάλλῃ κατὰ τι· ἐνεργείᾳ γὰρ ἀγάπης ἐκ τοῦ Θεοῦ φέρεται· ἡ δὲ τοιαύτη πληροφορία διὰ τῆς ἐνεργείας ἢ συνεργείας τῆς πρὸς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ ἔρχεται πρὸς τὸν νοῦν ἡμῶν, καὶ ἕκτοτε ἀπολυπραγμονήτως δέχεται τὰ τῆς ϑεολογίας νοήματα καὶ κινήματα· οὐ γὰρ πάσχει τότε πενίαν ὁ νοῦς τὴν φέρουσαν καὶ προξενούσαν ἡμῖν ἄγνοιαν τῆς καταλήψεως τοῦ καλοῦ, οὐδὲ γὰρ ἀμφιβάλλει ἕτι καϑάπερ καὶ πρότερον, διατί τοῦτο οὕτως ἢ οὕτως ἔχει, ὅτι ἐπὶ τοσοῦτον ἐπλατύνϑη ἡ ψυχὴ αὐτοῦ καὶ εὐρύχωρος γέγονεν ἐκ τῆς γνώσεως τοῦ Θεοῦ καὶ τῆς πληροφορίας, ὁπόσον ἡ τῆς πρὸς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ ἐνέργεια καὶ ὁ φωτισμὸς ϑελει· δίδωσι γὰρ ἡμίν ὁ Θεὸς τὰς ἑαυτοῦ δωρεάς, πρὸς τὰς ἡμετέρας δυνάμεις ταύτας παραμετρῶν, ἵνα μὴ τῇ περισσοτέρᾳ χάριτι πρὸς ἑκστασιν μεταπέσωμεν. Καλὸν οὖν διὰ πίστεως, τῆς διὰ ἀγάπην ἐνεργουμένης εἰς ἡμᾶς, τὸν φωτισμὸν καὶ τὴν ἔλλαμψιν ἐκδέχεσϑαι τοῦ λέγειν καὶ διδάσκειν τὰ ϑεια μυστήρια· πρὸ τούτου δὲ μὴ διδάσκειν· πτωχὴ γὰρ ἐστι καὶ ἀσϑενὴς ἡ διάνοια ἐκείνη ἡ ἐκτὸς τῆς τοῦ Θεοῦ πληροφορίας φιλοσοφοῦσα καὶ ἐξαγγέλλουσα τὰ τοῦ Θεοῦ λόγια.

η´. Οὔτε τὸν μὴ φωτισϑέντα τὸν νοῦν διὰ τῆς ἄνωϑεν χάριτος ἁρμόζει ταῖς πνευματικαῖς ἐρμηνείαις καὶ διδασκαλίαις καὶ ἐξηγήσεσιν ἑαυτὸν παρέχειν, οὔτε τὸν διηνεκῶς καὶ πλουσίως καταλαμπόμενον ὑπὸ τῆς ἀγαϑότητος τοῦ ἁγίου πνεύματος ἐπὶ τὸ διδάσκειν τὰ ϑεῖα ἢ γράφειν ἔρχεσϑαι. Ὅπου γὰρ πενία, ἤγουν ἔνϑα οὐκ ἔστιν ἔλλαμψις ἢ φωτισμὸς ϑεῖος, ἐκεῖ τῶν ἄνωϑεν ἀγαϑῶν παντελής ἐστιν ἄγνοια· ὅπου δὲ πάλιν πολλὴ τοῦ ἁγίου πνεύματος ἡ χορηγία, οὐ συγχωρεῖται οὐδὲ καταλιμπάνεται ὁ τοιοῦτος ἄνϑρωπος ὑπὸ τοῦ πλούτου τῆς χάριτος καὶ τῆς ἐλλάμψεως ἐκφαίνειν καὶ ἀποκαλύπτειν τὰ ϑεῖα μυστήρια, ἀλλ’, ὥσπερ μεϑύων ὑπὸ τοῦ πλούτου τῶν ἀγαϑῶν καὶ τῶν ϑεωριῶν τῶν μεγάλων καὶ ὑψηλῶν, κατέχεται καὶ σιγᾷ καὶ κατατρυφᾷ τῶν δεδομένων αὐτῷ παρὰ τοῦ Θεοῦ· ὁ δὲ εἰς μέσην φϑάσας τάξιν τῶν δύο τούτων καταστάσεων, ἐπὶ τὸ διδάσκειν καὶ λαλεῖν τὰ τοῦ πνεύματος μετὰ τῆς συνεργείας τοῦ ἁγίου πνεύματος ἐρχέσϑω, ὁ μέτριας δηλονότι καὶ ὀλίγας τὰς ἀπὸ τοῦ Θεοῦ εὐεργεσίας δεχόμενος· τοῦτο γὰρ τὸ μετρον, τὸ μέσον δηλαδή, λόγους ἐνδόξους καὶ παραδόξους καὶ ὠφελεῖν δυναμένους φυχὰς τοῖς διδασκομένοις χαρίζεται· ἡ δὲ πολλὴ καὶ ἄπειρος ἔλλαμψις τὴν πίστιν αὐξάνει καὶ τρέφει τοῦ λέγοντος ἐν πίστει καὶ προσομιλοῦντος τῷ Θεῷ, ἵνα πρῶτος ὁ διδάσκων τῷ ἔργῳ, οὐχὶ τῷ λόγῳ, (εἶπον γὰρ ἄνωϑεν, ὅτι οὐ συγχωρεῖται ὁ τοιοῦτος διδάσκειν διὰ τὸ πλῆϑος τῶν ϑείων ἐλλάμψεων), τῶν γὰρ καρπῶν τῆς ἀγάπης τοῦ Θεοῦ γεύηται·2376 τὸν κοπιῶντα, γὰρ φησι, γεωργὸν δεί πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.

ϑ´. Ἕν ἐστι τὸ πνεῦμα τὸ ἅγιον, τοῦ δὲ αὐτοῦ καὶ ἐνὸς ἁγίου πνεύματος εἰσὶ πάντα τὰ ϑεῖα χαρίσματα· ἡ σοφία, ἡ γνῶσις, τὰ λοιπὰ πάντα. Ἔχει δὲ ἕκαστον τῶν χαρισμάτων τοῦ Θεοῦ ἰδιαν ἐνέργειαν καὶ πρᾶξιν καὶ ἀποτέλεσμα· ἄλλῳ γὰρ ἀνϑρώπῳ δίδοται σοφία, ἄλλῳ γνῶσις ὑπὸ τοῦ αὐτοῦ καὶ ἑνὸς ἁγίου πνεύματος, ὡς καὶ ὁ ϑείος ἀπόστολος Παῦλνος μαρτυρεῖ. Πλὴν τὸ μὲν τῆς γνώσεως χάρισμα πείρᾳ συνάπτει τὸν ἄνϑρωπον τῷ Θεῷ, ἤγουν αὐτῷ τῷ πράγματι, καὶ τῇ ἐνεργείᾳ προσκολλᾷ καὶ προδήλως ἑνοῖ καὶ συνάπτει τὸν ἄνϑρωπον τῷ Θεῷ, οὐ μὴν καὶ τοὺς λόγους καὶ τὰς αἰτίας τῆς γνώσεως καὶ τῆς συναφείας τῆς πρὸς τὸν Θεὸν δίδωσι τούτῳ λέγειν καὶ ἀνακαλύπτειν πρὸς ἄπαντας τὸ πνεῦμα τὸ ἅγιον. Διὰ τοῦτο καὶ τινες τῶν μοναχῶν φωτίζονται μὲν αἰσϑήσει καὶ γνώσει ϑείας δυνάμεως, εἰς δὲ λόγους ϑείους καὶ διδασκαλίας οὐκ ἔρχονται, οὐδέ δύνανται λέγειν πῶς ταῦτα ἢ ταῦτα ἀπὸ Θεοῦ ἡμῖν δίδονται καὶ χαρίζονται. Ἐὰν δὲ καὶ τὸ τῆς σοφίας χάρισμα λάβοι τίς μετὰ τῆς γνώσεως ἐν φόβῳ τῷ πρὸς τὸν Θεὸν, τότε καὶ αὐτὰς τὰς ἐνεργείας καὶ τῆς γνώσεως τὰς δυνάμεις φανεροποιεῖ καὶ διδάσκει καὶ ἀνακαλύπτει πᾶσι τρανῶς. Τοῦτο δὲ τὸ χάρισμα ὀλίγοις δίδοται καὶ σπάνιόν ἐστι καὶ μέγα τὸ πράγμα· ἡ μὲν γὰρ γνῶσις διὰ τῆς ἐνεργείας καὶ τῆς πράξεως τοῦ καλοῦ φωτίζει τοὺς πολλοὺς τῶν ἀνϑρώπων, ἡ δὲ σοφία διὰ τῆς τῶν κεκρυμμένων διδαχῆς καὶ ἀνακαλύψεως ὠφελεῖ· φέρει δὲ τὴν μὲν ϑείαν γνῶσιν εὐχὴ συνεχὴς καὶ ἡσυχία πολλὴ και ἀμεριμνία τῶν βιωτικῶν πᾶσα, τὴν δὲ σοφίαν χαρίζεται ἀκενόδοξος μελέτη τῶν λογιῶν τοῦ Θεοῦ, καὶ πρὸ τούτου ἡ χάρις τοῦ διδόντος αὐτὴν Θεοῦ.

ι´. Ὁ ϑυμὸς μέρος ἐστί τῆς ψυχής· ἐδόϑη δὲ ἡμῖν, ἵνα ὅταν προσβάλλωσι καὶ πολεμῶσιν ἡμῖν τὰ πάϑη, ἀντὶ ὅπλου ἔχωμεν τὸν ϑυμὸν κατ’ αὐτῶν. Ὅταν οὖν τὸ ϑυμοειδὲς τῆς ψυχῆς ἡμῶν κινῶται καὶ ὁρμᾷ κατὰ τῶν παϑῶν, τότε σιωπᾷν ὀφείλει ὁ ἀνϑρωπος, οὐ διδάσκειν ἢ παραινεῖν· καιρὸς γὰρ μάχης ἐστὶ καὶ ἀγῶνος τοῦ πρὸς τὰ πάϑη. Ὅταν δὲ τὴν τοιαύτην ἀκαταστασίαν ϑεάσηταί τις γαληνιάσασαν καὶ ἡσυχάσασαν ἢ δἰ εὐχῆς ἢ δἰ ἐλεημοσύνης τοῦ μόνου ἀγαϑοῦ καί πανοικτίρμονος Θεοῦ ἡμῶν, τότε κινεῖσϑαι καὶ ἔρχεσϑαι πρὸς τὸ διδάσκειν, πρότερον καταδεσμήσας ἑαυτὸν διὰ ταπεινοφροσύνης καὶ ἀσφαλισάμενος τὸν νοῦν αὑτοῦ, ἵνα μὴ εἰς κενοδοξίαν ἐμπέσῃ· ἐὰν γὰρ μὴ τις ἑαυτὸν ἐξουδενώσῃ καὶ γῆν καὶ σποδὸν ἐργάσηται, τὰ τοῦ Θεοῦ μεγάλα ἔργα καὶ τὰς εὐεργεσίας τὰς πρὸς ἡμᾶς γινόμένας λέγειν καὶ διδάσκειν οὐ δύναται.

ἰα´. Ὁ πνευματικὸς λόγος, ἤτοι ἡ ἀπὸ τοῦ ϑειου πνεύματος ἔλλαμψις καὶ γνῶσις, ἀκενόδοξον τὴν φυχὴν διατηρεῖ· αἰσϑήσει γὰρ φωτὸς ἀφορμὰς τοῖς ἰδίοις ἀκροαταῖς χαρίζεται, ὡς οὐ πλάσμα καὶ ἑπιτήδευμα ὑπάρχον κενοδόξων ἀνϑρώπων καὶ μὴ ἄνωϑεν πεφωτισμίνων· γνωσόμεϑα δὲ καὶ χαρακτηρίσομεν τὴν τοῦ ϑείου λόγου διάϑεσιν, ἤγουν τὴν χάριν καὶ τὴν εὐεργεσίαν τὴν τοιαύτην, ἐὰν ἐν ταῖς ὥραις, αἶς οὐ διδάσκομεν, ἀλλὰ σιωπῶμεν, ὅλον τὸν νοῦν ἔχωμεν μετὰ ϑερμῆς πίστεως καὶ μνήμης πρὸς τὸν Θεὸν.

