Источник

V. Θεοδοσιου Ζυγομαλα περιηγησις700

Εἰ καὶ ‟προέφθασας» ἡμᾶς ‟ἐν εὐλογίαις χρηστότητος», τοῦτο δὴ τὸ Δαυίδειον, καὶ γράμμασι σὺ πρῶτος καὶ εὐχαῖς ἐφοδίοις τοὺς ἐραστάς σου ἐψώμισας, αἰδεσιμότατε κύριε Στέφανε Γερλάχιε, ἐκκλησιαστῶν σοφώτατε, καὶ ἠξίωσας σημειώσασθαί σοι ὅσα λύγου ἄξια θεάσομαι ἐν τῇ προκειμένῃ μοι σὺν Θεῷ ὁδοιπορίᾳ καὶ τοῦτο τῶν ἐφετῶν ἔκρινας, οὐ τῇ συνθήκῃ καὶ τῷ ῥυθμῷ προσέχων τῶν γραφησομένων μοι, ἀλλὰ τῇ ἀγάπῃ τῇ εἰλικρινεῖ, τῇ ἐμπολιτευομένῃ ἐν τοῖς πρὸς ἀλλήλους τῶν φίλων γράμμασι, στέργων πάντως εἴγε καὶ τὴν κοινὴν ταύτην καὶ τετριμμένην βαδιοῦμαι ὁδὸν ἁπλώς· ‟ἡ γὰρ ἀγάπη πάντα στέργει, πάντα ὑπομένει», ὡς ὁ θείος Παῦλος φησίν. Ἀλλὰ καὶ αὐτὸς διενοήθην μὴ τῆς σῆς φιλίας ἀμνήμων φανῶ· πολλάκις γὰρ αὐτὴν ἐνδειξάμενος καὶ εὐφράνας ἡμᾶς τῷ ἔρωτί σου ἐξ ἱκανοῦ ἀλῶναι πεποίηκας καὶ ὡς ἄνδρα χρηστόν σε καὶ ἐπιεικῆ καὶ πολλοῖς πνευματικοῖς καρποῖς βρίθοντα καὶ ἀπόντα εὐλαβεῖσθαί τε καὶ τὰ δόξαντά σοι ἐκπληροῦν παρεσκεύασας. Εἰ δὲ καὶ τισιν ἀνωφελῆ τυχὸν καὶ πάρεργα δόξειε τὰ γραφησόμενα, ταύτην αὐτοῖς ποιοῦμαι τὴν ἀπόκρισιν, ὅτι ὃ τὸν ἐμὸν εὐφραίνει φίλον, τοῦτο κἀμέ, ὡς ἤδη ἑνωθέντοιν φιλίᾳ ἀληθεῖ καὶ ἣν Ἰσοκράτης701 εἶπε τὸν πάντα αἰῶνα μὴ δύνασθαι ἐξαλεῖψαι· ὃ γὰρ σοφὸν ἡγεῖται καὶ περισπούδαστον ἔχει, τοῦτο κἀγὼ καὶ φιλῶ καὶ ἀσπάζομαι· ἂν δὲ καὶ μωρὰ τυχὸν παρ’ ἀνθρώποις τισὶ τὰ ἄλλοις δοκοῦντα σοφὰ καὶ ὅ τις θαυμάζει, τοῦθ’ ἕτερος γέλᾷ, ἄλλοις κρίνειν ἀφίημι. Ἔῤῥωσο, φίλων ἄριστε, καὶ φίλων μνημονεύειν τὸ μακρὸν διάστημα μὴ κωλύσοι.

***

§ 1. Ἀπάραντες ἀπὸ Κωνσταντινουπόλεως ι´ τοῦ Ὀκτωβρίου μηνός, τρέχοντος τοῦ ἑπτακισχιλιοστοῦ ὀγδοηΐιοστοῦ πέμπτου ἕτους ἀπὸ τῆς τοῦ κόσμου συστάσεως, μεσούσης ἡμέρας, περὶ δείλην εἰς Χάλκην τὴν νῆσον κατήχθημεν, τὴν καταντικρὺ κειμένην τῆς Πόλεως· ὅπου, τῶν ἀνέμων ἐπιπροσθούντων τῇ ἡμετέρᾳ ὁδῷ, ἡμέρας ἐμείναμεν τρεῖς. Ὡς δὲ φιλεῖ γενέσθαι, τὴν νῆσον περινοστοῦντες καὶ τὰ καθέκαστα ἀναθεωροῦντες, ἀνήλθομεν καὶ εἰς τὸ μοναστήριον τὸ ἐκεῖ, τὸ ἐπ’ ὀνόματι τιμώμενον τῆς Ἁγίας Τριάδος, τῆς ἐπιλεγομένης τοῦ Ἐσόπτρου· ὅπου καὶ ἐξενίσθημεν παρὰ τῶν ὁσίως ἐνασκουμένων ἐν τῇ τοιαύτῃ μονῇ, ἐν ᾗ μοναχοὶ ὑπάρχουσιν εἴκοσι καί βιβλιοθήκη ἐστὶν ἔχουσα βιβλία ὡσεὶ τριακόσια, θεολογικὰ τὰ πλείω, ἃ συνῆξεν ὁ πατριαρχεύσας Κωνσταντινουπόλεως Μητροφάνης· ὃς καὶ τὴν μονὴν ἀνήγειρε καὶ εἰς ὃ νῦν ὁρᾶται ἀπεκατέστησε702, τοῦ χρόνου ποιήσαντος αὐτὴν ἔρημον καὶ ἐξηφανισμένην, εἰ καὶ ἧν πρότερον θαυμασία, ὥς τινα σημεῖα καὶ θεμέλιοι φαίνονται. Ἔστι δὲ ἔτι ἐν ταύτῃ τῇ νήσῳ καὶ ἑτέρα μονὴ ἐπ’ ὀνόματι τῆς Παναγίας, έν ᾗ ὀλίγοι τινὲς ἐνασκοῦνται μοναχοί· ἐν ᾗ τὴν δευτέραν ἡμέραν ἐνδιετρίψαμεν καὶ τὴν τρίτην ἐν τῷ χωρίῳ κάτω τῆς νήσου ταύτης Χάλκης, ὃ δὴ ἔχει μὲν ἱερέα ἕνα, χριστιανῶν δὲ ὁσπίτια ὡσεὶ ἑκατόν.

§ 2. Ἀναχθέντες δὲ ἐκεῖθεν αὐθημερὸν εἰς Ἀμφίπολιν τῆς Θρᾴκης κατήχθημεν, ἥτις νῦν καλεῖται Καλλιούπολις, ἀπέχουσα τῆς Πόλεως μίλια ἑκατόν· ὅπου καὶ τὴν αὔριον ποιήσαντες, κωλυόντων ἀνέμων, ἐξήλθομεν ὠνησόμενοι τὰ χρειώδη καὶ τὴν πόλιν περισκοπήσοντες· ὅπου ξενίας703 τυχόντες καὶ ἀποδοχῆς παρὰ τῶν ἐχεῖ ἱερέων (δέκα ὄντων) καὶ τῶν χριστιανῶν (ἐχόντων ὁσπίτια ἐγγύς που χίλια), ἐπέβημεν πάλιν τῆς νεώς. Κεῖται δὲ ἡ πόλις αὕτη κατὰ δύσιν, ἀντικρὺ κατὰ ἀνατολὰς κειμένης τῆς Λαμψάκου, φρουρίου παλαιοῦ.