ιβ´. Ὁ φιλῶν ἢ ποϑῶν ἑαυτὸν, τὸν Θεὸν ἁγαπῆσαι οὐ δύναται· ὁ δὲ ἑαυτὸν μὴ φιλῶν ἕνεκεν τῆς πολλῆς ἀγάπης, ἧς πρὸς τὸν Θεὸν ἔχει, οὖτος ἀληϑῶς τὸν Θεὸν ποϑεῖ. Διὰ τοῦτο οῦδὲ τὴν ἑαυτοῦ δόξαν καὶ τιμὴν ζητεῖ ὁ τοιοῦτός ποτε, ἀλλὰ τὴν δόξαν τοῦ Θεοῦ· ὁ γὰρ ἑαυτὸν ἀγαπῶν, τὴν ἰδίαν δόξαν ζητεῖ· ὁ δὲ τὸν Θεὸν φιλῶν, τὴν τοῦ ποιήσαντος αὐτὸν δόξαν ἀγαπᾷ· ψυχῆς γὰρ αἰσϑητικῆς καὶ ϑεοφιλοῦς ἵδιον, ἤγουν νοούσης καί συνιούσης τὸ ὄντως ἀγαϑὸν ἔργον καὶ ἐξαίρετον, τὸ τὴν μὲν δόξαν ἀεὶ ζητεῖν τοῦ Θεοῦ ἐν πάσαις, αἶς διαπράττεται καὶ ποιεῖ ἐντολαῖς, ἐπὶ δὲ τῇ ἑαυτοῦ ταπεινοφροσύνῃ καὶ καταφρονήσει τέρπεσϑαι, ὅτι τῷ Θεῷ μὲν πρέπει διὰ τῶν μεγάλων αὐτοῦ καὶ ϑαυμασίων ἔργων δοξάζεσϑαι, ἀνϑρώπῳ δὲ τὸ ταπεινοῦσϑαι ἁρμόδιον καὶ καλόν, ἵνα δἰ αὐτῆς τῆς ταπεινώσεως οἰκειωϑῇ καὶ γνωρισϑῇ τῷ Θεῷ, ὅπερ ἐὰν ποιῶμεν καὶ ἡμεῖς κατὰ τὸν ἅγιον βαπτιστὴν Ἰωάννην χαίροντες τῇ δόξῃ καὶ μεγαλωσύνῃ τοῦ Κυρίου, ἀδιαλείπτως λέγειν ἀρξόμεϑα· ἐκεῖνον δεῖ ὑψοῦσϑαι καὶ δοξάζεσϑαι, τὸν Θεὸν δηλονότι, ἐμὲ δὲ ταπεινοῦσϑαι καὶ ἐλαττοῦσϑαι.

ιγ´. Ἐϑεασάμην ποτέ τινα ἀνϑρωπον κατὰ πολὺ μὲν τὸν Θεὸν ἀγαπήσαντα, κλαίοντα δὲ καὶ πενϑοῦντα ἔτι, ὅτι οὐκ ἁγαπᾷ, καϑῶς ἐϑέλει, αὐτὸν, ὥστε πάντοτε τὴν ψυχὴν αὐτοῦ ἐν τοιαύτῃ καὶ τοσαύτῃ εἶναι ἐπιϑυμίᾳ καὶ πόϑῳ σφοδρῷ, ὡς τοὺς ὁρῶντὰς αὐτὸν δοξάζειν μὲν καὶ μεγαλύνειν ἀπαύστως τὸν Κύριον, αὐτὸν δὲ ὡς μηδὲ ὄντα λογίζεσϑαι ἑαυτὸν. Ὁ τοιοῦτος οὐδὲ ἐπίσταται, ὅπερ ἐστὶν ἢ ποῦ ἔφϑασεν ὅλως, ἀλλ’ οὐδὲ τῶν λόγων ἢ τῶν ἐπαίνων τῶν ἀνϑρωπίνων αἰσϑάνεται ἢ ἐπιστρέφεται· τῇ γὰρ πολλῇ ἐπιϑυμίᾳ καὶ σχέσει τῆς ταπεινώσεως, οὐ νοεῖ τὸ μέτρον ἢ τὴν δόξαν, εἰς ἣν κατήντῆςεν, ἀλλὰ δουλνεύει μὲν τῷ Θεῷ, ὥσπερ ἔχουσι τύπον οἱ ἱερεῖς, τῇ δὲ πολλῇ διαϑέσει καὶ πίστει τῆς πρὸς Θεὸν φιλίας αὐτοῦ, καλύπτει καὶ κρύπτει τὸ ἑαυτοῦ μέτρον τῆς ἀρετῆς καὶ ἀξίας ἐν τῷ βυϑῷ, καὶ τῇ πολλῆ ἀγάπῃ τοῦ Θεοῦ τὸ τῆς ταπεινώσεως καλύπτεται καύχημα ἐν συντετριμμένῃ καὶ τεταπεινωμένῃ φυχῇ· διὸ καὶ πᾶις2377 ἀνάξιος ἑαυτῷ κατὰ νοῦν καὶ διάνοιαν φαίνεται, ἐπαινεῖν αὐτὸν ἐπιχειρῶν, ὡς ἀλλότριος ὑπάρχων τῆς ἀρμοζούσης αὐτῷ ἀξίας τῇ πολλῇ ἐπιϑυμίᾳ τῆς ταπεινώσεως· ὅπερ ἀρμόζει ἡμᾶς ὀλοψύχως ποιεῖν καὶ πᾶσαν τιμὴν ἀποφεύγειν καὶ δόξαν πρόσκαιρον διὰ τὸν πολὺν πλοῦτον τῆς ἀγάπης τοῦ τελείως ἡμᾶς ἁγαπήσαντος καὶ τὴν ψυχὴν αὐτοῦ δόντος ὑπὲρ ἡμῶν.

ιδ´. Ὁ ἐν αἰσϑήσει καρδίας ἀγαπῶν τὸν Θεὸν, ἤγουν ὁ ἐν γνώσει καὶ ἐπιγνώσει τῆς ἑαυτοῦ ψυχῆς ποϑῶν τὸν Θεὸν καὶ μὴ τῷ ἔξωϑεν τούτῳ καὶ φαινομένῳ σχήματι, ἐκείνος καὶ γνωρίζεται καὶ ποϑεῖται παρὰ τοῦ Θεοῦ· ὅσον γὰρ τις ἐν ἐπιγνώσει τῆς ψυχῆς τὴν ἀγάπην τοῦ Θεοῦ παραδέχεται, τοσοῦτον καὶ προκόπτει καὶ πλησιάζει τῷ Θεῷ· διὰ τούτο καὶ τοῦ φωτισμοῦ τῆς ἄνωϑεν καταπεμπομένης γνώσεως καὶ ἐλλάμψεως ἐν ἐπιϑυμίᾳ πολλῇ καὶ πόϑῳ τυγχάνει σφοδρῷ, ἄχρις ἄν αὐτῆς τῆς τῶν ὀστέων αἰσϑήσεως αἴσϑιγται, ἤτοι ἕως ἄν καὶ τῶν ὀστέων αὐτοῦ καὶ τῶν μυελῶν καὶ τῶν ἁρμονιῶν ὁ τοῦ Θεοῦ πόϑος ἅψηται καὶ κατακρατήσῃ· καὶ ἔκτοτε οὐκέτι γινώσκει ἑαυτὸν ὁ ἄνϑρωπος, ὅλος μεταβληϑείς καὶ μεταποιηϑεὶς ὑπὸ τῆς ἀγάπης τοῦ κτίσαντος· ὁ τοιοῦτος εἰ καὶ περίπατεῖ ἐν τῷ βίῳ καὶ ἐν τῷ σώματι τούτῳ ἐστὶν, ἀλλὰ ἀποδημεῖ διὰ τῆς ἀγάπης τοῦ Θεοῦ τῇ ψυχῇ ἑκ τοῦ κόσμου, κινούμενος ἀεὶ δἰ αὐτῆς καὶ ἀναπτερούμενος πρὸς αὐτὸν· διηνεκῶς γὰρ ὑπὸ τῆς πρὸς Θεὸν ἀγάπης καιόμενος τὴν καρδίαν καὶ φλογιζόμενος, ἐξ ἀνάγκης κεκόλληται καὶ ἥνωται τῷ Θεῷ, ὡς παντελῶς τῆς ἑαυτοῦ φιλίας ἀποστὰς καὶ τῶν σωματικῶν τούτων πραγμάτων, ὅλος δὲ συναφϑεὶς διὰ τῆς ἀγάπης τῷ Θεῷ· εἴτε γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμίν, τοῦτο λέγει ὁ ἀπόστολος Παύλος ἐν τῇ πρὸς Κορινϑίος δευτέρᾳ ἐπιστολῆ, ἐστὶ δὲ τοιοῦτον, ὅτι ἐάν τε μεγάλα καὶ ὑπερήφανα λέγωμεν πρὸς ὑμᾶς, τοῦτο γὰρ τὸ ἐξέστημεν, μαινομένων γὰρ τὸ καυχᾶσϑαι καὶ ὑπέρογκα φϑέγγεσϑαι, διὰ τὴν σωτηρίαν ὑμῶν τοῦτο πράττομεν, ἵνα μὴ νομίσαντες ἡμᾶς ἀτελεῖς καταφρονήσητε τοῦ κηρύγματος, ἄν τε μέτρια καὶ ταπεινὰ λέγωμεν, δἰ ὑμᾶς καὶ τοῦτο ποιοῦμεν, ἵνα μετριοφρονεῖν ὑμᾶς διδάξωμεν.

ιε´. Ὅτε ἄρξεταί τις αἰσϑάνεαϑαι, ἤγουν νοεῖν τὴν πρὸς αὐτὸν ἀγάπην τοῦ Θεοῦ, τότε ἄρχεται καὶ οὖτος ἐν αἰσϑήσει πνεύματος ϑείου τὸν πλησίον αὐτοῦ ἁγαπᾷν· αὕτη γὰρ ἐστιν ἡ ἀληϑὴς καὶ τιμία ἀγάπη, περὶ ἦς πᾶσαι αἱ Γραφαὶ διαλέγονται· ἡ γὰρ ἑτέρα φιλία ἡ κατὰ σάρκα, ἡ ἀπὸ ἐπιϑυμίας σωματικῆς γινομένη, εὐκόλως διαλύεται καὶ μαραίνεται, αἰτίας εὐρεϑείσης ἢ παρεμπεσούσης μικρᾶς τινος καὶ οὐδαμίνῆς, ὅτι οὐ διὰ γνώσεως καὶ βοηϑείας πνεύματος ἁγίου δέδεται καὶ ἥνωται· ἐπὶ δὲ τῆς ἄνωϑεν συνεργουμένης πρὸς τὸ καλὸν ψυχῆς, ἐὰν συμβῇ παροξυσμὸς γενέσϑαι τις καἰ μάχη, οὐ λύεται ὑπ’ αὐτῆς ὁ δεσμὸς τῆς φιλίας καὶ τῆς ἀγάπης· ἡ γὰρ ϑέρμη τῆς ἀγάπης τοῦ Θεοῦ καὶ ὁ ἔμπυρος πόϑος ὁ πρὸς αὐτὸν ἀναφλέγουσι καὶ ἀναζωπυροῦσι τὴν πνευματικὴν φυχὴν πρὸς τὸ ἀγαϑόν, καὶ ἀνακαλεῖται ταχέως μετὰ πολλῆς χαρᾶς καὶ εὐφροσύνης τὴν τοῦ πλησίου ἀγάπην, κἂν μεγάλως ἴσως ὑπὸ τοῦ ἀδελφοῦ ὑβρίσϑη, ἤγουν ἠδικήϑη ἢ ἄλλο τι κακὸν ἔπαϑεν· ἔν γὰρ τῇ γλυκύτητι τῆς ἀγάπης τοῦ Θεοῦ τὸ πικρὸν καὶ λυπηρὸν τῆς μάχης καταβάλλεται καὶ ἀφανίζεται.

ις´. Οὐδεὶς δύναται ἁγαπῆσαι τὸν Θεὸν ἐξ ὅλης φυχῆς καὶ καρδίας καὶ διανοίας, μὴ πρότερὸν φοβηϑείς αὐτὸν ἐν ἐπιγνώσει τῆς ψυχῆς αὐτοῦ· διὰ γὰρ τῆς ἐνεργείας τοῦ φόβου, ἤτοι τῆς φυλακῆς τῶν ϑείων ἐντολῶν καὶ τῆς ἀποχῆς καὶ ἀρνήσεως τοῦ κακοῦ ἀγωνιζομένη ὥσπερ ἡ ψυχὴ, καὶ εἰς ἀγάπην ἐνεργουμένη, ἤτοι ϑεόϑεν συνεργουμένη, ἔρχεται· ἄλλως δὲ οὐκ ἀν τις ὅλως εἰς φόβον ἔλϑῃ τοῦ Θεοῦ τῷ εἰρημένῳ τρόπῳ, ἤγουν μὴ φοβηϑεὶς πρότερον ἐν αἰσϑήσει καὶ διαγνώσει καρδίας, εἶτα πρὸς τὴν ἀγάπην ἐλϑών, εἰ μὴ τῶν βιωτικῶν φροντίδων ἔξω γένηται. Ὅταν γὰρ ἐν ἡσυχίᾳ καὶ ἀμεριμνίᾳ τῶν βιωτικῶν τούτων ὁ νοῦς ἡμῶν γένηται, τότε καὶ ὁ τοῦ Θεοῦ φόβος ἔρχεται καὶ ὀχλεῖ ἡμᾶς, καϑαρίζων ἐν ἐπιγνώσει πολλῇ, ἤγουν προδήλως, ἀπὸ πάσης σωματικῆς προσπαϑείας καὶ γεώδους παχυτητος2378, καὶ οὕτως εἰς πολλὴν ἀγάπην καὶ πίστιν φέρει τῆς ἀγαϑότητος τοῦ Θεοῦ. Ὥστε ὁ μὲν φόβος τῶν ἄρτι καϑαριζομένων ἐστὶ τῶν ἀμαρτιῶν μετὰ μέσης ἀγάπης, καὶ οὐ τελείας· ἡ δὲ τελεία πρὸς Θεὸν ἀγάπη τῶν ἤδη φϑασάντων καϑαρϑήναι ἐστὶν, ἐν οἶς φόβος οὐ παραμένει· ὁ γὰρ εἰς τελείαν ἀγάπην τοῦ Θεοῦ πλησιάσας οὐ φοβεῖται ἔτι· ἡ γὰρ τελεία πρὸς Θεὸν ἀγάπη, ὡς λέγουσιν αἱ Γραφαὶ, ἔξω βάλλει καὶ διώκει τὸν φόβον· ἀμφότερα δὲ ταῦτα, ἤγουν ὁ φόβος καὶ ἡ ἀγάπη, δικαίων ἔργα εἰσίν, οἵτινες δίκαιοι ἐνεργείᾳ ἢ συνεργείᾳ τοῦ ἁγίου πνεύματος τὰς ἀρετὰς κατεργάζονται· καὶ διὰ τοῦτο ποτὲ μὲν λέγει ἡ ϑεία Γραφή· φοβήϑητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ· ποτὲ δὲ, ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ἵνα μάϑωμεν διὰ τούτων, ὅτι τῶν ἔτι καϑοριζόμενων δικαίων ὁ φόβος ἐστὶ μετὰ ἀγάπης μέσης, τῶν δὲ κεκαϑαρμένων ἤδη ἡ τελεία ἀγάπη, ἐν ᾗ οὖκ ἔστιν ἔννοια φόβου τινός, ἀλλὰ ἔκκαυσις πόϑου τοῦ πρὸς Θεὸν ἄπαυστος καὶ κόλλησις ψυχῆς πρὸς αὐτὸν δἰ ἐνεργείας τοῦ ἁγίου πνεύματος γινομένη, κατὰ τὸν προφήτην τὸν λέγοντα· ἔκολλήϑη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.

ιζ´. Ὥσπερ τὰ ἐπερχόμενα τῷ σώματι ἡμῶν τραύματα, ὅταν μὲν ὦσιν2379 ἀνιάτρευτα καὶ οἱονεί κεχερσωμένα καὶ ἀνεπιμέλητα, ἐπικειμένου τοῦ ῥύπου ἄνωϑεν καὶ τῆς ἐπιπεσούσης ἰλύος καὶ τοῦ πηλοῦ ἐν αὐτοῖς, τοῦ προσαγομένου ἐμπλάστρου καὶ ἐπιτιϑεμένου παρὰ τοῦ ἰατροῦ, οὐκ αἰσϑάνεται, καϑαρισϑέντος δὲ τοῦ ῥύπου καὶ ἀφαιρεϑείσης τῆς ἐπικειμένης παχύτητος, αἰσϑάνονται καὶ δάκνονται ὑπὸ τοῦ φαρμάκου καὶ εἰς ἴασιν ταχεῖαν ἔρχονται· οὕτω καὶ ἡ ψυχὴ ἡμῶν, ἕως μὲν ἀμετανόητος τυγχάνει καὶ ὑπὸ τῆς λέπρας καὶ νόσου τῆς φιληδονίας τοῦ βίου καὶ τῶν κακῶν κεκάλυπται, αἰσϑάνεσϑαι καὶ νοεῖν τὸν φόβον τοῦ Κυρίου οὐ δύναται, κἂν διηνεκῶς αὐτῇ τις τὸ φοβερὸν κριτήριον τοῦ Θεοῦ καὶ τὰς ἐκεῖ κολάσεις καὶ τιμωρίας καταγγέλλῃ. Ὅταν δὲ ἄρξηται διὰ τῆς προσευχῆς καὶ ἐπιμελείας τοῦ βίου καὶ τῶν ἀρετῶν καϑαίρεσϑαι τῶν κακῶν, ὥσπερ φαρμάκου τινὸς δριμέος καὶ ζωῆς καὶ ὑγείας προξένου τοῦ ϑείου φόβου αἰσϑάνεται, καίοντος ὥσπερ αὐτὴν διὰ τῆς ἐνϑυμήσεως τῶν κακῶν καὶ ἐλέγχοντος καὶ μαραίνοντος ἐν πυρὶ ἀπαϑείας. Ὅϑεν κατ’ ὀλίγον καϑαριζομένη καὶ ἐκπλυνομένη εἰς τελείαν ἔρχεται κάϑαρσιν, τοσοῦτον ἐπὶ τῇ ἀγάπῃ τοῦ Θεοῦ προστιϑεῖσα καὶ αὔξουσα, ὁπόσον ἐλαττοῦται καὶ ὑποκαταβαίνει τοῦ φόβου, καὶ οὕτως εἰς τελείαν ἀγάπην ἔρχεται, ἐν ᾗ ἀγάπῃ φόβος οὐκ ἔστιν ἔτι, ἀλλὰ πᾶσα ἀπάϑεια διὰ τῆς δόξης ἐνεργουμένη τοῦ Θεοῦ, τουτέστι διὰ τῆς φιλανϑρωπίας καὶ ἀγαϑότητος τελειουμένη τοῦ Θεοῦ· ἔστω δὲ ἡμῖν καύχημα καυχημάτων καὶ δόξα δόξης ἀπάσης προτιμότερα πρῶτον μὲν ὁ φόβος τοῦ Θεοῦ, εἶτα ἡ ἀγάπη, τὸ πλήρωμα τοῦ νόμου τῆς ἐν Χριστῷ τελειότητος· τέλος γὰρ, φησι, τοῦ νόμου ἡ ἀγάπη.

ιη´. Ψυχή, εἰ μὴ τῶν κοσμικῶν φροντίδων ἀλλοτριωϑείη καὶ τῶν κάτω τούτων πραγμάτων ἀπαλλαγείη, οὔτε τὸν Θεὸν ἀγαπῆσαι δύναται γνησίως καὶ καλῶς, οὔτε τὸν διάβολον βδελύξασϑαι καὶ μισῆσαι ἰσχύει ἀξίως· κάλυμμα γὰρ ἐπικείμενον ἔχει μέγα καὶ πολὺ τὴν μέριμναν τοῦ βίου τούτου. Ὅϑεν τὸ ἑαυτοῦ ἐπιγνῶναι δικαστήριον ἐπὶ τῶν τοιούτων πραγμάτων ὁ ἡμέτερος νοῦς ἀδυνατεῖ, ἵνα παρ’ ἑαυτοῦ κρίνῃ καὶ ἐκλέξηται τὸ καλὸν καὶ τὸ κακὸν διώξῃ πόῤῥω, καὶ ἀπλανεῖς καὶ εὐϑείας τὰς τῆς κρίσεως ψήφους ποιήσηται· διὰ τοῦτο οὖν ἡ ἀναχώρησις τῶν τοῦ βίου πραγμάτων καλὸν καὶ ἡ ἀπαλλαγὴ τῶν πολλῶν φροντίδων.

ιϑ´. Ψυχῆς καϑαρᾶς καὶ ἀμολύντου ἴδιον λόγος πνευματικὸς ἄφϑονος, ἤγουν πολὺς ζῆλος πάσης κακίας ἐκτός· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ὁ ζῆλος ἐπὶ καλοῦ λέγεται· ὁ δὲ φϑόνος ἐπὶ κακοῦ· ἔρως δὲ, ἤγουν ἐπιϑυμία τῆς δόξης τοῦ Θεοῦ ἀδιάλειπτος, τοῦτ’ ἐστι μηδέποτε λείπουσα· τότε καὶ ὁ νοῦς τὰς οἰκείας διαῤῥυϑμίζει2380 πλάστιγγας, ἤγουν τὰς ἰδίας κινήσεις κυβέρνᾷ καλῶς, ὡς ἐν καϑαρωτάτῳ κριτηρίῳ, ἢ παλατίῳ περιφανεῖ τῇ διανοίᾳ αὐτοῦ ἐμπαρών.

κ´. Πίστις ἄνευ ἔργων καὶ ἔργον χωρὶς πίστεως τὸν αὐτὸν τρόπον ἀποδοκιμασϑήσονται, ἀντὶ τοῦ ἀμφότερα ὁμοῖως ἑκβληϑήσονται καὶ ἀποδιωχϑήσονται· πρέπει γὰρ τῷ πιστῷ ἀνϑρώπῳ πίστιν προσφέρειν τῷ Κυρίῳ διὰ τῶν πραγμάτων καὶ τῶν ἔργων βεβαιουμένην· οὔδὲ γὰρ τῷ πατρι ἡμῶν Ἁβραὰμ ἡ πίστις μόνη εἰς δικαιοσύνην ἐλογίσϑη παρὰ τῷ Θεῷ, εἰ μὴ καὶ τὸν καρπὸν τῆς πίστεως καὶ τὸ ἔργον ὑπέδειξε, τὸν οἰκεῖον παῖδα εἰς ὁλοκάρπωσιν ἁγαγών· ὁ δὲ ἅγιος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγει, ὅτι ἐκ πίστεως μόνης ἐδικαιώϑη ὁ Ἀβραάμ· εἰγὰρ Ἀβραάμ, φησιν, ἐξ ἔργων ἐδικαιώϑη, ἔχει καύχημα, ἀλλ’ οῦ πρὸς τὸν Θεὸν, ἤγουν εἰ ἀπὸ τῶν δικαίων πόνων καὶ ἔργων ἐδικαιώϑη ὁ Ἀβραὰμ, οῦ τοῦ Θεοῦ ἐστι τὸ ϑαῦμα καὶ καύχημα, ἀλλὰ τῶν πόνων καὶ κόπων τοῦ Ἀβραὰμ.

κα´. Ὁ τὸν Θεὸν ἁγαπῶν καὶ πιστεύει τούτῳ γνησίως καὶ ὁλοψύχως καὶ τὰ ἔργα τῆς πίστεως καὶ τὰς ἐντολὰς ποιεῖ εῦσεβῶς, ὁ δὲ πιστεύων μόνον καὶ μὴ ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ὑπάρχων, καὶ ἣν δοκεῖ ἔχειν πίστιν, ουδὲ ἐκείνην ἔχει τελείως· ἐλαφρότητι γὰρ καὶ κουφότητι πιστεύει τοῦ ἰδίου νοός, ὡς ὑπὸ τοῦ βάρους τῆς δόξης τῆς ἀγάπης μὴ ἐνεργούμενος, ἤγουν ὡς ὑπὸ τοῦ μεγέϑους τῆς χάριτυς τῆς ἀγάπης τοῦ Θεοῦ μὴ βοηϑούμενος· ἡ πίστις οὖν, ἡ διὰ τῆς ἀγάπης τοῦ Θεοῦ συνεργουμένη, τὸ μέγα χρῆμα τυγχάνει τῶν ἀρετῶν.