§ 3. Ἐξορμηθέντες δὲ περὶ δείλην εἰς Σηστὸν καὶ Ἄβυδον κατηντήσαμεν, καὶ ἐκβάντες τὰ φρούρια διεσκοπήσαμεν ὡς ἀσφαλῆ ὄντα, καὶ τοὺς ἐκεῖ φύλακας, οἳ καὶ διερευνῶσι πάσας τὰς κατερχομένας καὶ ἐξελθεῖν μελλούσας ναῦς ὁρισμῳ τοῦ κρατοῦντος, ἵνα μή τι τῶν κεκωλυμένων καὶ ἀπηγορευμένων ἐξέρχεσθαι εἴη ἕνδον. Εἰσὶ δὲ καὶ ἐκτὸς τῶν καστελλίων τούτων πλησίον ὁσπίτια χριστιανῶν ὡσεὶ διακόσια καὶ ἱερεῖς νῦν δύο· εἰς δὲ ἧν πρότερον. Τὰς κλεῖς δὲ ταύτας τῆς Κωνσταντίνου ἐκβάντες, τὰ δύο φρούριά φημι τὰ καταντικρὺ ἀλλήλων κείμενα καὶ ἱσθμὸν ποιοῦντα ὡσεὶ μίλιον, τὰ πάλαι καλούμενα Σηστὸς καὶ Ἄβυδος, περὶ ὧν εἶπε(ν ὁ) σοφὸς Μουσαῖος704

Σηστὸς ἔην καὶ Ἄβυδος ἐναντίον, ἐγγύθι πόντου·

γείτονες εἰσι πόληες,

καὶ τῷ Ἑλλησπόντῳ χαίρειν εἰπόντες, πλέειν ἠρξάμεθα εὐτυχῶς τῷ Αἰγαίῳ Πελάγει.

§ 4. Κατευθὺ δὲ τούτων ἐξερχομένῳ σοι ἔξεστι ὁρᾶν τὴν νῆσον Τένεδον, ἀπέχουσαν ἀπὸ καστελλίων μίλια 30, ὅπου ἱερεῖς τέσσαρες καὶ χριστιανῶν ὁσπίτια ὑπὲρ τὰ διακόσια· καὶ κατὰ μὲν ἀνατολὰς πρὸς αἰγιαλὸν ἐν τῇ ξηρᾷ γῇ ἔξω τῇ κατευθὺ εὐθὺ ἡπλωμένῃ ἄχρι Ἀτταλείας τῆς καταντικρὺ Κύπρου, κεῖνται αἱ πόλεις αὗται καὶ αἱ ὀνομασταὶ ἐξοχαὶ καὶ λοιπὰ ὅσα μνήμης ἄξια.

§ 5. Πρῶτον ἐξερχομένῳ σοι τὸ φρούριον τὸ κατ’ ἀνατολὰς κεῖται ὁρωμένη πλέοντί σοι ἡ Νεάπολις, ἥτις λέγεται Γενὶ Ἀσαρὶ νῦν παρὰ τῶν Ἀγαρηνῶν. Ἔπειτα κεῖται ἠφανισμένη ἡ Τροία, τὸ Ἵλιον, ἡ Πριάμου πόλις, φαινομένη ἀνὰ μεράδια καὶ πεπτωκυῖα εἰς μέρη ἐρείπιον· πλήν, ὡς ἐκ τῶν σημείων καὶ τοῦ εὔρους καὶ τοῦ πλάτους ἔστι τεκμαίρεσθαι, ἧν μεγαλόπολις· ὅπου εἰσβάλλουσιν εἰς τὴν θάλασσαν δύο ποταμοί, οἷμαι δὲ οὓς Ὅμηρος λέγει Σκάμανδρον καὶ Ξάνθον.

§ 6. Αὗθις κατὰ σειράν εἰσιν ἐξοχαὶ λεγόμεναι νῦν Μπαμπάμπουρνα· ἔπειτα χωρία καὶ κατοικήματα πολλὰ Ἀγαρηνῶν· μεθ’ ἅ εἰσι ἡ Νέα Φώκια καὶ ἡ Παλαιὰ καὶ ἡ Σμύρνη καὶ τὰ Βρύελλα, τὸ Νεόκαστρον. Εἶτα χωρία πολλά κείμενα παρ’ αἰγιάλόν· ἔπειτα ὁ κάβος λεγόμενος Κρύος· αὗθις ὁ Μαρμαρᾶς, πόλις ἔρημος· εἶτα Μάκρη, Πάταρα (ἡ τοῦ ἁγίου Νικολάου πατρίς), Δίβισα, Μύρα, Φοινίκη, ὅπου δύο μεγάλοι ποταμοί, περὶ οὓς συνήχθησαν τὰ στρατεύματα Ἀγαρηνῶν πάντα, τὰ άπό τε ξηρᾶς καὶ θαλάσσης, ὅσα κατὰ Κύπρου ἐστράτευσαν καὶ μείναντα ἡμέρας 30 ἐπέρασαν ὁμοῦ εἰς Κύπρον, ἀπέχουσαν μίλια ἑκατόν.

§ 7. Εἶτα φαίνεται ἐξοχὴ λεγομένη Κάβο Χελιδόνι705, εἶτα ἡ τοῦ Κάβου Γενουβίσου. Ἔπειτα κόρφος μέγας εἰσερχόμενος κατὰ ἀνατολὰς ὡσεὶ μίλια 80, ὅπου ἐν τέλει κεῖται Ἀττάλεια, πόλις ὡραία· ἧς ἀντικρὺ κεῖται ἡ ἐπαρχία Σίδης τῆς Παμφυλίας· ἐπάνω δὲ φαίνονται τὰ βουνὰ τὰ μεγάλα Καισαρείας τῆς Καππαδοκίας, ὅπου καὶ ἄλλαι πόλεις καὶ χωρία πολλὰ τῆς Ἀνατολῆς.