κβ´. Ὁ τῆς πίοτεως βυϑός, ἤγουν τὸ βάϑος τῆς πίστεως τῆς ἡμετέρας, ἐρευνώμενον καὶ πολυπραγμονούμενον παρὰ περιέργων καὶ ἀπίστων ἀνϑρώπων, μᾱλλον κυμαίνεται καὶ ταράττεται καἰ ἀφανὲς γίνεται, ἁπλῇ δὲ διαϑέσει ϑεωρούμενον, ἤγουν ἁπλότητι γνώμης καὶ ἀκακίᾳ προαιρέσεως ἐποπτευόμενον, γαληνιᾷ, ἤγουν καταλαμβάνεται καὶ ϑεωρείται· λήϑης γὰρ κακῶν ὕδωρ ὄν τὸ βάϑος τῆς πίστεως, οὐ φέρει παρὰ περιέργων ἀνϑρώπων ϑεωρεῖσϑαι, ἤγουν ἡ πίστις ἡ ἡμετέρα ὕδωρ οὖσα σωτήριον, ἢ βάπτισμα καὶ ἔκπλυνσις ἁμαρτημάτων καὶ ἐπιλησμοσύνη τῶν τοῦ βίου κακῶν, οὐ καταδέχεται παρὰ περιέργων καὶ ἀφωτίστων ἀνϑρώπων καὶ δολερῶν ἐννοιῶν ἐρευνᾶσϑαι καὶ καταλαμβάνεσϑαι· ἁπλότητι οὖν καί ἀκάκῳ προαιρέσει καὶ διανοίᾳ τοῦς τῆς πίστεως ἐμπλέωμεν ὕδασιν, ἢ τοῦ ϑείου βαπτίσματος, ὥσπερ εἴπομεν, ἢ τῆς Θείας Γραφῆς κατὰ τὸν εἰπόντα Θεὸν καὶ Δεσπότην ἡμῶν· ἐρευνᾶτε τὰς γραφὰς· δοκεῖτε γὰρ ἐν αὐταῖς ζωὴν ἔχειν, ἵνα εἰς τὸν λιμένα προϑύμως ἔλϑωμεν τοῦ ϑελήματος τοῦ Θεοῦ ἡμῶν.

κγ´. Οὐδεὶς δύναται ἢ ἁγαπᾷν τὸν Θεὸν ἢ πιστεύειν τούτῳ καλῶς καὶ γνησίως, εἰ τὸ ἴδιον συνειδὸς ἔχει κατηγοροῦν ἑαυτοῦ ἐν ἅπασι πράγμασιν· ὅταν γὰρ ἡ συνείδησις καὶ ἡ προαίρεσις ἡμῶν διὰ τῶν ἐλέγχων τῆς ἁμαρτίας ταράττῃ καὶ σκοτίζη2381 ἡμᾶς, τότε καὶ ὁ νοῦς ὁ ἡμέτερος, ὑπὸ τῶν ἐλέγχων τῆς ἁμαρτίας σογχεόμενος καὶ συνϑολούμενος, οὐ δύναται τῆς ὀσμῆς καὶ τῆς εὐωδίας τῶν ὑπερκοσμίων καὶ ὀδρανίων ἀγαϑῶν ἐν γνώσει καὶ ἀπολαύσει γενέσϑαι, ἀλλὰ εἰς ἀμφιβολίας μερίζεται καὶ διχονοίας καὶ ὑπονοίας καὶ λογισμούς, κινούμενος μὲν ὑπὸ τῆς ϑερμῆς πίστεως διὰ τὴν προλαβοῦσαν πεῖραν, ἤγουν τὴν κατάκρισιν τῶν ἰδίων ἁμαρτιῶν, καὶ τῶν οὐρανίων καλῶν ὀρεγόμενος, μὴ δυνάμενος δὲ αὐτὴν εὐρεῖν, ἤγουν τὴν ὀσμὴν καὶ εὐωδίαν τῶν ὑπερκοσμίων καλῶν ἐν αἰσϑήσει καὶ γνώσει καὶ πείρᾳ καρδίας ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ διὰ τοὺς νυγμοὺς τῆς ἐλεγχούσης συνειδήσεως, ἤγουν διὰ τὸ νύττεσϑαι καὶ κεντᾶσϑαι ὑπὸ τῆς ἰδίας συνειδήσεως τὴν φυχὴν ἡμῶν· ἐὰν δὲ καϑαρίσωμεν ἑαυτοὺς διὰ ϑερμοτέρας καὶ ἐπιπονωτέρας προσευχῆς, μετὰ περισσοτέρας πείρας καὶ δοκιμασίας σὺν Θεῷ τοῦ ποϑουμένου καλοῦ ἐπιτευξόμεϑα καὶ2382 τῶν ἀϑανάτων ἀγαϑῶν ἀπολαύσομεν.

κδ´. Ὥσπερ πρὸς τὰ φαινόμενα τοῦ βίου καλὰ βιαίως καὶ ἀναγκαστικῶς τὰ τοῦ σώματος αἰσϑητήρια ἡμῶν οἱ ὀφϑαλμοί, ἡ ἀκοή, ἡ ὄσφρησις, ἡ γεῦσις, ἡ ἁφὴ προτρεπουσιν ἡμᾶς καὶ ἄγουσι καὶ μὴ βουλομένους· οὕτω πρὸς τὰ μὴ φαινόμενα ἐκεῖνα ἡ τοῦ νοός αἴσϑησις χειραγωγεῖ ἡμᾶς καὶ ὁδηγεῖ, ὅτε τῆς ϑείας χρηστότητος καὶ ἀγαϑότητος γεύσεται· ἕκαστον γὰρ τῶν αἰσϑητηρίων τῶν ἰδίων αὐτοῦ ἐφίεται καὶ ὀρέγεται· ἡ μὲν ψυχὴ ἀσώματος οὖσα, τῶν οὐρανίων καλῶν· τὸ δὲ σῶμα χοϊκὸν ὄν, τῆς ἐπιγείου ἐφίεται τροφῆς καὶ τρυφῆς καὶ τῶν λοιπῶν ἀπολαύσεων· τῆς ἀύλου οὖν καὶ ἀσωμάτου αἰσϑήσεως καὶ γνώσεως εἰς πεῖραν ἀληϑῆ παραγινόμεϑα, ἐάνπερ τὴν ὕλην, ἤγουν τὸ σῶμα, διὰ τῶν πόνων καὶ τῆς νηστείας λεπτύνωμεν.

κε´. Μίαν μὲν εἶναι αἴσϑησιν, ἤγουν γνῶσιν φυσικὴν καὶ λογικὴν τῆς ἡμετέρας ἀσωμάτου ψυχῆς, ἡ τῆς ἁγίας γνώσεως ἡμᾶς ἐκδιδάσκει ἐνέργεια, ἤγουν ἡ παρὰ τοῦ ἁγίου πνεύματος διδομένη ἡμῖν, ἡ πρὸς τὸ καλὸν δηλαδὴ μόνον γνῶσις, ἣν οἱ κατὰ Θεὸν ζῶντες μόνοι γινώσκουσι καὶ μετέρχονται· πλάσας γὰρ ἡμᾶς ὁ Θεὸς τὰ καλὰ μόνα ποιεῖν καὶ ἐνεργεῖν ἐνετείλατο, οὐχὶ καὶ πρὸς τὰ κακὰ νεύειν καὶ ὁρμᾶν· εἰς δύο δὲ λοιπὸν ἡ μία ἑκείνη γνῶσις διὰ τὴν παρακοὴν τοῦ Ἀδὰμ ἐμερίοϑη ἐνεργείας, πρὸς τὸ καλὸν καὶ πρὸς τὸ κακὸν· μίαν δὲ λέγω γνῶσιν τὴν ἁπλῆν καὶ μονοειδῆ, τὴν ἐκ τοῦ ἁγίου πνεὐματος ἐγγινομένην τοῦς ἀνϑρώποις, ἥν οὐδείς εἰδέναι δύναται, εἰ μὴ μόνοι οἱ τῶν τοῦ βίου καλῶν ἀλλοτριωϑέντες διὰ τὴν ἐλπίδα τῶν αἰωνίων καλῶν, καὶ πᾶσαν ὄρεξιν καὶ ἐπιβυμίαν διὰ τῆς ἐγκρατείας καὶ ἀποχῆς τῶν σωματικῶν ὀρέξεων καταμαράναντες· ἐπὶ τούτων γὰρ καὶ μόνων εὐρώστως, ἤγουν ὑγιῶς ὁ νοῦς διακείμενος διὰ τὴν ἀμεριμνίαν τῶν γηἶνων, ἀῤῥήτως καὶ ὡς οὐκ ἄν τις εἰπεῖν δυνηϑείῃ, αἰσϑάνεσϑαι καὶ νοεῖν δύναται τῆς ϑείας μακαριότητος καὶ χρηστότητος. Ὅϑεν καὶ τῷ σώματι τότε κατὰ τὸ μέτρον τῆς οἰκείας προκοπῆς ὁ νοῦς μεταδίδωσι τῆς οἰκείας εὐφροσύνης τε καὶ χαρᾶς, ἀποῤῥήτῳ τινί λόγῳ καὶ, ὅπερ εἰς πεῖραν οὐκ ἦλϑέ τινί ποτε, τῆς ἐξομολογήσεως ἀγαλλιώμενος καὶ εὐφραινόμενος· ἐπ’ αὐτῷ γὰρ ἤλπισεν ἡ καρδία μου καὶ ἑβοηϑήϑην2383, καὶ ἀνέϑαλεν2384 ἡσάρξ μου, καὶ ἐκ ϑελήματός μου ἐξομολογήσομαι αὐτῷ· ἡ γὰρ τότε ἐγγινομενη τῇ ψυχῇ καὶ τῷ σώματι χαρὰ ὑπόμνησίς ἐστι καὶ ἀῤῥαβὼν ἀπλανὴς τῆς ἀφϑάρτου βιότητος, ἤγουν τῆς ἐκεῖσε μακαρίας πολιτείας τε καὶ βιώσεως.

κς´. Ἀκύμαντον, ἤγουν ἀτάραχον, ἁρμόζει φυλάττειν τοὺς κατὰ Θεὸν ἀγωνιζομένους ἀνϑρώπους τὴν οἰκείαν διάνοιαν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ἵνα τοὺς εἰς αὐτὴν διαϑέοντας, ἤγουν διατρίβοντας λογισμούς, καλῶς διακρίνων καὶ ἀκριβῶς τοὺς μὲν ἀγονοὺς καὶ παρὰ Θεοῦ πεμπομένους ἐν τοῖς ταμείοις, ἤγουν δοχείοις τῆς μνήμης, ἐναποτίϑηται, τοὺς δὲ σκαιοὺς καὶ ἑκ τῶν δαιμόνων ἐρχομένους ἔξω ῥίπτῃ τῶν ἀποϑηκῶν τῆς φύσεως ἡμῶν τρεῖς γὰρ ἔχει κοιλίας ἡ κεφαλή· μίαν ἐμπροσϑεν, ἔνϑα ἡ φαντασία ἐστίν· ἄλλην μέσον, ἔνϑα ἡ διάνοια καὶ ὁ λόγος ὑπάρχει· καὶ ἑτέραν ὀπίσω, ὅπου τὸ δοχεῖον τῆς μνήμης πέφυκε· καὶ γὰρ ἡ ϑάλασσα, ὅταν γαλήνην ἔχῃ, ἄχρι καὶ τοῦ βυϑίου αὐτῆς κινήματος, ἤτοι τοῦ ὄντος ἐν τῷ βυϑῷ, ὑπὸ τῶν τοὺς ἰχϑύας ἀγρευόντων ὁρᾶται, ὡς μηδὲ αὐτοὺς λανϑάνειν τότε τῶν ἑκεῖσε πορευομένων ἐχϑύων τὰς τρίβους· ὅτε δὲ ταράττεται καὶ ϑολοῦται ὑπὸ τῶν κυμάτων καὶ τῆς ταραχῆς, κρύπτει τὰ ἐκεῖσε πάντα, ἅπερ ἐν τῷ γέλωτι τῆς ϑαλάσσης παρὰ τῶν ἁλιέων ἐβλέπετο· γαληνιῶσα γὰρ ἡ ϑάλασσα, ὥσπερ ὑπσγελᾷ. Ὅϑεν ἀργοῦσι τότε, ταραττσμένης τῆς ϑαλάσσης, οἱ τὴν ἁλιευτικὴν τέχνην ὁ μετερχόμενοι· ὅπερ συμβαίνει πάσχειν καὶ τὸν ϑεωρητικὸν νοῦν, ὅτε μάλιατα ἐξ ὁργῆς ἀδίκου ὁ βυϑὸς τῆς ψυχῆς ἡμῶν καὶ ἡ γνώσις ταράσσεται.

κζ´. Ὀλίγων ἐστί λίαν τὸ κατανοεῖν καὶ γινώσκειν τὰ οἰκεῖα πταίσματα, καὶ ἐκείνων μόνων, ὧν οὐδέποτε ὁ νοῦς ἀφίσταται2385 ἢ χωρίζεται τῆς μνήμης τοῦ Θεου· ὃν γὰρ τρόπον οἱ ὀφϑαλμοὶ ἡμῶν οἱ σωματικοὶ (λίγονται γὰρ καὶ ὀφϑαλμοὶ νοητοί· ὁ νοῦς, ἡ διάνοια καὶ τὰ ἀλλὰ), ὅταν μὲν ὑγιαίνωσι, καὶ ὁρᾷν πάντα καὶ βλέπειν δόνανται ἄχρι καὶ τῶν διϊπταμένων, ἤγουν πετομένων κωνώπων καὶ ἐμπιδων τὸν ἀέρα, ταῦτα δὲ εἰσι μικρὰ ζωῧφια ἐν τῷ ἀέρι φαινόμενα· ὅτε δὲ ὑπὸ ϑολώσεως καὶ ἐπιχυμάτων τινῶν σκεπάζονται, ἔστι δὲ ἡ ϑόλωσις καὶ τὸ ἐπίχυμα νοσήματα ἐπὶ τοὺς ὀφϑαλμοὺς γινόμενα· εἰ μὲν μέγα τί ἐστι τὸ πρὸ τῶν ὀφϑαλμῶν κείμενον αὐτῶν, βλέπουσι τοῦτο ἀμυδρῶς, ἤγουν σκιωδῶς καὶ ὀλίγον, τῶν δὲ μικρῶν οὐκ αἰσϑάνονται ὅλως, οῦδὲ ὁρῶσι ταῦτα· οὕτω καὶ ἡ ψυχῇ ἡμῶν, ἐὰν ἀπὸ τῆς φιλίας τοῦ κόσμου συμβαίνουσαν πήρωσιν, ἤτοι τύφλωσιν, λεπτύνῃ καὶ καϑαρίσῃ, καὶ τὰ ἄγαν, ἤγουν κατὰ πολὺ, βραχέα αὑτῆς καὶ ὀλίγα πταίσματα ὡς μεγάλα λίαν λογιζομένη, δάκρυον ἐπὶ δακρύοις ἐν πολλῇ εὐχαριστίᾳ ἀδιαλείπτως καὶ πάντοτε φέρει· δίκαιοι γὰρ, φησιν, ἐξομολογήσονται τῷ ὀνόματί σου. Ἐὰν δὲ τῇ τοῦ κόσμου ἐμμένῃ διαϑέσει, ἤγουν προσπάϑείᾳ, εἰ μὲν ἔστι φονικὸν πταῖσμα, ἢ ἑτερὸν τι μέγα ἄξιον τιμωρίας διαπράξεται, τούτου ἠρέμα αἰσϑάνεται, ἤγουν ὀλίγον καὶ κατὰ μικρὸν, τῶν δὲ ἄλλων αὑτῆς πταισμάτων οὐδὲ εἰς γνῶσιν καὶ αἴσϑησιν ἐλϑεῖν δύναται, ἀλλὰ καὶ ὡς κατορϑώματα αὑτῆς πολλάκις ταῦτα ἡγεῖται· διὸ καὶ ὑπὲρ αὐτῶν λογοποιουμένη καὶ ἐξεταζόμενη, δεινῶς οὐκ αἰσϑάνεται ἡ ἀϑλία ψυχή.

κη´. Τὸ καϑαρίσαι τὸν νοῦν τὸν ἡμέτερον καὶ ἔξω ποιῆσαι τῶν πονηροῦ κακῶν μόνου ἐστὶ τοῦ ἁγίου καὶ παναγίου πνεύματος· ἐὰν γὰρ μὴ εἰσέλϑῃ ὁ δυνατός, ἤγουν ὁ Θεός, εἰς τὴν ψυχὴν ἡμῶν, καὶ σκυλεύσῃ τὸν ἅρπαγα, ἤγουν διώξῃ καὶ γυμνώσῃ τὸν διάβολον τὸν συναρπάσαντα ἡμᾶς πρὸς τὰ κακὰ καὶ τὸν πλοῦτον τῆς ψυχῆς ἡμῶν ὑποκλέψαντα, οὐδαμῶς τὸ λάφυρον ἐλευϑερωϑήσεται, ἤγουν τὸ κεκρατημένον ὑπ’ αὐτοῦ, καὶ ἐλεύϑερίας ἀξιωϑήσεται· λάφυρα δὲ λέγονται, ἅ ἐν τῷ πολέμῳ ἀρπάζουσιν2386 οἱ στρατιῶται καὶ ἴδια αὑτῶν ποιοῦοι. Δεῖ οὖν διὰ πάντων ἀναπαύειν τὸ πνεῦμα τὸ ἅγιον, πλέον δὲ, διὰ τῆς εἰρήνης τῆς ψυχῆς ἡμῶν· εἰρήνἡ δὲ ψυχῆς, ὅταν μὴ πολεμῶσι τὰ πάϑη αὐτῇ, ἵνα τὸν λύχνον τῆς γνώσεως ἔχωμεν διὰ παντὸς παρ’ ἑαυτοῖς ἐξαστράπτοντα, ἤγουν τὸ πνεῦμα ἅγιον· λάμποντος γὰρ τούτου ἐν τοῖς ταμείοις τῆς ψυχῆς ἡμῶν, ἤγουν τῷ νῷ, τῇ διανοίᾳ, τῇ δόξῃ, τῇ φαντασίᾳ καὶ τῇ αἰσϑήσει, φανεροὶ γίνονται ἐν τῷ νοὶ ἡμῶν αἱ πικραὶ καὶ σκοτειναἰ τῶν δαιμόνων προσβολαὶ καὶ ἐπήρειαι καὶ ἐξασϑενοῦσι λίαν οὖτοι οἱ δαίμονες ὑπὸ τοῦ ἁγίου φωτὸς τοῦ ἐγγινομένου ἡμῖν, παρὰ τοῦ ἁγίου πνεύματος ἐλεγχδμενοι καὶ διωκόμενοι· διὰ τοῦτο καὶ ὁ ἀπὸστολός φησιν, τὸ πνεῦμα μὴ σβέννυτε2387 ἀντὶ τοῦ μὴ κακουργοῦντες, ἢ πονηρὰ λογιζόμενοι λυπεῖτε τὴν τοῦ ἁγίου πνεὐματος ἀγαϑότητα, ἵνα μὴ τῆς ὑπερμάχου ἑκείνης στερηϑῆτε λαμπάδος, ἤγουν τοῦ φωτὸς τοῦ διδομένου ἡμῖν καὶ διώκοντος τοὺς δαίμονας· οὐ γὰρ σβέννυται ἀμαρτανόντων ἡμῶν τὸ ἀΐδιον ἐκεῖνο καὶ μακάριον φῶς, ἀλλὰ λυπούμενον ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις ἀναχωρεῖ ἀφ’ ἡμῶν καὶ ἀναχωροῦντος ἐκείνου σκοτεινὸν καὶ ἀφεγγῆ τὸν νοῦν ἡμῶν καἰ τὴν διάνοιαν καταλιμπάνει.

κϑ´. Μία ἐστίν, ὥσπερ2388 ἐίπομεν, αἴσϑησις, ἤτοι γνῶσις τῆς ψυχῆς φυσική· αἱ δὲ πέντε αὖται, ἤγουν ὅρασις, ἀκοή, ὄσφρησις, γεῦσις καὶ ἁφή, ταῖς σωματικαῖς χρείαις ἐξ ἀρχῆς ἀφωρίσϑησαν, ὡς καὶ αὐτὸ ἡμᾶς ἑκδιδάσκει τὸ πνεῦμα τὸ ἅγιον· συνδιαιρεῖται δὲ αὐτη ἡ τῆς ψυχῆς ἡμῶν αἴσϑησις καὶ γνῶσις καὶ διαμερίζεται διὰ τὴν ἐκ παραβάσεως γενομένην ἔκπτωσιν τῷ νῷ εἰς πολλὰς καὶ διαφόρους τῆς ψυχῆς κινήσεις· διὰ τοῦτο τὸ μὲν αὐτῆς τῷ ἐμπαϑεῖ συνακολουϑεῖ μέρει, ἤτοι τῷ ϑυμῶ καὶ τῇ ἐπιϑυμίᾳ, ὅϑεν καὶ τῶν τοῦ βίου καλῶν, ὡς γλυκέων αἰσϑανόμεϑα καὶ ποϑοῦμεν ταῦτα κατὰ πολύ· τὸ δὲ, τῷ λογικῷ καὶ νοερῷ μέρει καὶ κινήματι τῆς ψυχῆς συνυπάγεται καὶ συμφέρεται· διό καὶ πρὸς τὰ οὐράνια ὁ νοῦς ἡμῶν τρέχει τε2389 καὶ ἀναβαινει κάλλη καὶ ποϑεί ταυτα καὶ περικαῶς ἐκζητεῖ, ὅτε δηλονότι σωφρονοῦμεν καὶ τὰ ἐπιτάγματα τοῦ Θεοῦ πράττομεν. Ἐὰν οὖν εἰς ἕξιν ἔλϑωμεν τοῦ καταφρονεῖν τῶν τοῦ βίου καλῶν, δυνησόμεϑα καὶ τὴν ὄδρεξιν τῆς φυχῆς ἡμῶν τὴν πρὸς τὰ γεώδη ῥέπουσαν ταῦτα τῇ λογικῇ καὶ ἀγαϑῇ τῆς φυχῆς ἡμῶν συνάψαι καὶ ἑνῶσαι διαϑέσει, τῆς τοῦ ἁγίου πνεύματος συνεργίας καὶ κοινωνίας τοῦτο οἰκονομούσης εἰς ἡμᾶς· ἐὰν γὰρ μὴ ἡ αὐτοῦ ϑεότης καὶ ἀγαϑότης τὰ τῆς καρδίας ἡμῶν ταμιεῖα καὶ τὰ ὄμματα καταυγάσῃ, ἤγουν τὸν νοῦν καὶ τὰ ἕτερα νοητὰ αἰσϑητήρια, οῦ μὴ δυνηϑῶμεν ἐν ἀδιαιρέτῳ τῇ αἰσϑήσει, τοῦτ’ ἐστιν ἐν ὁλοκλήρῳ καὶ ἀχωρίστῳ διαϑέσει καὶ γνώμῃ γεύσασϑαι καὶ κοινωνήσει ὅλως τοῦ ἀγαϑοῦ.

λ´. Αἰσϑηοίς ἐστιν, ἤτοι γνῶσις τοῦ νοός, γεῦσις ἀκριβὴς καὶ εἴδησις ἀληϑὴς τῶν διακρινομένων, ἤγουν δοκιμαζομένων, εἴτε καλῶν εἴτε φαύλων· ὅν γὰρ τρόπον διὰ τῆς γευστικῆς αἰσϑήσεως τοῦ σώματος, τοῦτ’ ἔστι τῆς γλώττης, τὰ καλὰ ἐκ τῶν φαύλων ἐν τῷ καιρῷ τῆς ὑγείας διαχωρίζομεν, γευόμενοι ἀπλανῶς (νοσῶν γὰρ τις διακρῖναι οὐ δύναται ἀκριβῶς) καὶ τῶν μὲν χρηστῶν καὶ ἀγαϑῶν ὀρεγόμεϑα, τὰ δὲ παράλογα καὶ ἀνήδεα μακρὰν διώκομεν· οὕτω καὶ ὁ νοῦς ἡμέτερος, ὅταν εὐρώστως, ἤγουν ἤγιῶς, ἐν πολλῇ ἀμεριμνίᾳ καὶ ἀταραξίᾳ ἄρξηται κινεῖσϑαι πρὸς ϑεῖα, δύναται καὶ τῆς ἑκεῖϑεν παρακλήσεως, ἤγουν πλουσίως καὶ προδήλως αἰσϑάνεσϑαι, καὶ ὑπὸ τῆς ἐναντίας καὶ διαβολικῆς δυνάμεως μηδέποτε συναρπάζεσϑαι· ὥσπερ γὰρ τὸ σῶμα τῶν γεωδῶν καὶ φϑαρτῶν γευόμενον ἡδυσμάτων, ἤτοι γλυκέων βρωμάτων, ἔχει τὴν πεῖραν τῆς γνώσεως τῶν τοιούτων ἄπαυστον· οὕτω καὶ ὁ νοῦς, ὅτε ἄνωϑεν τῶν σαρκικῶν φρονημάτων ὑπάρχει καὶ καυχᾶται ἐν Θεῷ, ὅτι τὰ τοιαῦτα πάϑη καταπεπάτηκε, δύναται γεύεσϑαι τῆς παρακλήσεως καὶ τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος φανερῶς· γεύσασϑε γὰρ, φησι, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος, καὶ ἔχειν τὴν μνήμην τῆς ϑείας γεύσεως διὰ τῆς ἐνεργείας καὶ βοηϑείας τῆς ἀγάπης τοῦ Θεοῦ ἄληκτον, ἤγουν ἀκατάπαυστον ἐν τῷ κρίνειν καὶ δοκιμάζειν ἀπταίστως καὶ καλῶς τὰ διαφέροντα καὶ συμφέροντα ἡμῖν, κατὰ τὸν ἅγιον ἀπόστολον Παῦλον λέγοντα· καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾱλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ αἰσϑήσει πνευματικῇ εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἤγουν τὰ καλὰ ἀπὸ τῶν κακῶν.