§ 8. Κατὰ δὲ τὴν δύσιν ἐξερχομένω σοι τὸ ἕτερον φρούριον, ὅπου Σηστὸς οἷμαι, ἔστι κόρφος λεγόμενος τὸ Μεγαρίσιον, ὅπου χωρία πολλὰ χριστιανῶν, κείμενα παρὰ θάλασσαν. Εἶτα Αἷνος καὶ ἄλλα· αὗθις Σιδηροκαύσια, ὅπου μέταλλα χρυσοῦ καὶ ἀργύρου· ἔπειτα Ὅρος τὸ Ἅγιον· αὗθις ὄπισθεν ὁ κόρφος Κασσανδρείας, ἔπειτα Θεσσαλονίκης. Εἶτα οἱ Μεγάλοι Βουνοί, τὰ Τέμπεα, ὅπου ῥέει ὁ Πηνειός· καθεξῆς χωρία κατὰ θάλασσαν. Ἔπειτα Θῆβαι τῆς Βοιωτίας, ὧν ἐν μέσῳ καὶ τῶν καταντικρὺ Ἀθηνῶν ἥπλωται ἡ νῆσος Εὔβοια, ἡ Εὔριπος λεγομένη. Μετὰ δὲ τὰς Ἀθήνας εἰσὶ τὰ Μέγαρα καὶ ἄλλα χωρία. Εἶτα τὸ Ἑξαμίλιον, δι’ οὗ εἰσέρχεταί τις ἐν Πελοποννήσῳ, ὅπου μητροπόλεις ἕξ.

§ 9. Ἐξερχομένω δὲ σοι Σηστοῦ τοῦ κατὰ δύσιν καί Ἀβύδου τοῦ κατὰ ἀνατολήν, έν μέσῳ τοῦ πέλαγους κατὰ μὲν ἀνατολὰς κεῖται Τένεδος, ὡς εἴπομεν. Καθεξῆς κεῖται νῆσος ἡ Λέσβος, ἡ νῦν Μυτιλήνη706, ὅπου δύο μητροπολῖται εἰσίν, ὁ Μυτιλήνης καὶ ὁ Μηθύμνης· εἰσὶ δὲ ἐν πάσῃ τῇ νήσῳ ἱερεῖς μὲν ἑκατὸν εἴκοσι, ὁσπίτια δὲ χριστιανῶν ὑπὲρ τὰς ἒξ χιλιάδας.

§ 10. Ἔπειτα κεῖται ἡ νῆσος Χίος, ἔχουσα μητροπολίτην ἕνα καὶ ἱερεῖς ὑπὲρ τοὺς τριακοσίους ἐν πάσῃ τῇ νήσῳ, τοῖς χωρίοις φημὶ καὶ ἐν τῇ πολιτείᾳ· ὅπου εἰσὶν ἔτι ἄνδρες σοφοί, ἰατροὶ καὶ διδάσκαλοι, μαθηταὶ τοῦ μακαρίου ἀνδρὸς ἐκείνου Μιχαὴλ τοῦ Ἑρμοδώρου.

§ 11. Ἔπειτά ἐστι νῆσος Ἄνδρος, Τῆνος καὶ ἄλλα νησίδια μεράδια καὶ κυκληδὸν κείμενα· Καρία707, Πάτμος, Σάμος, Φοῦρνοι, Λέρος, Κάλυμνος, Κῶς, Νίσυρος708, Τῆνος, Σύμη, Χάλκη, Ῥόδος, Καστελλόῤῥιζον709, Κάρπαθος, Κρήτη. Καὶ ἡ μὲν Ἄνδρος ἔχει ἐπίσκοπον, ἱερεῖς πεντήκοντα, ὁσπίτια χριστιανῶν δισχίλια. Τῆνος ὁμοίως ἢ ὀλίγον ἔλαττον. Λέρος σὺν Καλύμνῳ ἴσον. Καὶ τὰ λοιπὰ νησίδια, ἃ εἴπομεν, ἔχουσιν ἔτι ἕως 100 ἱερεῖς καὶ ὁσπίτια τετρακισχίλια. Ῥόδος δὲ ἔχει ἱερεῖς μὲν 100, ὁσπίτια δὲ χριστιανῶν ἐν πάσῃ τῇ νήσῳ ὑπὲρ τὰ τρισχίλια.

§ 12. Κατὰ δὲ τὴν δύσιν, ἐξερχομένῳ σοι τὸ πέλαγος, ἀντικρὺ κόρφου Μεγαρισίου, οὗ εἴπομεν, ἐστὶν Ἵμβρος νῆσος, μητροπολίτην ἔχουσα ἕνα καὶ ἱερεῖς τριάκοντα, ὁσπίτια χριστιανῶν πεντακόσια. Αὗθις Λῆμνος νῆσος, οὗ γίνεται ἡ Λημνία σφραγίς· ὅπου μητροπολίτης εἶς καὶ ἱερεῖς ὀγδοήκοντα.

§ 13. Εἰσὶ δὲ καὶ ἄλλα νησίδια, Ἅγιος Εὐστράτιος, Τζία καὶ ἄλλα ἀνὰ πέντε ἔχοντα ἱερεῖς καὶ ὁσπίτια τινά. Εἶτα ἐπισκοπαί, ὁ Σκιάθου καὶ Σκοπέλου καὶ ὁ Σκύρου ἕτερος· ἔχουσι δὲ ἀνὰ πεντήκοντα ἢ καὶ ἑξηκοντα ἱερεῖς καὶ ἀνὰ δύο χιλιάδες ὁσπίτια, πλέον ἢ ἔλαττον· τὴν γὰρ ἀκρίβειαν οὐ δυνάμεθα γράφειν, ἀλλ’ ὅσον ἡμεῖς γνῶναι ἠδυνήθημεν, οὗ μὲν πλέον τυχόν, οὗ δὲ καὶ ἔλαττον· οἷμαι δὲ πάντα πάλιν ἐξισοῦνται.

§ 14. Ἔστι καὶ ἄλλη νῆσος ἀντικρὺ Ἀθηνῶν, ἡ Σαλαμίν, ἡ ἀρχιεπισκοπὴ Αἴγινα καὶ ἄλλα νησίδια ἀνὰ τινὰς ἔχοντα ἱερεῖς καὶ ἀνὰ ὁσπίτια, ἄλλο πλείονα, ἄλλο ὀλιγώτερα.

§ 15. Εἰπόντες οὗν περὶ τε τῶν κειμένων κατ’ ἀνατολὰς καὶ κατὰ δύσιν, ὁμοίως καὶ περὶ τῶν ἐν μεσῳ νήσων τῶν κατ’ ἀνατολὰς καὶ δύσιν, νῦν εἰπεῖν ἔχομεν περὶ μερικῶν τινων, ὧν εἰρήκαμεν ἐν παρόδῳ.