λα´. Ὅταν ὁ νοῦς ἡμῶν ἄρξηται τῆς τοῦ ἁγίου πνεύματος αἰσϑάνεσϑαι παρακλήσεως, ἤγουν σκέπης καὶ βοήϑείας καὶ ἀντιλήψεως, τότε καὶ ὁ σατανᾶς ἐν ταῖς νυκτεριναῖς φαντασίαις ἔρχεται, ὅταν εἰς λεπτόν τινα καὶ ἀμυδρὸν καὶ ὀλίγον ὕπνον κατενεχϑῶμεν ἐν ἡδυφανεῖ αἰσϑήσει, ἤγουν ἐν φαντασίᾳ καὶ πλάνῃ ἀγαϑῆς ϑεωρίας καὶ ὄψεως, λαμπροφόρος, ὥσπερ φαινόμενος ἢ φωτοειδὴς ἢ ἀγγελικὴν ἔχων ϑεωρίαν, παρακαλῶν τὴν ψυχὴν καὶ μακαρίζων ἐν φιλίᾳ καὶ σχέσει καὶ οἰκειότητι, καὶ ἐκλύων αὐτὴν καὶ ὑποχαυνῶν τῆς κατὰ Θεὸν σπουδῆς καὶ τοῦ πνευματικοῦ ἀγῶνος. Ἐὰν οὖν εὑρεϑῇ ὁ νοῦς ἡμῶν τότε ἐν ϑερμῇ μνήμῃ τοῦ ὀνόματος τοῦ Κυρίου κρατῶν καὶ ὡς ὅπλῳ κεχρημένος τούτῳ κατὰ τῆς ἀπάτης τοῦ δολίου δαίμονος, ἀναχωρεῖ εὐϑέως ὁ πλάνος τοῦ δόλου καὶ τῆς πανουργίας καὶ τῆς ἐσχηματισμένης ὁράσεως, εἰς πόλεμον δὲ ἀνυπόστατον, ἤγουν φανερόν, ἀνάπτεται κατὰ τῆς ψυχῆς τοῦ ἐνάρετου ἀνδρός. Ὅϑεν ἐπιγινώσκων ὁ νοῦς τὴν ἀπάτην καὶ πλάνην τοῦ δαίμονος, ἐπὶ πλέον προκόπτει εἰς πεῖραν τῆς διακρίσεως τοῦ γινώσκειν ἀκριβῶς χωρὶς πλάνης τινός, ποία ἐστὶν ὅρασις ἀληϑής, καὶ ποία δαιμονιώδης καὶ ἠπατημένη.

λβ´. Ἡ ἀγαϑὴ καὶ καλῆ παράκλησις, ἤγουν ἡ ἐποψία καὶ παραμυϑία καὶ ϑεωρία ἡ ἀπὸ τοῦ Θεοῦ ἐρχομένη ταῖς ψυχαῖς τῶν ἁγίων ἀνδρῶν, ἐγρηγορότος τοῦ σώματος γίνεται καὶ μήπω εἰς ὕπνον κατενεχϑέντος, πολλάκις δὲ καὶ εἰς ὕπνον τινὸς μέλλοντος ἐρχεσϑαι ἡ ἀπὸ τοῦ Θεοῦ ἐμφασις γίνεται, ἤτοι ὄψις καὶ παράκλησις ϑεία, ὅτε ἐν πολλῇ καὶ ϑερμῇ μνήμῃ τοῦ Θεοῦ, τῇ αὐτοῦ ἀγάπῃ καὶ τῷ πόϑῳ κεκόλληται, ἤγουν ἥνωται· ἡ δὲ τῆς πλάνης φαντασία γίνεται, εἰς λεπτὸν τινα ὕπνον ἐλϑόντος τοῦ ἀγωνιστοῦ, ὡς εἴπομεν, μετὰ μέσης μνήμης τοῦ Θεοῦ· ἡ μὲν γὰρ παράκλησις καὶ ὄψις, ἡ ἀπὸ τοῦ Θεοῦ ἐρχομένη φανερῶς, τὰς φυχὰς ἡμῶν παρακαλεῖ εἰς τὴν ἀγάπην τοῦ Θεοῦ ἐν ἐκχύσει καὶ ἡδονῇ καὶ χαρᾷ τῆς ψυχής· ἡ δὲ ἀπὸ τῶν δαιμόνων φαντασία, ἐπειδὴ ὥσπερ ἐν ἀνέμῳ πλάνης ῥιπίζειν καὶ σαλεύειν καὶ πλανᾷν τὴν ψυχὴν ἡμῶν ἔχει συνήϑειαν ὁ πονηρός, κλέπτειν διὰ τοῦ ὕπνου τοῦ σώματος ἐπιχειρεῖ τὴν πείραν καὶ τὴν γνῶσιν τοῦ ὑγιαίνοντος καὶ καλῶς ἐχοντος νοῦ περὶ τὴν μνήμην τοῦ Θεοῦ· ἐὰν εὑρεϑῇ ὁ νοῦς, ὥσπερ εἴπομεν, μεμνημένος τότε τοῦ Κυρίου, σκορπίζει τὴν αὔραν, ἤγουν τὴν λεπτὴν ἐκείνην καὶ ἡδυφανῆ τοῦ ἔχϑροῦ φαντασίαν, χαίρων δὲ καὶ ἀγαλλιώμενος εἰς τὸν κατ’ αὐτοῦ πόλεμον κινεῖται, ὡς ὅπλον ἔχων καὶ καύχημα δεύτερον μετὰ τὴν χάριν καὶ παράκλησιν τοῦ Θεοῦ τὸ ἐκ τῆς πείρας τῶν δαιμόνων τρόπαιον.

λγ´. Ἐὰν ἀναμφιβόλως καὶ ἀφαντάστως, ἤγουν χωρὶς φαντασίοις τινὸς δαιμονικῆς, μετὰ πάσης πληροφορίας κινῆται ἡ ψυχὴ καὶ ἐπαίρηται καὶ ἐξάπτεται πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ, ἕλκουσα μεϑ’ ἑαυτῆς καὶ τὸ σῶμα, ἤτοι σύρουσα καὶ ἄγουσα εἰς τὴν ἀγάπην τοῦ Θεοῦ τὴν μὴ δυναμένην διὰ γλώσσης λαληϑῆναι, ἢ ἐγρηγορότος τοῦ σώματος, ὡς εἴρηκα τρόπῳ, ὅτι μετὰ πληροφορίας πάσης κινεῖται ἡ ψυχὴ πρὸς Θεὸν, ἢ εἰς ὕπνον ἐρχομένη τοῦ ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ ἐνεργουμένου καὶ τῆς ἄνωϑεν βοηβείας ἀντιλαμβανομένου, οὐδὲν ἄλλο τότε ἐννοοῦσα ἢ ἐνϑυμουμένη ἡ ψυχὴ ἡμῶν, εἰ μὴ τοῦτο μόνον εἰς ὅπερ κεκίνηται, ἤγουν τὸν Θεὸν· γίνωτκε, ὅτι τοῦ ἁγίου πνεύματος ἐστὶν ἡ ἐνέργεια, καὶ οὐχὶ τῶν ἐναντίων πνευμάτων· ἡδυνομένη γὰρ, ἤγουν εῦφραινομένη τότε ἡ ψυχὴ ὑπὸ τῆς ἀφράστου καὶ μὴ δυναμενης λαληϑῆναι γλυκύτητος, οὐδὲν ἕτερον δύναται νοεῖν· διότι ἀνενδότῳ καὶ ἀνεκλαλήτῳ εὐφραίνεται χαρᾷ. Ἐὰν δὲ ἀμφιβολίαν τινὰ ὅλως ἔχῃ ὁ νοῆς, καὶ λυπηρὰν ἔννοιαν καὶ ἐνϑύμησιν λαμβάνῃ ἐν τῷ ἐνεργείσϑαι, ἤγουν πρὸς τὴν φαντασίαν ἐπαίρεσϑαι καὶ παρακαλεῖσϑαι, ἢ τὸ ἅγιον ὄνομα τοῦ Θεοῦ ἐπικαλεῖται πρὸς ἄμυναν ἢ πόλεμον τοῦ κακοῦ, καὶ οὐχὶ μᾱλλον πρὸς τὴν ἀγάπην τοῦτο ζητεῖ τοῦ Θεοῦ, δεῖ νοεῖν, ὅτι ἐκ τοῦ ἄπατεῶνός ἐστιν ἐκείνη ἡ παράκλησις ἐν σχήματι καὶ φαντασίᾳ χαρᾶς, ἀλλ’ ἡ χαρὰ ἐκείνη ἄποιός ἐστι, τοῦτ´ ἔστιν, οὐκ ἔχει τι ἀγαϑόν, καὶ ἀδιάϑετος, τοῦτ’ ἐστιν ἄνευ φιλίας καὶ ἀγάπης καὶ διαϑέσεως, ϑέλοντος μαχᾶσϑαι καὶ πλανᾶσϑαι τὴν ψυχὴν τοῦ δικαίου· ὅταν γὰρ εὕρῃ τὸν νοῦν ὁ διάβολος τὴν πεῖραν τὴν ἑαυτοῦ, ἤγουν τὴν πλάνην καὶ τὴν φαντασίαν διηγούμενον καὶ καυχώμενον, τότε παρακλήσεσι καὶ ὄψεσιν ἡδυφανέσι παρακαλεῖ καὶ πλανᾷ τὴν ψυχὴν, ἤγουν διαφορουμένης αὐτῆς, ἤγουν μεριζομένης, ἡ ἁπαλυνόμενης ὑπὸ τῆς χαύνου ἐκείνης καὶ καϑύγρου ἡδύτητος, ἤτοι γλυκύτητος, εἴωϑε γὰρ ἡ χαρὰ ἐκλύειν τὸ σύντονον τῆς ψυχῆς, ἄγνωστος τῇ ψυχῇ γένηται ἡ μίξις τῆς ἀπάτης τοῦ δολίου δαίμονος. Ἐκ τούτων οὖν γνωσόμεϑα τὸ πνεῦμα τῆς ἀληϑείας καὶ τὸ πνεῦμα τοῦ ψεύδους καὶ τῆς πλάνης· ἀδύνατον δὲ ἢ τῆς ϑείας ἀγαϑότητος ἐν αἰσϑήσει γενέσϑαι τινά, ἤγουν προφανῶς καὶ προδήλως, ἢ τῆς τῶν δαιμόνων πικρίας αἰσϑητῶς, ἤγουν ὀφϑαλμοφανῶς ἐν πείρᾳ γενέσϑαι, εἰ μὴ τις ἑαυτὸν πληροφορήσει, ἤγουν εἰ μὴ κατάληψιν καὶ γνῶσιν λάβῃ τελείαν, τὴν μὲν χάριν τοῦ Θεοῦ εἰς βάϑος τοῦ νοῦ κατεσκηνωκέναι, ἤγουν κατοικῆσαι, τὰ δὲ πονηρὰ πνεύματα τῶν δαιμόνων περὶ τὰ μέλη τῆς καρδίας ἐνδιατρίβειν, ἤγουν τὴν γαστριμαργίαν καὶ τὸν ϑυμόν, ἅπερ οὐ ϑέλουσιν οἱ δαίμονες πιστευϑῆναι παρ’ ἡμῶν ποτὲ, καὶ ὅτι ἡ χάρις τοῦ Θεοῦ εἰς τὸ βάϑος τοῦ νοῦ ἡμῶν ἧλϑε, τὰ δὲ τῆς πονηρίας πνεύματα εἰς τὰ μέλη καὶ μέρη τῆς καρδίας ἐνδιατρίβουσιν, ἵνα μὴ ὁ νοῦς ἡμῶν τοῦτο αὐτὸ εἰδῶς ἀκριβῶς, τῇ μνήμῃ τοῦ Θεοῦ κατ’ αὐτῶν ὁπλίζηται.