§ 16. Τὸ νῦν Ἅγιον λεγόμενον Ὅρος Αἴγιον ἐκαλεῖτο καὶ Ἄθως· οἴκουν δὲ ἐκεῖ Ἵωνες πρῶτον· ἀξιώσει δὲ τοῦ λογιωτάτου καὶ σοφωτάτου ἀνδρὸς Ἀθανασίου, τοῦ χρηματίσαντος ἐξάρχου τῶν φροντιστηρίων ἐν Βυζαντίῳ, ὥρισεν ὁ βασιλεὺς Νικηφόρος ὁ Φωκᾶς καὶ μετῳκίσθησαν μὲν οἱ τότε ἐκεῖ πάντες ἀντικρὺ Ναυπλίου ἐν Τζακωνίᾳ710, μέσον Ναυπλίου καὶ Μονεμβασίας· κατῴκισε711 δὲ τοὺς τόπους ὁ Ἀθανάσιος καὶ ἔκτισε τὴν σεβασμίαν τῆς Λαύρας μονήν, τὸ Πρωτᾶτον καὶ ἄλλα. Εἶτα οἰκησάντων ἐκεῖ πολλῶν, τρεχόντων τὸν κατὰ Θεὸν δρόμον, κατὰ μίμησιν ἐγένοντο καὶ ἄλλα μοναστήρια καὶ ὡσεὶ νῦν εἴκοσι τέσσαρα. Πρῶτος οὗν οἰκιστὴς καὶ κτήτωρ ὁ ἅγιος Ἀθανάσιος ὁ ἐν τῷ Ἄθῳ λεγόμενος ἐγένετο· οὗ τὸν βίον καὶ τὴν θαυμασίαν πολιτείαν ἀληθῶς πολλοὶ τῶν τότε ἐξεπλάγησαν, καὶ τῶν νῦν ὄντων ἀκούοντες ἀναγινωσκόμενον τὸν λόγον τὸν διηγούμενον τὸν βίον καὶ τὴν πολιτείαν αὐτοῦ, ξενίζονται καὶ εἰς μίμησιν οὐ δυνάμενοι χωροῦσι καὶ ἕπονται ὡς ἐφικτόν.

§ 17. Εἴπωμεν καὶ περὶ τῶν ἐπαρχιῶν, ἃς ἐμνημονεύσαμεν μέν, οὐδὲν δὲ εἰρήκαμεν περὶ αὐτῶν.

§ 18. Ἡ οὗν Κασάνδρεια ἔχει ἐπίσκοπον ἄνδρα σοφόν, ἀνεψιὸν τοῦ ποτὲ Θεσσαλονίκης μητροπολίτου, ἀνδρὸς σπουδαιοτάτου, ἱερεῖς ἔχουσα 60 καὶ ὁσπίτια χριστιανῶν ὡσεὶ 2000.

§ 19. Εἶτά ἐστι Θεσσαλονίκη ἡ μεγάλη μητρόπολις, ἐπισκόπους ἔχουσα καὶ ἱερεῖς 600 καὶ ὁσπίτια χριστιανῶν ἐν αὐτῇ καὶ τῇ περιχώρῳ καὶ ταῖς ἐπισκοπαῖς, οἷμαι, ὡς λέγεται, πλέον τῶν εἴκοσι χιλιάδων.

§ 20. Εἶτα αἱ Θῆβαι, αἳ ἔχουσιν ἱερεῖς ἐγγὺς 100, ὁσπίτια δὲ ὑπὲρ τὰς ὀκτὼ χιλιάδας.

§ 21. Ἔπειτα Εὕβοια712, ἡ Εὔριπος, ἔχουσα ἐπισκόπους καὶ 5 ἱερεῖς ὡσεὶ 200 καὶ ὁσπίτια χριστιανῶν ὑπὲρ τὰς δέκα χιλιάδας.

§ 22. Αὖθις αἱ Ἀθήναι713, αἳ ἔχουσιν ἐπισκόπους καὶ ἱερεῖς ὡσεὶ 160.

§ 23. Ἐν δὲ Πελοποννήσῳ ἔστιν ὁ Κορίνθου714, ἔχων ἐπισκόπους καὶ ἱερεῖς ὡσεὶ 100, ὁσπίτια δὲ χριστιανῶν ὑπὲρ τὰς ἑπτὰ χιλιάδας· ὁ Ναυπλίου, ἔχων ἱερεῖς 150 καὶ ὁσπίτια χριστιανών χιλιάδας τέσσαρας· ὁ Μονεμβασίας, ἔχων ἐπισκόπους καὶ ἱερεῖς ὡσεὶ 400 καὶ ὁσπίτια χιλιάδας ὀκτώ· ὁ Παλαιῶν Πατρῶν, ἔχων ἐπισκόπους καὶ ἱερεῖς 300 καὶ ὁσπίτια ὑπὲρ τὰ 7000· ὁ Λακεδαιμόνιας, ἔχων ἐπισκόπους καὶ ἱερεῖς 300 καὶ ὁσπίτια ὡσεὶ 6000, καὶ ὁ Χριστιανουπόλεως ἱερεῖς 300 καὶ ὁσπίτια 10000 καὶ πλέον.

§ 24. Ταῦτα δέ, ἃ καταγράφω, ἐκβὰς Σηστοῦ καὶ Ἀβύδου ἀνεθεώρουν τινά, ὅσα πρὸς ἀνατολὴν ἦσαν· ἄλλα δὲ τὰ μακρὰν κείμενα καὶ φαινόμενα μόνον ἠρώτων καὶ ἐμάνθανον ἐκ τῶν εἰδότων ἀκριβῶς, ὡς τὴν φιλικὴν μνήμην τοῦ ἀξιώσαντος μνημονεύων καὶ τὴν αἴτησιν ἐκπληρῶν.

§ 25. Πλεοντες δὲ τὴν ὁδὸν ταύτην κατήχθημεν ἐν Κάβῳ Κρύῳ λεγομένῳ, κειμένῳ ἐν Ἀνατολῇ, οὗ λίμνη ἐστὶν καὶ (ὡς τὰ ἐρείπια φαίνονται) ἧν ὅτε ὑπῆρχε πόλις μεγάλη, δύο λιμένας ἔχουσα πρὸς βορρᾶν καὶ νότον (ἔρημος δὲ νῦν ἀνθρώπων), οἰκήματα δὲ πολλὰ καὶ ὡραῖα, τὰ μὲν ἱστάμενα ἐν μέρει, τὰ δὲ πεσόντα· ἀνεπόλησα δὲ τὸ τοῦ θείου Δαβίδ· «ἔστω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κάτοικος»715. Ἵδον καὶ θρόνους ἀπὸ μαρμάρων λευκῶν, τοὺς μὲν καλῶς ὡς ἐτέθησαν κειμένους, τοὺς δὲ διεῤῥωγότας, ἄλλως καὶ ἀνατετραμμένους, τείχη μεγάλα, στοάς, κλίμακας· καὶ ἐρωτήσας τινάς, ἐν κώμαις ἐκεῖ πλησίον οἰκοῦντας, τί ἔχουσι ἀκούσειν ἐκ παραδόσεως τῆς πόλεως ταύτης ἕνεκα, καὶ ἀπεκρίναντο ὅτι οἱ οἰκήσαντές ποτέ ἄδικοι ἧσαν μεγάλως· ὅθεν καὶ ἐγὼ καί ἄλλοι οἱ σὺν ἐμοὶ ἀνεμνήσθημεν τὸ τοῦ Σολομῶντος· «ἡ ἀδικία περιτρέψει θρόνους δικαστῶν»716.