λδ´. Ἄλλη ἐστὶν ἡ τῆς ψυχῆς ἡμῶν ἀγάπη ἡ ἀπὸ φύσεως τικτομένη καὶ ἄλλη ἡ ἀπὸ τοῦ ἁγίου πνεύματος προσγινομένη καὶ διδομένη ἡμῖν· ἡ μὲν γὰρ, ἤτοι ἡ ἀπὸ τῆς ψυχῆς ἡμῶν ἀγάπη, ἐκ τοῦ ἡμετέρου βοῦλήματος καὶ ϑελήματος γίνεται, ὅτε ϑέλομεν καὶ βουλόμεϑα, ὀλίγη τις καὶ μετρία· διὰ καὶ εὐκόλως αὕτη ὑπὸ τῶν πονηρῶν δαιμόνων ἁρπάζεται ἀφ’ ἡμῶν, ὅταν μὴ προσέχωμεν καὶ κατὰ βίαν πολλὴν κατέχωμεν τὴν οἰκείαν προαίρεσιν, ἤγουν πίστιν τὴν πρὸς τὸν ἀδελφόν ἡ δὲ ἀπὸ τοῦ ἁγίου πνεύματος διδομένη τοσοῦτον καταφλέγει τὴν ψυχὴν ἡμῶν πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ, ὥστε πάντα τὰ μέλη τῆς ψυχῆς ἡμῶν, ὅτε ἡμῖν τοῦτο χαρισϑῇ παρὰ τοῦ Θεοῦ, τῇ τοῦ ϑείου πόϑου ἀλαλήτως καὶ ὡς οὐκ ἄν τις εἰπεῖν δυνηϑείη2390 ἐγκολλάσϑαι χρηστότητι καὶ φιλανϑρωπίᾳ ἐν πολλῇ ἁπλότητι διαϑέσεως, ἤτοι πίστεως· ἐγκύμων γὰρ ὁ νοῦς τότε ὑπὸ τῆς πνευματικῆς ἐνεργείας γινόμενος, πηγήν τινα ἀγάπης ἀναπηούει καὶ χαρᾶς, ἤγουν ἔγκυος καὶ πεπληρωμένος τότε ὁ νοῦς τῆς πνευματικῆς ἀγάπης γινόμενος, πηγάς τινας ἀναδίδωσιν ἀγάπης καὶ πνευματικῆς χαρᾶς.

λε´. Ὅσπερ ἡ ϑάλασσα διὰ τοῦ ἐπιχεομένου καὶ ῥαντιζομένου αὐτῇ ἐλαίου, ὅταν ταράττηται καὶ κυμαίνηται, φύσιν ἔχει καὶ δύναμιν τοῦ ἡμεροῦσϑαι καὶ ὑποτάσσεσϑαι ὑπὸ τῆς πιότητος, τουτ’ ἔστιν γλυκύτητος ἢ λιπαρότητος τοῦ ἐλαίου, διωκομένης καὶ νικωμένης τῆς ζάλης· οῦτω καὶ ἡ ψυχὴ ἡμῶν, ὅταν ὑπὸ τῆς ἀγαϑότητος πιαίνηται, ἤγουν ἱλαρύνηται καὶ φαιδρύνηται, τοῦ ἁγίου πνεύματος, γαλήνιᾷ καὶ χαίρει καὶ ἀγαλλιομένη νικᾶται, κατὰ τὸν προφήτην τὸν λέγοντα· πλὴν τῷ Θεῷ ὑποτάγηϑι ἡ ψυχὴ μου διὰ τῆς ἐπισκιαζούσης καὶ ἐπιφαινομένης αὐτῇ, ἤγουν τῇ ψυχῇ, ἀπορρήτου χρηστότητος καὶ ἀπειρου φιλανϑρωπίας. Διὰ τοῦτο οὖν κἂν πολλοὶ παροξυσμοὶ καὶ ὀργαὶ ὑπὸ τῶν δαιμόνων τότε ἐπιτηδεύωνται καὶ ἐπιγίνωνται κατὰ τῆς ψυχῆς, ἀόργητος2391 διαμένει καὶ πάσης ἔμπλεως χαρᾶς· εἰς ὅνπερ γὰρ εἰσέρχεται ἡ τοῦ ἁγίου πνεύματος εὐφροσύνη καὶ ἡδονή, παραμένει, τῷ φόβῳ τοῦ Θεοῦ διὰ παντὸς τὴν ψυχὴν καϑηδύνουσα· τοῖς γὰρ ἀγωνιζομένοις κατὰ Θεὸν καὶ σπουδάζουσι πληροῦν τὰς ἐντολὰς αὐτοῦ, εἶδός τι φέρει ἁγνισμοῦ, ἤγουν καϑαρισμοῦ, ὁ φόβος τοῦ Θεοῦ· ὁ γὰρ φόβος, φησί, Κυρίου ἁγνὸς καὶ καϑαρὸς διαμένων καὶ παραμένων εἰς αἰῶνα αἰῶνος, ἤτοι καὶ κατὰ τὸν παρόντα καὶ κατὰ τὸν μέλλοντα· γνῶϑι καὶ δἰ ἢν αἰτίαν χεομένου ἐλαίου ἐν τῇ ϑαλάσσῃ λαμπρὰ καὶ καϑαρὰ γίνεται· τὸ ἔλαιον ὁμαλόν ἐστι καὶ λιπαρὸν καὶ ἐπιχεόμενον τῇ ϑαλάσσῃ διασκορπίζει αὐτῆς τὸν σκοτεινὸν ἀέρα καὶ ὁμιχλώδη καὶ λαμπρὰν τὴν ϑάλασσαν ἀπεργάζεται· γαλήνην δὲ ἐπὶ πλέον ποιεῖ τὸ ἔλαιον, ἄνωϑεν ἐπικείμενον ὥσπερ αὐτῇ καὶ μὴ καταλιμπάνον ἀναβράσσεσϑαι καὶ ταράσσεσϑαι.

λς´. Μηδεὶς ἀκούων αἴσϑησιν νοός, ἤγουν γνῶσιν καὶ κατάληψιν τοῦ νοῦ φανταζομένου τὰ ϑεῖα, ὁρατῶς καὶ φανερῶς τὴν δόξαν τοῦ Θεοῦ βλέπειν νομιζέτω· αἰσϑάνεσϑαι μὲν γὰρ τῆς ϑείας παρακλήσεως καὶ ἀντιλήψεως λέγομεν τὴν ψυχὴν ἡμῶν, ὅταν καϑαρεύῃ ἀπὸ τῶν παϑῶν, ἀλλ’ ἐν ἀποῤῥήτῳ γεύσει, ἤγουν κρυφίᾳ τοῦ νοὸς γευομένου καὶ αἰσϑανομένου τῆς ϑείας χρηστότητος· οὐ φαίνεσϑαι δὲ αὐτῇ προφανῶς τί τῶν ἀοράτων καὶ ϑείων καλῶν, ἐπειδὴ ἀρτίως ἐν τῷ βίῳ τούτῳ διὰ πίστεως περιπατοῦμεν, οῦ διὰ εἴδους, ἤγουν βλέποντές τι τῶν ϑείων, ὡς καὶ ὁ μακάριος Παῦλος λέγει. Ἐὰν οὖν φανῇ ποτὲ τινὶ τῶν ἀγωνιζομένων πυροειδές τι σχῆμα καὶ ὅραμα, ἡ φῶς, μὴ καταδεξώμεϑα τοῦτο ὅραμα, ὅτι ἀπάτη φανερά ἐστι τοῦ ἐχϑροῦ, ἵνα πλανήσῃ ἡμᾶς καὶ πείσῃ, ὅτι εἰς μέτρα ἤλϑομεν μεγάλα καὶ εἰς ϑεοπτίας ἐφϑάσαμεν· ὅπερ πολλοί παϑόντες τῶν ἐνάρετων ἐξ ἀγνοίας ἐξέπεσον τῆς ϑείας ὁδοῦ καὶ χάριτος· ἡμεῖς γὰρ ἴσμεν, ἤγουν γινώσκομεν, ὅτι ὅσον ἐνδημοῦμεν καὶ ὑπάρχομεν ἐν τῷ φϑαρτῷ τούτῳ σώματι, ἑκδημοῦμεν καὶ μακρὰν ὑπάρχομεν τοῦ Κυρίου καὶ οὐ δυνάμεϑα φανερῶς ἢ τὸν Θεὸν ἰδεῖν, ἢ τι τῶν ἐπουρανίων ϑεαμάτων.

λζ´. Οἱ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ ἐμφαινόμενοι ὄνειροι τῇ φυχῇ ἡμῶν ὑγιαινούσης εἰσὶ ψυχῆς ἐν τῇ πρὸς Θεὸν πίστει καἰ ἀγάπῃ ἀπλανείς κατήγοροι, ἤγουν ἔλεγχοι καὶ ἀποδείξεις2392 καὶ μάρτυρες· οὐτε γὰρ ἀπὸ ἑτέρου σχήματος καὶ μορφῆς εἰς ἔτερον σχῆμα μεταβάλλονται καὶ μορφήν, ὅπερ ποιοῦσιν οἱ δαίμονες, οὔτε πτοοῦσι καὶ φοβοῦσιν ἡμᾶς, ἀλλὰ μετὰ πάσης πρᾳότητος τῇ ψυχῇ ἡμῶν προσεγγίζουσιν, ἤτοι πλησιαζουσιν, εὐφροσύνης αὐτὴν καὶ χαρᾶς πνεὐματικῆς καταγεμίζοντες. Ὅϑεν καὶ μετὰ τὸ διυπνισϑῆναι τὸ σῶμα, ζητεῖ πάλιν ἡ ψυχὴ ἡμῶν πολλῷ πόϑῳ τὴν χαρὰν τοῦ ὀνείρου ἐκείνου· αἱ δὲ2393 τῶν δαιμόνων φαντασίαι διὰ πάντων ἐναντίως ἔχουσι τοῖς ϑείοις ὀνείροις, οὔτε γὰρ ἐν τῷ αὐτῷ σχήματι μένουσιν, οὔτε μορφὴν ἐπὶ πολὺ ἀτάραχον ἐπιδεικνύουσιν2394 ὅπερ γὰρ οὐκ ἔχουσιν ἢ ἀπὸ φύσεως ἢ ἀπὸ προαιρέσεως, ἀπὸ δὲ τής οἰκείας κιχρῶνται πλάνης, ἤγουν ἐπιτηδεύονται καὶ προσπλάττουσι, τοῦτο ποιεῖν ἐπὶ πολὺ οὐδὲ δύνανται2395, ἀλλὰ καὶ μεγάλα βοῶσι καὶ φωνοῦσι καὶ ἀπειλοῦσιν ἡμῖν, εἰς στρατιωτικὸν εἰδος καὶ μορφὴν ἑαυτοὺς διαφόρως μετασχηματίζοντες· ποτὲ δὲ καὶ προσψάλλουσι καὶ συμφάλλουσι μετὰ κραυγῆς ἡμῖν· ὅϑεν ἐπιγινώσκων αὐτοὺς ὁ νοῦς ὁ ἡμέτερος, ὅτε καϑαρεύει2396 τῶν πονηρῶν πράξεων, ἀνιστᾷ τὸ σῶμα ἀπὸ τοῦ ὕπνου· ἔστι2397 δὲ ὅτε καὶ χαίρει, ὅτι ἔγνω τὸν δόλον καὶ τὴν πανουργίαν τῶν δαιμόνων· διόπερ καὶ ἐν αὐτοῖς τοῖς ὀνείροις τοῖς παρ’ αὐτῶν πλαττομένοις ἐλέγχει πολλάκις αὐτοὺς ὁ ἐνάρετος ἄνϑρωπος καὶ πρὸς ὀργὴν μεγάλην κινεῖ· πολλάκις δὲ καὶ τὰ χρηστά, ἤγουν ἀγαϑὰ ἐνύπνια, χαρὰν οὐ φέρει τῇ ψυχῇ, λύπην δὲ αὐτῇ ἡδεῖαν ἐμποιοῦσι καὶ πνεὐματικὴν καὶ δάκρυον ἔχουσαν καὶ κατάνυξιν· γίνεται δὲ τοῦτο ἐπὶ τῶν εἰς πολλὴν ταπεινοφροσύνην καὶ συντριβὴν τῆς ψυχῆς προκοπτόντων.

λη´. Εὑρήκαμεν καλῶν καὶ κακῶν ὀνείρων διάκρισιν, ἤγουν κρίσιν καὶ χωρισμὸν2398 παρὰ τῶν ἐν πείρᾳ τούτων καὶ εἰδήσει γεγονότων ἁγίων πνεὐμάτων· ἀρκεῖ δὲ ἡμῖν πρὸς ἀρετὴν καὶ τοῦτο μεγάλην, τὸ μηδὲ ὅλως πείϑεσϑαι ἢ ὑπακούειν φαντασίᾳ τινί, ἢ ὀνείρατι· οἱ γὰρ ὄνειροι οὐδὲν ἕτερον ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν, εἰ μὴ εἴδωλα, ἤγουν φαντάσματα λογισμῶν πλανωμένων, ἢ, ὥσπερ εἶπον, δαιμόνων ἐμπαίγματα καὶ δόλοι· εἰ δὲ καὶ ἐκ τῆς τοῦ Θεοῦ φιλανϑρωπίας ἡμῖν καταπέμπονται τὰ ὀνείρατα καὶ μὴ παραδεξόμεϑα ταῦτα, οὐ μὴ ἡμῖν ὁ πολυπόϑητος Κύριος ὀργισϑῇ διὰ τούτο· οἶδε γὰρ οὖτος, ὅτι διὰ τοὺς δόλους τῶν δαιμόνων εἰς ἀπιστίαν τούτων ἐρχόμεϑα· ἡ μὲν γὰρ προειρημένη διάκρισις τῶν ὀνεἰρων, ἤγουν διαφορά, ἥν εἴπομεν πρὸ τούτου τοῦ κεφαλαίου, ἀκριβής ἐστι καὶ καλὴ καὶ ἀπταιστος, συμβαίνει δὲ ἐξ ἁρπαγῆς ἰδιωτικῆς περιστάσεως ἢ ἐπηρείας σατανικῆς ἀνεπαισϑήτως, ἤγουν ἀγνώστως ῥυπωϑεῖσαν καὶ μολυνϑεῖσαν τὴν ψυχὴν, οὖπερ ῥύπου οὐδεὶς τῶν ἐν τῷ βίῳ ἀνϑρώπων χωρίς ἐστιν, ἀπολέσαι τὸ ἴχνος, ἤγουν τὴν λεπτοτάτην ϑεωρίαν τῆς ἀκριβοῦς διαγνώσεως τῶν ὀνείρων καὶ πιστεῦσαι, ὡς καλοῖς, τοῖς κακοῖς.