§ 26. Ἔστι δὲ ἡ Ῥόδος προκαθημένη τῶν Κυκλάδων πάντων717 νήσων, φρούριον ἰσχυρότατον, περιβόλοις καὶ τείχεσι τρισὶ περιζωννύμενον, ἔχον πύλας τέσσαρας, τὴν τοῦ Λιμένος, τὴν τοῦ Ναυστάθμου, ὅπου αἱ τριήρεις τοῦ ταχθέντος φυλάττειν ἄρχοντος μπέϊ τὴν θάλασσαν· τὴν τοῦ Μεγάλου Μαστόρου, τὴν τοῦ Κόκκινου, ὅπου σημαῖαι τῶν ποτὲ κτιτόρων. Ἔνδον ἐστὶ καὶ ναὸς τοῦ ἁγίου Ἰωάννου, ὅπου στιχηδὸν καὶ τὰ τῶν φραρέων τῶν ποτὲ ἀρχόντων παλάτια, οἰκήματα εὐμεγέθη καὶ ὡραιότατα, ὅπου ἐν ἑκάστῳ καὶ ἡ σημαία ἔτι ζωγραφισμένη τοῦ οἰκοδομήσαντος τὸ οἴκημα, τὸ τοῦ πρωτομαστόρου παλάτιον, ἡ στεφηφορία αὐτοῦ ζωγραφισμένη, πῶς ὁ τῆς Κωνσταντίνου ἔστεψεν αὐτὸν μέγαν μάστορην καὶ φύλακα παντὸς τοῦ ἐκεῖ πελάγους. Ἔστιν ἐκεῖ καὶ ὁδὸς ἐπίσης ἴση καὶ κατευθὺ ἐπὶ πολὺ φερομένη, ἐκατέρωθεν ἔχουσα παλάτια καταντικρὺ ἐν τὸ ἕτερον ἀπ’ ἀρχῆς ἄχρι τέλους. Εἰσὶ καὶ ἄλλα πολλὰ κτίρια ὡραῖα καὶ ἀγαθά.

§ 27. Ἀπὸ Ῥόδου εἰς Ἀττάλειαν ἀπερχόμενος, κατήχθην ἐν τῷ Καστελλοῤῥίζῳ718, ὅθι ἐκβάντες διεπεράσαμεν τὰ νησιά Κάκαβα λεγόμενα, ὅπου φαίνονται οἰκήματα παρὰ τὴν ἀκτὴν ὑποβρύχια· θαῦμα ἰδέσθαι.

§ 28. Εἶτά εἰσι τὰ Μύρα, ἡ μητρόπολίς ποτέ τοῦ ἁγίου Νικολάου, ὅπου καὶ ἡ μονὴ αὐτοῦ φαίνεται καὶ καστέλλιον ἐπάνω ἠρημωμένον. Ἠ πόλις μεν, ἡ πάλαι λεγομένη Φοινίκη, ἔστι νῦν ἔρημος· περὶ αὐτὴν δὲ εἰσὶ κῶμαι καὶ χωρία πολλὰ κείμενα ἀπὸ τῆς λίμνης τῆς ἰχθυώδους καὶ θαυμασίας (τῆς πλουτούσης ὀψάρια πολλὰ καὶ ἀγαθά, λεγόμενα ἐκεῖ κατὰ τόπους τζιποῦρες) ἄχρι τοῦ κάβου τοῦ λεγομένου Χελιδόνι719, ὃς φαίνεται ἀπὸ Κύπρου, Κρήτης καὶ ἄλλων τόπων μακρῶν· ὑπάρχει γὰρ καὶ αὐτὸς εὐμεγεθέστατος καὶ τούτου ἕνεκα καὶ μακρόθεν διαφανέστατος. Λέγεται δὲ ὅτι ἐν πᾶσι τοῖς χωρίοις τούτοις, τοῖς λεγομένοις ἁπλῶς Φοίνικα, εἰσὶ χωρία καὶ οἰκήματα διεσπαρμένα καὶ μεράδια ὑπὲρ τὰς δεκατέσσαρας χιλιάδας, πάντα Ἀγαρηνοὺς φέροντα, πλὴν χωρίων δύο ἢ τριῶν ὀλίγων πάνυ χριστιανῶν (πάντες γὰρ ἐξέκλιναν καὶ ἠχρειώθησαν ἐκ πολλοῦ· βεβαρβάρωνται χρόνιοι πάντες ἐν βαρβάροις)· ὅπου, ὡς εἴπομεν, συνέλευσις ἐγένετο τῶν Ἀγαρηνῶν, ὅτε ἑστρατεύσαντο κατὰ τῶν ἀθλίων Κυπρίων· ἧσαν δέ, ὡς ἠκούετο, ἱππεῖς μὲν 6000, πεζοὶ δὲ 50000, ὅπου μείναντες διὰ τὸ συναθροίζεσθαι ἡμέρας τεσσαράκοντα, ἐγένετο ἐν αὐτοῖς λοιμὸς καὶ ἀπέθανον ὑπὲρ τὰς πέντε χιλιάδας. Εἴθε δὲ καὶ σύμπαντες! ἀλλ’ οὗν μένουσιν αὐξανόμενοι καὶ παιδεύοντες ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν.

§ 29. Εἰσερχόμενος τὸν κόρφον δι’ ὃν ἀπέρχεται τις εἰς Ἀττάλειαν, ἀριστερὰ ἔστι λιμὴν Τεκίροβα λεγόμενος καὶ παλαιόκαστρον, ὅπου ἐπάνω ἔστι βουνὸς μέγας Κλάδος λεγόμενος, ὅπου δύο πηγαὶ βρύσεις μεγάλαι καὶ θαυμάσιαι, κρυερὰ κρυερὰ μία καὶ θερμὴ θερμοτάτη ἑτέρα, πλησίον ἀλλήλων.

§ 30. Εἶτα λιμὴν Τζιραλὴ λεγόμενος, οὗ ἐπάνω ἔστι βουνὸς ὑψηλότατος Τζιραλήταγι, ὅπου ἐκκλησία τοῦ Ἀρχιστρατήγου ἐστὶν ἐπάνω ἐν τῇ κορυφῇ, ἐκεῖ δὲ πλησίον εἰσὶ τρεῖς τόποι ἀεννάως νυκτὸς καὶ ἡμέρας ἀνακαίοντες πῦρ ὡς κάμινον, θεωρουμένην κατὰ πολὺ μακρὰν καὶ μᾶλλον τὴν νύκτα. Πλησίον δ’ ἐπάνω ἔστι ῥύαξ ὕδατος, ὃς κατερχόμενος εἰς τὰς πυρκαϊὰς τῶν τόπων οὐ μόνον οὐ σβέννυσιν, ἀλλὰ μᾶλλον ἅπτει, οἷόν τι ξύλα τιθέμενα ἀναφαινόμενον τὸ ὕδωρ καὶ ὕλη πυρός· καὶ ἔστι τῇ ἀλήθειᾳ θαῦμα ἰδέσθαι. Εἰσὶ δὲ ἐν ἑκάστῃ καμίνῳ ὑποκάτωθεν ὀλίγον ὀπαὶ δύο ὡσεὶ πύλαι φαινόμεναι· ὅπερ ἰδὼν καὶ κατασκοπήσας τοῦτο μὲν τὸ αὐτοφυὲς καὶ ἀένναον πῦρ, τὸ ἄσπετον ἐκεῖνο, τὸ νύκτας ὅλας καὶ ἡμέρας ἀπὸ τῆς τοῦ παντὸς συστάσεως καιόμενον καὶ φαινόνόμενον· τοῦτο δὲ καὶ ὅτι εἰσρέον τὸ πολὺ ποταμιαῖον ὕδωρ οὐ μόνον ὡς ὑγρὸν οὐ σβέννυσιν, ἀλλὰ καὶ ὕλη γίνεται πυρός.

§ 31. Ἡ Ἀττάλεια κεῖται ἐν ἐσχάτῳ ἄχρῳ τοῦ κόρφου ἐν Ἀνατολῇ, ἐπάνω ἔχουσα τὴν Καισάρειαν καὶ ἄλλας πόλεις τῆς Ἀνατολῆς· ἔστι δὲ φρούριον ἰσχυρόν, ἀγχίαλον, ὡραῖον· ἀγαθὴ τὸν χειμῶνα καὶ πολλὰ καὶ παντοῖα ἔχουσα τρόφιμα ἀπὸ γῆς, ἀπὸ θαλάσσης καὶ ποταμοῦ, τὸν δὲ Ἰούνιον Ἰούλιον καὶ Αὔγουστον καυσώδης· ὅθεν γίνονται πυρετοὶ καὶ ἀσθένειαι. Ὑπό δὲ τοῦ σφοδροῦ καύσωνος καὶ τῆς ἀναθυμιάσεως τῶν ὑγρῶν τῶν πολλῶν ἐκεῖ ὑδάτων τῶν ὑποῤῥεόντων γεννῶνται καὶ γίνονται κώνωπες μεγάλοι καὶ ἐνοχλοῦσι τοὺς ἀνθρώπους· ὅθεν καὶ τινες μὲν ἐκεῖ ἔχουσι καλιὰς διὰ ξύλων ὑψηλοτάτας, καὶ ἀναβαίνουσιν ἐκεῖ καὶ κοιμῶνται τὰς νύκτας, ὅτε καὶ τὰ ζωύφια ταῦτα, οἱ κώνωπες, μᾶλλον ἐνοχλοῦσι· τινὲς δὲ τῶν ἐγχωρίων καὶ ἀναχωροῦσι τῆς πόλεως καὶ ἀπέρχονται καὶ διατρίβουσι τοὺς τρεῖς τούτους μῆνάς εἰς βουνῶν κορυφάς, γιαϊλάδες λεγόμενα παρὰ τῶν Ἀγαρηνῶν, ὑποκάτω ὅντα ὀλίγον τῆς ἐπάνω Πισιδίας720. Ἕκαστον τῶν οἰκημάτων τῆς Ἀτταλείας ἔχει κῆπον ὡραῖον, ἔνδον φημὶ τῆς πόλεως, καὶ βρύσιν ὕδωρ ῥέουσαν ἀγαθόν. Aἱ βρύσεις δέ, εἴτε κρῆναι, εἰσὶ πᾶσαι κατεσκευασμέναι διὰ σωλήνων, ἔχουσαι τὰ ὕδατα ἀπὸ τοῦ ἐκεῖ πλησίον ῥέοντος ποταμοῦ, ὃς καὶ ἰχθύας ἐκβάλλει πολλοὺς καὶ ἀγαθούς. Ἔστι καὶ κρήνη μεγάλη καὶ διειδέστατον ἔχουσα ὕδωρ παρὰ τὸν αἰγιαλὸν κάτω ἐν τῷ λιμένι, καὶ ό λιμὴν ὡς κύκλος ἔἔκτισται.

§ 32. Ἀπὸ Ἀτταλείας δὲ ἀπέρχῃ εἰς τὸ Ἀναμούριον (ὅπου ναοὶ δύο περιφανεῖς ἁγίου Θεοδώρου καὶ ἁγίου Κωνσταντίνου, καὶ ἕτεροι ναοὶ ἔρημοι 42 καὶ βρύσεις πεντήκοντα· πεδία πυρφόρα πολλὰ καὶ ἄπειρα, πόλεις ἔρημοι οὕτω φαινόμεναι, χωρία νῦν μόνον ὄντα), εἰς Σελεύκειαν, εἰς πόρτον Πάλον λεγόμενον, εἰς τὸν κόρφον Γιάσην· ἔπειτα εἰς Γαλιλαίαν, αὖθις εἰς Τρίπολιν, Δαμασκόν, Βερούτιον, Σαΐτη, Σοῦρον, τὰ Ἀπολλωνίου· εἶτα ἐν τῷ τελεί πόλις Ἄκρη λεγομένη. Ταύτην δὲ τὴν Ἄκρην πόλιν, τὴν ἐν ἄκρῃ κειμένην τῆς διόδου ταύτης, εὐλίμενον καὶ εὔπολιν οὗσαν, πλὴν παλαιάν, ἐὰν θεάσῃ, ἐλπίζεις ὅτι ἡ Ῥόδος ἐστί. Λέγεται δὲ λόγος καὶ φέρεται ἕως τοῦ νῦν, ὅτι ὁ μέγας μάστορης, ὁ κτίτωρ Ῥόδου, ταύτην θεασάμενος τὴν Ἄκρην πόλιν ἔκτισε τὴν Ῥόδον πρὸ 450 ἐτῶν, κρατήσας τοῦ ἐκεῖ ἄρχοντος, Ἕλληνος ὄντος ἔτι τὴν θρησκείαν, πλὴν ὑποκειμένου τῷ Ῥωμαίων βασιλεῖῖ καὶ τελοῦντι.

§ 33. Μετὰ δὲ τὴν Ἄκρην ἔστι τὸ Σκαφάτζον νῦν λεγόμενον, τὸ Γιάφα, ὅθι διὰ ἓξ ὥρας ἀπέρχῃ εἰς Ἱεροσόλυμα. Εἶτα ἔστι Σεφέτ, Ναζαρέτ, Γεννησαρὲτ721 λίμνη, Πίθοι, οἳ ἐδέξαντο τὸ ὕδωρ καὶ μετεβλήθη εἰς οἶνον παρὰ Χρίστοῦ, ἔτι ἐκεῖ μένοντες· ὅπου καὶ ἡ ἄγρα τῶν 150 ἰχθύων ἐγένετο. Ὁ ἅγιος καὶ κυριακὸς Τάφος, ὁ Ἰορδάνης ἐπάνω ὡς μίλια ἓξ, εἶτα Αἴγυπτος ἔρημος, τὸ Ῥάμλι, ἔρημος Ἀραβία, Ταμιάτη ἐπάνω, Βοῦρλοι (ὅπου ἰἰχθύες ὡς οἱ πολλοί), Ῥαχίτη, Ἀποκούρια ἡ σκάλα· εἶτα Ἀλεξάνδρεια ὡς κεφαλὴ προκαθημένη. Ταῦτα δὲ κεῖνται κυκλοτερῶς ταύτης, ὡς μέλη σώματος προσκυνοῦντα τὴν κυρίαν καὶ δέσποιναν Ἀλεξάνδρειαν.