λϑ´. Ἤτω πρὸς ὑπόδειγμα ἡμῖν ἀντὶ τοῦ ὑπαρχέτω πρὸς παράδειγμα ἡμῖν τοῦ μὴ παραδέχεσϑαι τοὺς ὀνείρους δοῦλος ὑπὸ δεσπότου καταλειφϑεὶς εἰς φυλακὴν τῆς οἰκίας αὐτοῦ ἐκείνου ἀναχωρήσαντος ἐν τινι τόπῳ, εἴτᾶ μετὰ πολὺν χρόνον τῆς ἀποδημίας ἐλϑόντος, καὶ πρὸ τῶν περιβόλων ἑστῶτος, ἤγουν ἐν τῷ πυλῶνι, καὶ καλοῦντος τὸν δοῦλον πρὸς τὴν τῆς οἰκίας ἄνοιξιν, ὡς ἄν εἰσέλϑοι ἐντός, οὐκ ἤνοιξεν ὁ δοῦλος τούτῳ· ἐφοβεῖτο γὰρ, μὴ ἡ ὁμοιότης τῆς φωνῆς τοῦ κυρίου αὐτοῦ ἁρπάσῃ αὐτὸν, καὶ ἀνοίξῃ καὶ προδότης γένηται τῶν καταλειφϑέντων αὐτῷ πραγμάτων· ᾦτινι δούλῳ ἐλϑὼν μετὰ τὴν ἡμέραν ὁ κύριος, οὐ μόνον οὐκ ὠργίσϑη, ἀλλὰ καὶ πολλῶν ἐπαίνων αὐτὸν ἠξίωσεν, ὅτι καὶ τὴν τοῦ δεσπότου φωνὴν ὡς πλάνου τινὸς ἐνόμισε, μὴ ϑέλων ἀπολέσαι τι τῶν ἐμπιστευϑέντων αὐτῷ πραγμάτων.

μ´. Ὅταν ὁ νοῦς ὁ ἡμέτερος ἄρξηται συνεχῶς ὑπὸ τοῦ ϑείου φωτὸς ἐνεργεῖσϑαι, ἤγουν καταφωτίζεσϑαι καὶ λαμπρύνεσϑαι καὶ διαφανὶς καὶ διορατικὸς ὅλος γίνεσϑαι, ὥστε τὸ τοιοῦτον φῶς πλουσίως ὁρᾷν καὶ διηνεκῶς, τότε οὐ δεῖ ἀμφιβάλλειν ἐν τοῖς παρ’ αὐτοῦ βλεπομένοις· τοῦτο γὰρ τὸ ἀγαϑὸν λόγος ἡμᾶς διδάσκει γίνεσϑαι, ὅτάν ἡ δύναμις τῆς ψυχῆς, ἤγουν ὁ νοῦς, κατακυριεύσῃ τῶν παϑῶν τελείως· ὅτι δὲ πᾶν τὸ ἐν σχήματι αὐτῷ φαινόμενον, εἴτε ὡς φῶς, εἴτε ὡς πῦρ, ἐκ τῆς τοῦ διαβόλου κακοτεχνίας ἐστίν, ὁ ϑεσπεσιος Παῦλος ἡμᾶς διδάσκει λέγων, εἰς ἄγγελον φωτὸς τὸν διάβολον μετασχηματίζεσϑαι. Οὐ χρὴ οὖν, οὐδὲ πρέπει ἐπὶ ταύτῃ τῇ ἐλτάδι, ἤγουν τῷ ὁρᾷν φαντασίας τινάς, τὸν ἀσκητικόν τινα μετιεναι καὶ μετερχεσϑαι βίον, ἵνα μὴ ὁ σατανᾶς ἕτοιμον εὕροι τὴν ψυχὴν ἀπὸ τούτου τοῦ τρόπου εἰς τὸ ἁρπᾶσαι τὸν πλοῦτον ἡμῶν, ὅν ἴσως ἀπὸ τῶν ἀγαϑῶν ἔργων ἐκτησάμεϑα, ἀλλ’ ἵνα σπουδάζωμεν φϑᾶσαι ἐν πάσῃ αἰσϑήσει καὶ γνώσει καὶ πληροφορίᾳ τῆς καρδίας ἡμῶν ἀγαπῆσαι τὸν Θεὸν, ὅπερ ὑπάρχει, τὸ ἐν ὅλῃ τῇ καρδίᾳ καὶ ὅλῃ τῇ διανοίᾳ καὶ ἐν ὅλῃ τῇ ψυχῇ ἀγαπᾷν τὸν Θεὸν· ὁ γὰρ εἰς τοῦτο ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ συνεργούμενος φϑάσας ἀποδημεῖ τῇ ψυχῇ ἐκ τοῦ κόσμου, κἂν ἐν τῷ σώματι τυγχάνῃ.

μα´. Ἡ ὑπακοή, ἤγουν τὸ πείϑεσϑαι τοῖς λέγουσι καὶ ὑπακούειν αὐτῶν, πρῶτόν ἐστι καλὸν ἐν πάσαις ταῖς εἰσαγωγικαῖς ἀρεταῖς· εἰσαγωγικὴ δὲ λέγεται ἀρετὴ ἡ νῦν εἰσάγουσά τινα εἴτε πρὸς τὸ γράφειν, εἴτε πρὸς τὸ ἀναγινώσκειν, εἴτε πρὸς τὸ μετανοεῖν τὰ οἰκεῖα πταίσματα καὶ κλαίειν ὑπὲρ τούτων καὶ ἀποδύρεσϑαι· ἀϑετεῖ γὰρ τέως τὴν οἴησιν, ἤτοι ἀποβάλλει καὶ ἀποδιώκει ἡ ὑπακοὴ τὴν ὑπερηφανίαν·ὁ γὰρ ὑπακούων, διὰ ταπείνωσιν τοῦτο ποιεῖ· ἡ δὲ ταπείνωσις μακράν ἐστι τῆς ὑπερηφανίας· τίκτει γὰρ καὶ ἀπογεννᾷ ἡ ὑπακοὴ τὴν ταπεινοφροσύνην· ὅϑεν καὶ ϑύρα καὶ εἴσοδος γίνεται καὶ ἀρχὴ τοῖς προϑύμως καταδεχομένοις αὐτὴν, τοῦτ’· ἐστι2399 τὴν ὑπακοὴν τῆς ἀγάπης τῆς πρὸς Θεὸν· ταύτην τὴν ὑπακοὴν ἀϑετήσας ὁ Ἀδὰμ εἰς τὸν βύϑιον, τοῦτ’ ἔστι βαϑύτατον, ἀπωλίσϑησεν, ἤγουν πέπτωκε, τάρταρον· τάρταρος δὲ ἐστι τόπος ἀφανὴς καὶ ἀόρατος καὶ βαϑύτατος, εἰς ὅν αἱ τῶν ἁμαρτανόντων ψυχαὶ εἰσάγονται. Ταύτης τῆς ὑπακοῆς ἐρασϑείς καὶ ἐπιϑυμήσας ὁ Κύριος τῷ τῆς οἰκονομίας λόγῳ, ἄχρι σταυροῦ καὶ ϑανάτου ὑπήκουσε τῷ ἑαυτοῦ Πατρί· οἰκονομία δὲ ἐστιν ἑκουσίου μεγέϑους συγκατάβασις, ὅταν τις μέγας ὢν διὰ οἰκονομίαν τινὰ ταπεινωϑῇ, καὶ ταῦτα κατ’ οὐδὲν ὅλως ἐλάττων ὑπάρχων τοῦ Πατρὸς καὶ τῆς τούτου μεγαλωσύνης, ἤγουν καὶ ταῦτα ἴσος ὧν τῷ Πατρὶ κατὰ τὸ μέγεϑος τῆς ϑεότητος, ἵνα τὸ τῆς ἀνϑρωπίνης φύσεως ἔγκλημα, λέγω δὴ τὴν παρακοὴν διὰ τῆς αὐτοῦ λύσας ὑπακοῆς, εἰς τὴν μακαρίαν καὶ διαιωνίζουσαν τοὺς ἐν ὑπακοῇ ζήσαντας μεταγάγῃ ζωήν, ἤγουν τὴν βασιλείαν τῶν οὐρανων. Πρώτου οὖν τούτου ὀφείλομεν ἐπιμελείσϑαι οἱ τὴν οἴησιν, ἤγουν τὴν ὑπερηφανίαν τοῦ διαβόλου, τὴν πάλην, ἤτοι τὴν μάχην καὶ τὸν πόλεμον ἔχοντες· δείξει γὰρ ἡμῖν αὕτη προσιοῦσιν, ἤγουν ὑπακοὴ τοῦ Χριστοῦ, πάσας ἀπλανῶς τὰς τρίβους τῶν ἀρετῶν.

II

ΔΙΑΔὈΧΟΥ

ἐπισκόπου Φωτικῆς τῆς Ἠπείρου εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησου Χριστοῦ

ΛὈΓΟΣ

* * *

2371

 В рукописи ἀναγινώσουσι.

2372

 Διάδοχον.

2373

 ἑξάκοντα.

2374

 καϑέδραν.

2375

 Толкование аскетических слов бл. Диадоха доведено только до гл. 41 включительно, но надписания, указывающие на содержание каждой главы, сделаны над всеми 100 главами. Так как эти оглавления перенесены нами в аскетическое слово бл. Диадоха (сноска № 106), и вместе с ним уже напечатаны, то здесь они опускаются во избежание повторений.

2376

 γεύεται.

2377

 πᾶς.

2378

 παχυντητος.

2379

 εἰσιν.

2380

 διαρυϑμίζει.

2381

 σκοτίζει.

2382

 ἐπιτὺχωμεν.

2383

 ἐβοήϑην.

2384

 ἀνέϑαλλεν.

2385

 ἀμφίσταται.

2386

 ἁπάζουσιν.

2387

 σβένυται.

2388

 Μία ἐστιν ὥσπερ ἐστὶν ὥσπερ εἴπωμεν.

2389

 τρέχεται.

2390

 δυνηϑῆ.

2391

 ἀόρητος.

2392

 ἀπόδειξις.

2393

 οὐδὲ.

2394

 ἐπιδεικνὺουσι.

2395

 δύνηνται.

2396

 καϑαριεύει.

2397

 ἔτι.

2398

 χωρισμά.

2399

 τουτὲστι· τουτὲστι.


Вам может быть интересно:

1. Опыт издания греческих церковных писателей древнейшего времени в русской патрологической литературе – V. Схолии проф. Попова к творениям блаж. Диадоха, их прототипы и источники. профессор Алексей Афанасьевич Дмитриевский

2. Историческое изображение Грузии в политическом, церковном и учебном её состоянии митрополит Евгений (Болховитинов)

3. Алфавитный указатель предметов, содержащихся в Словах святаго Исаака Сирина – Разсудительность преподобный Исаак Сирин Ниневийский

4. Магистерский диспут: [Рец. на: Мышцын В. Н. Учение св. апостола Павла о законе дел и законе веры. Сергиев Посад, 1894] мученик Иоанн Васильевич Попов

5. К вопросу о старых академических тезисах и их значении для археологии: [Тезисы Киево-Могилянской Коллегии 1713 г.] профессор Александр Петрович Голубцов

6. Профессор Евгений Евстигнеевич Голубинский Пётр Иванович Цветков

7. Обзор журналов: Статьи по древней и общей церковной истории профессор Анатолий Алексеевич Спасский

8. Из эпохи арианских споров: Павлин и Зинон, епископы тирские священномученик Димитрий Лебедев

9. Слово против ариан Марк Диадох, епископ Фотикийский

10. Задачи христианского содружества учащейся молодежи священник Пётр Кремлевский

Комментарии для сайта Cackle