Σινα722

§ 34. Ὡς ἐρωτήσας ἔμαθον, σοφώτατε κύριε Στέφανε ἐκκλησιαστά, τὸ μὲν Σίναιον ὄρος ἔχει μέγα μοναστήριον ἐπ’ ὀνόματι τιμώμενον τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος Χριστοῦ· ἔνδον δὲ τούτου εἰσὶ παρεκκλήσια μικρὰ ταῦτα. Ὄπισθεν μὲν τοῦ βήματος τοῦ ναοῦ τούτου ἐκκλησίδιον, ὃ ἔκτισεν ἡ ἁγία Ἑλένη, λεγόμενον ἡ Ἁγία Βάτος· ἐκεῖ γὰρ ἧν ἡ βάτος, ἣν ἐθεάσατο Μωσῆς μὴ κατακαιομένην· ὅθεν καὶ κύκλῳ αὐτῆς τὸ παρεκκλήσιον ἔκτισαν. Ἀριστερᾷ δὲ τούτου τοῦ μονυδρίου τῆς Ἁγίου Βάτου ἐξερχομένῳ σοι ἔστι παρεκκλήσιον ἕτερον τοῦ ἁγίου Ἰακώβου τοῦ Πέρσου, καὶ μετὰ τοῦτο ἄλλο τρίτον τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου· εἶτα καθεξῆς τέταρτον τοῦ Μεγάλου Κωνσταντίνου καὶ τῆς ἁγίας Ἑλένης, πέμπτον τῆς ἁγίας Εἰρήνης τῆς μάρτυρος. Καὶ ταῦτα μὲν ἔνδον τοῦ νεώ εἰσι τοῦ μεγάλου μοναστηρίου τοῦ Σιναίου ὄρους, τῆς Μεταμορφώσεως.

§ 35. Κύκλῳ δὲ τούτου τοῦ Σιναίου μοναστηρίου, ἔνδον τοῦ νάρθηκος δεξιᾷ, εἰσὶ ταῦτα τὰ παρεκκλήσια· πρῶτον ἐπ’ ὀνόματι τιμώμενον τῶν ἁγίων ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ· δεύτερον μάρτυρος Μερκουρίου· τρίτον Συμεὼν τοῦ Θεοδόχου· τέταρτον τῶν Ἁγίων Πατέρων τῶν ἐν τῷ Σινὰ καὶ Ῥαϊθοῦ ἀναιρεθέντων· πέμπτον Τεσσαράκοντα, εἶτα ἑτέρων Τεσσαράκοντα ὑπὲρ τῆς ὁμολογίας Χριστοῦ, οὓς ἔτεμον Ἄραβες οἱ λεγόμενοι Βλέμιδες, οὗ καὶ τὰ τούτων λείψανα ἔτι κεῖνται· καὶ ἔτι ἕκτον ἐπ’ ὀνόματι τοῦ μεγάλου Νικολάου τοῦ Μυρέων.

§ 36. Ἐν δὲ τῇ περιοχῇ τοῦ μοναστηρίου εἰσὶν ἔτι ταῦτα. Εἰσερχομένῳ τὴν πύλην δεξιᾷ τῆς περιοχῆς ἔστι παρεκκλήσιον ἐπ’ ὀνόματι μάρτυρος Στεφάνου· δεύτερον Μιχαὴλ τοῦ Ταξιάρχου· τρίτον Ἀντωνίου τοῦ Μεγάλου· τέταρτον Ἰωάννου τοῦ Προδρόμου· πέμπτον Δημητρίου μεγάλου μάρτυρος· ἕκτον τοῦ Χρυσοστόμου· ἕβδομον Σέργιου καὶ Βάκχου· ὄγδοον ἁγίας Ἅννης, μητρὸς Θεοτόκου· δέκατον723 ἐπ’ ὀνόματι μαρτύρων Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου καὶ Ὀρέστου· ἑνδέκατον Γρηγορίου Θεολόγου· δωδέκατον τῆς Θεοτόκου Μαρίας· δέκατον τρίτον Βασιλείου τοῦ Μεγάλου· δέκατον τέταρτον μάρτυρος Θεοδώρου· δέκατον πέμπτον τῆς προφήτιδος Ἅννης· δέκατον ἕκτον τοῦ μεγάλου Γεωργίου· δέκατον ·βδομον τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου.

§ 37. Ταῦτα τὰ κζ´ εἰσὶν ἔνδον, κύκλῳ καὶ ἐν τῇ περιοχῇ. εἰσὶ δὲ ἄλλα μὲν μικρά, ἄλλα δὲ πλέον τι μεγάλα. Ψάλλονται δὲ ἀκολουθίαι ἐν τούτοις ἐν ἑορτῇ ἑκάστου, λειτουργίαι δὲ συνεχῶς ἐν ἑκάστῳ. Καὶ τὸ μοναστήριον τοῦτο κεῖται πρὸς τοὺς πρόποδας τοῦ Σιναίου ὄρους ἐν ὑπωρείᾳ.

§ 38. Ἀνερχομένῳ δέ σοι ἐκ τούτου εἰς τὸ ὄρος κατὰ τὴν ὁδὸν ἔστι μονὴ τῆς Παναγίας τῆς Θεοτόκου, ὡσεὶ μίλιον ἀπέχουσα· εἶτα μετὰ μισὸν ἔτι μίλιον Ἠλιού, ὅπου τὰς 40 ἡμέρας ἐνήστευσεν. Ἔστι καὶ πλησίον ἐκεῖ Ἐλισσαίου, καὶ μετ’ ὀλίγον Μαρίνης τῆς μάρτυρος. Ἔπειτα δεξιᾷ τῆς ὁδοῦ ὡσεὶ ἥμισυ μιλίου μονὴ τοῦ Προδρόμου· εἶτα ναὸς Παναγίας, τῆς Ἁγίας Ζώνης λεγόμενος, ὅπου λέγεται ὅτι εἶδεν ὁ ἅγιος Θωμᾶς τὴν Παναγίαν εἰς οὐρανοὺς ἀνερχομένην μετὰ θάνατον, ἀπὸ Ἰνδίας μετὰ νεφῶν αἰρόμενος τὴν κηδείαν ὑπαντήσων, καὶ μὴ φθάσας ἐζήτησεν ἔτι σημεῖον μνήμης χάριν καὶ ἔῤῥιψεν ἡ Θεοτόκος τὴν ζώνην αὐτῆς καὶ ἔλαβεν αὐτός. Ἐγένετο δὲ ναὸς τοῦ θαύματος ἕνεκα, ὡς καὶ τὰ λοιπὰ παρεκκλήσια διὰ τι θαῦμα ἀδόμενον ἔτι ἓν ἕκαστον ᾠχόδόμητο. Καὶ μετὰ τοῦτο ἔστι μάρτυρος Παντελεήμονος, Ἅννης ἔτι προφήτιδος.

§ 39. Ἐπάνω δὲ τῆς Ἁγίας Κορυφῆς τοῦ ὄρους τούτου, ὅπου αἱ πλάκες τῷ Μωσῇ παρὰ Θεοῦ ἐδόθησαν, μένουσιν ἔτι λείψανα οἰκοδομήματος τοῦ ναοῦ, ὃν ὁ μέγας Ἰουστινιανὸς ὁ βασιλεὺς ἀνήγειρεν.

§ 40. Κατερχομένῳ δὲ τῆς κορυφῆς ὄπισθεν τοῦ βουνοῦ ἔστι μετόχιον τῶν Ἁγίων Τεσσαράκοντα μαρτύρων· εἶτα Ὀνουφρίου, ἔπειτα Αἰκατερίνης ἔστιν ἕτερον ὄρος οὕτω λεγόμενον, ἱστάμενον καταντικρὺ τοῦ Σιναίου ὄρους, ὅπου καὶ ναός ἐστιν Αἰκατερίνης τῆς μάρτυρος.

§ 41. Κατερχομένῳ δὲ ἐν πεδιάδι εἰσὶ μετόχια καὶ ἐκκλησίαι τῶν ἁγίων Δώδεκα Ἀποστόλων, τῶν ἁγίων ἀναργύρων Κύρου καὶ Ἰωάννου. Ἔπειτα ἐστὶ τὸ ἀσκητήριον Ἰωάννου τοῦ Κλίμακος, αὗθις τὰ λεγόμενα τοῦ Δαβίδ, ὅπου ναοὶ δύο ἐπ’ ὀνόματι τῆς Κοιμήσεως τῆς Παναγίας καὶ τοῦ ἁγίου Ἀντωνίου.

§ 42. Ἔνδον τοῦ Σιναίου μοναστηρίου μόνον Γραικοὶ λειτουργοῦσι καὶ ψάλλουσι. Ἔνδον δὲ τοῦῦ περιαυλίου ἔστι παρεκκλήσιον Αἰκατερίνης τῶν Λατίνων, πλησίον (ὅπου στρέφονται Ἄραβες) τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων. Ἔστι Λατίνων ἐκκλησίδιον καὶ ἐν κορυφῇ ὄρους, μοναχοὶ δὲ Λατίνων, προσμονάριοι724, οὐκ είσίν· ἔρχονται δὲ μόνον προσκυνηταί, καὶ ὅτε ἔλθωσι δίδονται αὐτοῖς ἱερὰ κατὰ τὸ ἔθος τῶῶν Λατίνων, ἃ ἔχουσι καὶ φυλάττουσι Γραικοί, καὶ λειτουργοῦσι κατὰ τὴν ἰδιαν τάξιν καὶ γλῶσσαν.

§ 43. Ἡ δὲ Ῥαϊθοῦ725, ἥτις ἐλέγετο Ἐλίμ, ἀπέχει τοῦ Σιναίου ὄρους ἡμέρας δύο, ὅπου ναὸς τοῦ Μεγάλου Γεωργίου καὶ ἔἔστι καὶ ἡ λεγομένη Σκάλα726 καὶ ἄλλα.

§ 44. Ὡς ἤκουσα παρὰ ἱερομονάχων Σιναϊτῶν, οὕτω καὶ ἔγραψα σημειωσάμενος χάριν κυρίου Στεφάνου Γερλαχίου.

† Θεοδόσιος πρωτονοτάριος

mensi Martio, anno 1578 Constantinopoli.

Descripsi ego M. Crusius Tybingae die 12 April 1579 τῇ ἡμέρᾳ τῶν Βαΐων, manu D. Theodosii Zygomata scriptum. Addiderunt in marginibus primae paginae horum sequentia:

– Εὐγένιος, ἀρχιεπίσκοπος καὶ ἡγούμενος τοῦ Σιναίου ὄρους, τῷ Ἱεροσολύμων ὑποτεταγμένος727.

– Ἑκατὸν μοναχοὶ Γραικοὶ ἐκεῖσε.

– Κτίτωρ τοῦ μεγάλου μοναστηρίου Ἰουστινιανός.

– Γάζα πόλις, ἀκρόπολιν ἔχουσα, δύο ἡμερῶν διάστημα ἀπὸ τῶν Ἱεροσολύμων.

– Ἀπὸ Γάζης εἰς Κάϊρον ιβ´ ἡμέραι.

– Μεταξὺ Καΐρου καὶ Σιναίου ὄρους μία κώμη Σουὲς ὀνόμάτι, λ´ τριήρεις ἔχουσα.

* * *

700

Codex Tubingensis MB 37, fol. 19 ff. Excripsit v. cl. Basilius Mystacides et usque ad pag. 34 primum edidit É. Legrand, Notice biographique sur Jean et Theodose Zygomalas. Paris 1889, p. 123–133. 1 Psalm, XX, 4. – 10 Corinth. 1, XIII, 4, 7.

701

Isocr. ad Demon. 1.

702

ἀπεκατέστησε in codice.

703

Cod.: ξενείας.

704

Musaei v. 16 et 17.

705

Cod.: χελιδώνη.

706

Cod.: μιτυλήνη, μιτυλήνης.

707

Cod.: Καρία pro Ἰκαρία.

708

Cod.: νήσυρος.

709

Cod.: καστελούρριζον.

710

Cod.: τζακονία.

711

Cod.: κατώκησε.

712

Cod.: ἕβοία.

713

Crusius in margine: Athenae hodie ἀκρόπολιν sive arcem habent a Turcis custoditam, in qua Πανθέων est. Huic vicina sive contigua urbs est, partim nune murata, reliqua pars ruinata. Habet nunc urbs οἰκήματα ἕως χίλια, olivetum amplissimum et maximum habet, ita ut unus saepe 1000, 2000 et plures oleas habeat, ex quibus vivunt. Est nunc oleum atheniense optimum et per totam Graeciam portatur.

714

Crusius: Corinthus urbs murata est, arcem habens ex utraque parte maris. Siquidem sita est in Ἑξαμιλίῳ. Minor est Athenis; hospitia forte 700 habet; frumento abundat.

716

Sap. V, 24.

717

Cod.: πάντων.

718

Cod.: καστέλλῳ ῥίζῳ.

719

Cod.: χελιδώνη.

720

Cod.: πισσιδείας.

721

Cod.: γεννισαρὲτ.

722

Pars inedita; excripsit v. cl. В. A. Mystakides die 6 Nov. 1893.

723

ἔνατον deest.

724

in margine: qui semper ibi manent.

725

in margine τόπος ἢ κώμη.

726

in margine τόπος ἀγχίαλος.

727

cf. Crusii Turcograec. p. 268.


Источник: Пападопуло-Керамевс А.И. Восемь греческих описаний святых мест XIV, XV и XVI вв. (С русским переводом П.В. Безбородова) // Православный палестинский сборник. 1903. Том 19. Вып. 2 (56). I-XIII, 254 с.

Комментарии для сайта Cackle